Current Edition: DDbDP 16850 (P.Lond. 6 1912 Vo); TM 16850

Transcription for DDbDP 16850 (P.Lond. 6 1912 Vo) xml

1

1Λούκιος Αἰμίλλιος Ῥῆκτος λέγει·
2ἐπειδὴ τῇ ἀναγνώσει τῆς ἱ̣εροτάτης
3καὶ εὐεργετικωτάτης ἰς τὴν πόλειν
4ἐπιστολῆς πᾶσα ἡ πόλεις παρατυχεῖν
5οὐκ ἠδυνηθην διὰ τὸ̣ π̣λ̣ῆ̣θος αὐτῆς,
6ἀνανκαῖον ἡγησάμην ἐκθεῖναι
7τὴν ἐπιστολὴν ἵνα κατʼ ἄνδρα ἕκαστον
8ἀναγεινόσκων αὐτὴν τή̣ν τε μεγαλιό̣τητ\α/
9τοῦ θεοῦ ἡμῶν Καίσαρος θαυμάσητε
10καὶ τῇ πρὸς τὴν πόλε̣ιν ⟦ομοια⟧ εὐνοίᾳ
11χάριν ἔχητε. (ἔτους) β Τιβερίου Κλαυδίου
12Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,
13μηνὸς Νέου Σεβαστο(ῦ) ιδ.

2

14Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς Αὐτοκράτωρ ἀρχιιερεὺς
15μέγειστος δημαρχικῆς ἐξουσίας ὕπατος ἀποδεδιγμένος Ἀλεξανδρέων
16τῇ πόλει χαίρειν. Τιβέριος Κλαύδιος Βάρβιλλος, Ἀπολλώνις Ἀρτεμιδώρου,
17Χαιρήμων Λεονίδου, Μᾶρκος Ἰούλιος Ἀσκληπιάδης, Γάιος Ἰούλιος Διονύσιο(ς),
18Τιβέριος Κλαύδιος Φανίας, Πασίων Ποτάμωνος, Διονύσιος Σ̣αββ̣ί̣ωνος
19Τιβέριος Κλαύδις Ἀπολλώνις Ἀρίστονος, Γάιος Ἰούλιος Ἀπολλ̣ώνιος, Ἑρμαίσκος
20Ἀπολλωνίου, ὑ πρέσβεις ὑμῶν, ἀναδόντες μοι τὸ ψήφισμα πολλὰ περὶ
21τῆς πόλεως διεξῆλθον, ὑπαγόμενοί μοι δῆλον πρὸς τὴν ε̣ἰς ἡμᾶς
22εὔνοιαν ἣν ἐκ πολλῶν χρόνων, εὖ εἴστε, παρʼ ἐμοὶ τεταμιευμένη̣ν̣ ε̣.
23εἴχεται, φύσει μὲν εὐσεβεῖς περὶ τοὺς Σεβαστοὺς ὑπάρχοντες, ὡς
24ἐκ πολλῶν μοι γέγονε γνόριμον, ἐξερέτως δὲ περὶ τὸν ἐμὸν
25οἶκον καὶ σπουδάσαντες καὶ σπουδασθέντος, ὧν εἵνα τὸ τελευ-
26ταῖον εἴπωι παρεὶς τὰ ἄλλα μέγειστός ἐστιν μάρτυς οὗμὸς ἀδελφὸς
27Γερμανικὸς Καῖσ̣α̣ρ γνησιωτέραις ὑμᾶς φωναῖς προσαγορεύσας·
28διόπερ ἡδέως προσεδεξάμην τὰς δοθείσας ὑφʼ ἡμῶν μοι τιμὰς
29καίπερ οὐκ ὢν πρὸς τὰ τοιαῦτα {ρ} ῥαίδιος. καὶ προ͂τα μὲν Σεβαστὴν
30ὑμεῖν ἄγειν ἐπιτρέπωι τὴν ἐμὴν γενεθλείαν ὃν τρόπον αὐτοὶ προ-
31είρησθαι, τὰς τὲ ἑκατασ\σ/ταχοῦ τῶν ἀνδριάντων ἀναστάσεις
32ἐμοῦ τε καὶ τοῦ γένους μου ποιήσασθε συνχωρῶι· ἐγὼ ὁρῶι γὰρ
33<ὅτι> πάντῃ μνημεῖα τῆς ἡμετέρας εὐσεβείας εἰ̣ς̣ τ̣ὸ̣ν ἐμὸν οἶκον
34ὑδροσασθαι σπουδασαται. τῶν δὲ̣ δυο̣ῖ̣ν χρυ[σῶ]ν ἀνδρ̣ι̣ά̣ν̣των
35ὁ μὲν Κλαυδιαν̣ῆ̣ς Εἰρήνης Σεβασ̣τῆς γεν̣ό̣[με]ν̣ο̣ς ὥ̣σ̣περ ὑπέθετο
36καὶ προσελειπάρ̣η[σ]ε̣ν̣ \ὁ/ ⟦.⟧ ἐμοὶ τιμ[ι]ώτ̣α̣τ̣ο̣ς̣ Βάρβιλ̣λ̣ο̣ς ἀρνουμένου
37μου διὰ τὸ φορτ̣ι̣κ̣ό̣τ̣ε̣[ρο]ς δ[οκ]ε̣ῖ[ν], ἐ̣π̣εὶ Ῥώ̣μ̣η̣ς ἀνατεθήσεται,

