Papyri.info

sign in

bgu.2.417 = HGV BGU 2 417 = Trismegistos 28136



DDbDP transcription: bgu.2.417 [xml]

II/III spc ?

r
Χαιρήμων Διοσκόρῳ τῷ υἱῶι χαίρειν.
περὶ ὧν ἔγραψας μελήσει μοι καὶ ἐγὼ δὲ σὲ ἐρ\ω/-
τῶ π̣άντα τὰ μετέωρα ἀπαλλάξαι καὶ μὴ πά-
λιν σεαυτῷ μετέωρα καταλείπε[ι]ν αἰσθόμε(νον)
5τὴν τοῦ καιροῦ πικρίαν· ἀπάλλαξον οὖν σεαυ-
τὸν ἀπὸ παντὸς μετεώρου, ἵνα ἤδη ποτὲ
ἀμέριμνος γένῃ καὶ τὰ \ἐμὰ/ μετεωρίδια(*) ἤδη πο-
τὲ τύχην σχῆι περὶ τῶν γλυκειδίων με-
λησάτω σοι αἰσθομένῳ, ὅτι τρυγίᾳ χρῶμαι
10ὅρα οὖν, μὴ ἀμελήσῃς πολλάκις ὑπʼ ἐμοῦ περὶ
τ[ο]ύτου παρακληθ[ε]ὶς καὶ εἰδὼς τὴν ἀνάγκην,
καὶ Διονυσίῳ σύντυχε περὶ τοῦ κοφίνου τῆς
σταφυλῆς καὶ πέρας λαβέτω ὑποδείξας
αὐτῷ π[ε]ρὶ ἐνοικίου κοφίνων καὶ τειμῆς(*) σαρ-
15γανῶν καὶ περὶ Ἡρακλᾶτος μελησάτω σοι,
ὁμοίως δὲ καὶ περὶ τῶν τοῦ Πτολλάρου αἰσ-
θομένωι, ὅτι καὶ σοὶ τοῦτο ἀνήκει καὶ συμφέ-
ρει Σισοίτι καὶ Πετσίρι(*) ἐνετειλάμην· παρακλη-
θεὶς δὲ σύντυχε Γεμεινᾶτι καὶ ἐπίγνωθι
20περὶ τοῦ ἡμιαρουρίου Σουηροῦτος, ἵνα παραγρά-
φῃς καὶ τ[ο]ῦτο οὖν μοι παράσχου, ἵνα εἰδῶ, ὅτι
με φιλεῖς π[ε]ρὶ τῶν ὀξειδίων(*) περισσὸν(*) ποιήσω
ἔτι σοι περὶ τούτου ἐντελλόμενος · ταξάσθω
σοι ὁ Ἡρακλᾶς ἡμέραν καὶ παρὰ Ἰσιδώρου γνῶθι
25[π]ερ[ὶ] τῶν ἄλλων οἶδα γὰρ ὅτι, ἐὰν θέλῃς, πάντα
περαιωθήσεται· περὶ πάντων οὖν μελησάτω σοι,
πολλακι(*) δέ σοι γράψωι(*) περὶ τῶν αὐτῶν, ἵνα μὴ
ἀμελήσῃς· τάχειον(*) δὲ καὶ σὺ παραγενοῦ, ἐπὶ(*) τὸ
τῶν ταυρικῶν κατεπείγει(*). τὰ παιδία σου
30ἔρρωται· ἀσπάζου Φαβοῦλλον τὸν ἀδελφόν σου.
ἔρρωσό μοι, γλυκύτατε, καὶ τὰ ὀξείδιά(*)
μοι κόμισον.
v
☓ Διοσκόρωι τῶι υἱῶι.

Apparatus


^ r.7. corr. ex
^ r.14. l. τιμῆς
^ r.18. BL 1.44 : Πεπίρι prev. ed.
^ r.22. l. ὀξιδίων
^ r.22. corr. ex περιστον
^ r.27. l. πολλάκις
^ r.27. l. γράψω
^ r.28. l. τάχιον
^ r.28. l. ἐπεὶ
^ r.29. BL 1.44 : Ταυρικῶν κατεπείπερ prev. ed.
^ r.31. l. ὀξίδιά

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.