DDbDP transcription: p.eleph.4intdupl [xml]
284/283 BC Elephantine
r
βασιλεύοντος Πτολεμαίου (ἔτους) μα ἐφʼ ἱερέως εὐρέου τοῦ Προίτου τῶι γ (ἔτει) μηνὸς(*)
Ὑπερβερεταίου. κατέβαλεν Ἐλάφιον Σύρα μετὰ κυρίου Δίωνος Παντάρκει Ἀρκάδι τρφεῖα(*)
ὑπὲρ αὑτῆς ἀργυρίου δραχμὰς τετρακοσίας . μὴ ἐξέστω δὲ Παντάρκει ἐπελθεῖν ἐπʼ Ἐλάφιον
εἰσπράττοντι τροφεῖα ἢ καταδουλούμενον(*) παρευρέσει μηδεμιᾶι μηδʼ ἄλλωι ὑπὲρ παντάρκους
5μηθενί. εἰ δὲ μὴ ἥ τε ἔφοδος αὐτοῖς ἄκυρος ἔστω καὶ ἀποτεισάτω Παντάρχης Ἐλαφίωι ἢ τῶι
ὑπὲρ Ἐλαφίου πορευομένωι ἐπίτιμον δραχμὰς μυρίας . ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι
οὗ ἂν ἐπιφέρηι Ἐλάφιον κατὰ Παντάρκους ἢ ἄλλος ὑπὲρ Ἐλαφίου πράσσων καθάπερ καὶ Ἐλαφίωι
γέγραπται. μάρτυρες Κλεόνικος Ἀρκάς, Νικαγόρας Κυρηναῖος, Ῥοδοκλῆς Αἰγινήτης,
Ἀφροδίσιος Σιδώτης, Διονύσιος Μάγνης, Θαλίαρχος Κυρηναῖος. συγ-γραφοφύλαξ Νικαγόρας. v
συγγραφὴ Ἐλαφίου
πρὸς Παντάρκη
τροφεῖα κατέβαλε
(δραχμὰς) Γ
Δίωνος
(seal) (seal) (seal)
Νικαγόρου
Ῥοδοκλέους
Παντάρκους
(seal) (seal) (seal)
Ἀφροδισίου
Ἐλαφίου
Κλεονί[κου]
(seal) (seal) (seal)
Θαλιάρχου
Διονυσίου
ἐχρήσατο(*)
π̣αρα φι ̣ ̣ ̣

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.