DDbDP transcription: bgu.3.998 [xml]
101 BC Pathyris
[Reprinted from: chr.mitt.525] MChr252
1
[βα]σιλεύοντος Πτολεμαίου τοῦ καὶ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιδ
[ἐφʼ] ἱερείων(*) καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ β ἐν Παθύρει
[ἐφʼ] Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης
[τῆς] ἐπιγονῆς ὡς (ἐτῶν) νε μέσος μελίχρω(ς) τετανὸς ἀναφάλακρος μακροπρόσω(πος) εὐθύριν οὐλὴ μήλῳ
5[ἀρισ]τερον(*) ἐπισ[κάζω]ν τὸν πόδα δεξιὸν συνεπικελεύοντος τω(*) τούτου υἱοῦ Ἁρπαήσιος
[τοῦ] Ψενμεγχῆ[τος Πέ]ρσου ὡς (ἐτῶν) λ μεσος(*) μελίχρω(τος) ὑποκλαστος(*) μακροπροσώ(που) εὐθυριν(*) ἀσημος(*)
[τὴν] ὑπάρχουσα[ν οἰ]κίαν ᾠκοδομημένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ
[τὴν] προσουση[ς](*) [αὐλῆν] τῆς(*) οὐσης(*) ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες· νότου οἰκία Νεχού(του)
[τοῦ] Πανεχ̣ά̣[του βορρ]ᾶ οἰκία Κεφάλωνος ἀπηλιώ(του) ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου
10[ἧς ἀν]ὰ μέσον ῥ[ύ]μη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεῆσις Ὀνηοῦς Πέρσης ὡς (ἐτῶν) μ
[μέσος] μελίχρω(ς) ὑπόκλαστος οὐλὴ μετώπῳ χαλκοῦ τάλαντα τεσσαρες(*) . προπωλητὴς καὶ
[βεβαιω]τὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο
[Πετεῆ]σις ὁ πριάμενος.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 2
ἔτους ιδ Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ὁμολογεῖ Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ἀφίστασθαι ἀπὸ
τῆς πεπραμένης οἰκίας ᾠκοδομημένης καὶ τεθυρω(μένης) καὶ τῆς προσούσης
αὐλῆς τὴν(*) οὐσαν(*) ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες· νότου οἰκία
5Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώ(του) ῥύμη λιβὸς οἰκία
Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες, ἣν ἔθετο
ὠνὴν Πετεήσι ἐπὶ τοῦ αὐτοῦ ἀρχείου πρὸς χαλκοῦ (τάλαντα) δ καὶ μὴ ἐπελεύ-
σασθαι(*) μήτʼ αὐτὸς Ψενμεγχῆς μήδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν
Πετεῆσιν μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπι-
10πορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτι(μον) παραχρῆμα
χαλκοῦ τάλαντα ὀκτὼ καὶ ἱερα(*) βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρξ
καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ <τὰ> προγεγραμμένα.
ἡ δὲ ὁμολογία ἥτε(*) κυρία ἔστω πανταχῆ οὗ ἂν ἐπιφέρηται.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα)

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: chr.mitt.252 [xml]
I spc Hermoupolis Magna
[Reprinted in: bgu.3.998] BGU 3,998