DDbDP transcription: p.eleph.13 [xml]
223/222 BC Elephantine
r
Ἄνδρων Μίλωνι ταδελφῶι(*) χαίρειν. εἰ ἔρρω[σ]αι καὶ τὰ λοιπά σοι κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς ἐγὼ
θέλω· ὑγίαινον δὲ καὶ αὐτός. παραγενομένου Σανῶτος ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν,
ἣν ἀναγνοὺς ἐχάρην ἐπὶ τῶι με αἰσθέσθαι τὰ κατὰ σέ. ἐγὼ οὖν ἐπυνθανόμην τοῦ Σανῶτος,
εἴ τι βούλοιτο ἐν τοῖς καθ̣ʼ ἡ̣μ̣ᾶς τόποις, ὁ δὲ ἐπήινει(*) μόνον, ἐπέταξεν δʼ οὐθέν. περὶ δὲ τῶν εἴκοσι
5δραχμῶν οὔπω ἐκεκόμιστο Φίλων, Πιστοκλῆν̣(*) [γ]ὰρ οὐχ εὑρήκειμεν. περὶ δὲ τοῦ οἰναρίου Πρα-
ξιάδης οὔπω εἰσελήλυθεν ἐξ ἀγροῦ, οὐκ οἶμαι [δ] αὐτὸν ἔχειν ἐξ ὧν ἡ μήτηρ αὐτοῦ ἀνήγγελλεν.
εὐχαριστήσεις οὖμ(*) μοι σαυτοῦ τε ἐπιμελόμενος καὶ μὴ ὀκνῶν γράφειν ἡμῖν καὶ τί ἄν σοι ποιοῦντες
χαριζοιμην(*).
(hand 2) ἔρρωσο (ἔτους) κε Μεσορεὶ ιη v
Μίλωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.