DDbDP transcription: bgu.6.1300 [xml]
III-II sac Arsinoite?
Τετὼς τῶι π̣α̣τρὶ χαίρειν.
εἰ ἔρρωσαι καὶ τὰ τάλλα(*) σοι κατὰ λόγο̣ν̣
ἐστίν, εἴη ἂν ὡς ἡμεῖς θέλομεν·
ὑγίαινον δὲ καὶ αὐτὴ καὶ ἡ μήτηρ
5καὶ ο̣ἱ̣ παρʼ ἡμῶ̣ν̣ πάντες. καλῶς
ποιήσεις ὡς ἂν̣ ἀνα̣πλῇς ἀνε-
νέγκ̣ῃ̣ς̣ ̣ ̣ ̣[ ̣ ̣] ̣ ̣ ̣ ̣ καὶ κερκίδας β
πυξίδας μέσ̣[α]ς̣ β̣ καὶ ἐλάσσους γ̣
γ̣λ̣ω̣σ̣σ̣ο̣κο̣μ̣ῖ̣α̣(*) β ἀλαβαστροθήκην
10καλα̣μ̣ί̣σκου(*) β μῆλα̣ς̣ β ἐξά-
λιπτρον ἔχον βάσιν δακτύλιον
καὶ κονδύλιον Σικυώνιον
ζμύρνα<ν> στατῆρας(*) ε ὁλκὴν νάρδου γ
μ̣ύρον σ̣μ̣υ̣ρνε͂ον(*) ἔλαιον
——
15τῆι μικρᾶι εἰς τὴν κεφ̣α̣λ̣ὴν ̣ο̣β̣[ ̣ ̣]
ὀστρί̣ν̣ην καὶ δακτυλίους β
ὀσ̣ύπτρου̣ θήκην(*) χ̣ρ̣υ̣[σῆν ̣ ̣ ̣]
πορφυρᾶ μεσόλευκα σ̣ι̣ν̣δ̣ό̣ν̣α̣
καὶ τὴν παιδίσκην ἣ π̣έ̣ρ̣α̣ν̣ ἦ̣ν̣ ε̣[ἰ]ς̣
20Ὀξυρύγχα φρόντισον ὅπ[ω]ς ἀσφαλῶς
τὰ κατʼ αὐτὴν οἰκονομήσ̣ῃ̣[ς κ]αὶ
μηθέν σοι ὧδε ἀντ̣ι̣π̣έ̣σ̣ῃ, ἀνένεγ-
κ̣ο̣ν̣ δ̣[ὲ] καὶ κτένας β κροκυφάν-
τους β κόκκινα β ἐνπ̣λ̣ό̣κ̣εια β
25κροτάλια τῆι μικρᾶι π[ο]ρφύρας
θαλασσίας στατῆρα.
ἔρρωσο (ἔτους) ιβ Φαμεν[ὼθ] κβ
εἰ ἔρρωσαι καὶ τὰ τάλλα(*) σοι κατὰ λόγο̣ν̣
ἐστίν, εἴη ἂν ὡς ἡμεῖς θέλομεν·
ὑγίαινον δὲ καὶ αὐτὴ καὶ ἡ μήτηρ
5καὶ ο̣ἱ̣ παρʼ ἡμῶ̣ν̣ πάντες. καλῶς
ποιήσεις ὡς ἂν̣ ἀνα̣πλῇς ἀνε-
νέγκ̣ῃ̣ς̣ ̣ ̣ ̣[ ̣ ̣] ̣ ̣ ̣ ̣ καὶ κερκίδας β
πυξίδας μέσ̣[α]ς̣ β̣ καὶ ἐλάσσους γ̣
γ̣λ̣ω̣σ̣σ̣ο̣κο̣μ̣ῖ̣α̣(*) β ἀλαβαστροθήκην
10καλα̣μ̣ί̣σκου(*) β μῆλα̣ς̣ β ἐξά-
λιπτρον ἔχον βάσιν δακτύλιον
καὶ κονδύλιον Σικυώνιον
ζμύρνα<ν> στατῆρας(*) ε ὁλκὴν νάρδου γ
μ̣ύρον σ̣μ̣υ̣ρνε͂ον(*) ἔλαιον
——
15τῆι μικρᾶι εἰς τὴν κεφ̣α̣λ̣ὴν ̣ο̣β̣[ ̣ ̣]
ὀστρί̣ν̣ην καὶ δακτυλίους β
ὀσ̣ύπτρου̣ θήκην(*) χ̣ρ̣υ̣[σῆν ̣ ̣ ̣]
πορφυρᾶ μεσόλευκα σ̣ι̣ν̣δ̣ό̣ν̣α̣
καὶ τὴν παιδίσκην ἣ π̣έ̣ρ̣α̣ν̣ ἦ̣ν̣ ε̣[ἰ]ς̣
20Ὀξυρύγχα φρόντισον ὅπ[ω]ς ἀσφαλῶς
τὰ κατʼ αὐτὴν οἰκονομήσ̣ῃ̣[ς κ]αὶ
μηθέν σοι ὧδε ἀντ̣ι̣π̣έ̣σ̣ῃ, ἀνένεγ-
κ̣ο̣ν̣ δ̣[ὲ] καὶ κτένας β κροκυφάν-
τους β κόκκινα β ἐνπ̣λ̣ό̣κ̣εια β
25κροτάλια τῆι μικρᾶι π[ο]ρφύρας
θαλασσίας στατῆρα.
ἔρρωσο (ἔτους) ιβ Φαμεν[ὼθ] κβ
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.