3

38ὁ δὲ ἕτερος ὃν τρόπον ὑμεῖς ἀξιοῦτε πομπεύσει ταῖς ἐπονύμαις
39ἡμέραις παρʼ ὑμῖν· συνπομπευέτωι δὲ ⟦και αυ⟧ αὐτῶι καὶ δίφρος
40ᾧ βούλεσθαι κόσμωι ἠσκημένος. εὐῆθες δʼ ἴσσως τοσαύτας
41προσ[ι]έμενον τειμὰς ἀρνήσασθαι φυλὴν Κλαυδιανὰν καταδῖξαι
42ἄλση · τε κατὰ νομὸν παρεῖναι τῆς Αἰγύπ<τ>ου· διόπερ καὶ ταῦτά ⟦ημι̣ν̣⟧
43θʼ ὑμεῖν ἐπιτρέπωι, εἰ̣ δ̣ὲ̣ βούλεσθαι καὶ Οὐειτρασίου Πολείωνος
44τοῦ ἐμοῦ ἐπιτρόπου τοὺς ἐφίππους ἀνδριάντας ἀναστήσατε. τῶν δὲ
45τετραπώλων ἀναστάσε̣[ι]ς <ἃς περὶ τὰς εἰσ>βολὰς τῆς χώρας ἀφιδρῦσέ μοι βούλεσθαι
46συνχωρῶι τὸ μὲν περ̣ὶ̣ τὴν Ταπόσιριν καλουμένην τῆς Λιβύης
47τὸ δὲ περὶ Φάρον τῆς Ἀλεξανδ̣ρε̣ίας τρίτον δὲ περὶ Πηλούσιον
48τῆς Αἰγύπ<τ>ου στῆσαι, ἀρχιιερέα δʼ ἐμὸν καὶ ναῶν κατασκευὰς
49παρετοῦμε, οὔτε φορτι̣κὸς τοῖς κατʼ ἐμαυτὸν ἀνθρόποις
50βουλόμενος εἶναι τὰ ἱ̣ε̣ρ̣ὰ δὲ καὶ τὰ τοιαῦτα μόνοις τοῖς θεοῖς
51ἐξέρετα ὑπὸ τοῦ παντὸς αἰῶνος ἀποδεδόσθαι κρίν[ω]ν.
52περὶ δὲ τῶν αἰτημάτων ἃ παρʼ ἐμοῦ λαβεῖν ἐσπουδάκα-
53τε οὕτως γεινώσκωι· ἅπασι τοῖς ἐφηβευκώσει ἄχρει τῆς
54ἐμῆς ἡγεμονείας βαί⟦βον⟧βαιον διαφυλάσσωι τὴν Ἀλεξανδρέων
55πολειτείαν ἐπὶ τοῖς τῆς πόλεως τειμείοις κ̣α̣ὶ̣ φ̣ι̣λανθρόποις
56πᾶσει πλὴν εἰ μή τινε̣ς ὑπῆλθον ὑμᾶς ὡς ἐ̣γ δ̣ού̣λ̣ων
57γ[ε]γ̣ονότες ἐφηβεῦ\σαι̣/⟦.....⟧, καὶ τὰ ἄλλα δὲ οὐχ ἧσσον εἶ̣ν̣α̣ι βούλομε
58β̣έ̣βαια πάνθʼ ὅσα ὑμεῖν ἐχαρίσθη ὑπό τε τῶν π̣ρ̣ὸ ἐμοῦ ἡγεμόνων
59καὶ τῶν βασιλέων καὶ τῶν ἐπάρχων, ὡς καὶ [ὁ] θεὸς Σεβαστὸς ἐβεβαίωσε.

4

60τοὺς δὲ νεοκόρους τοῦ ἐν Ἀλεξανδρείᾳ ναοῦ ὅς ἐστ̣ι̣ν τοῦ θεοῦ
61Σεβαστοῦ κληροτοὺς εἶναι βούλομε καθὰ καὶ ὑ ἐν Κανόπωι
62τοῦ αὐτοῦ θεοῦ Σεβαστοῦ κληροῦνται. ὑπὲρ δὲ τοῦ τὰς πολει-
63τεικάς ἀρχὰς τριετῖ̣ς εἶναι καὶ πάν<υ> ἐμοὶ ⟦υ⟧ καλῶς βεβουλεῦσθαι
64δοκεῖται, ὑ γὰρ <ἄρ>χοντες φώβωι τοῦ δώσειν εὐθύνας ὧν κακῶς
65ἦρξαν μετριώτεροι ἡμεῖν προσενεκθήσονται τὸ̣ν̣ ἐ̣ν ταῖς
66ἀρχαῖς χρόνον. περὶ δὲ τῆς βουλῆς ὅ τι μέν ποτε σύνηθες
67ὑμ̣εῖν ἐπὶ τῶν ἀρχαίων βασιλέων οὐκ ἔχωι λέγειν, ὅτι δὲ ἐπὶ τῶν
68πρὸ ἐμοῦ Σεβαστῶν οὐκ εἴχεται σαφῶς οἴδατε. καινοῦ δὴ
69πράγματος νῦν προ͂των καταβαλλομένου ὅπερ ἄδηλον εἰ συνοί-
70σει τῇ πόλει καὶ τοῖς ἐμοῖς πράγμασει ἔγραψα Αἰμιλλίωι Ῥήκτωι
71διασκέψασθαι καὶ δηλῶσέ μοι εἴ ται καὶ συνείστασθαι τὴν ἀρχὴν δεῖ,
72τόν τε τρόπον, εἴπερ ἄρα συνάγειν δέυ, καθʼ ὃν γενήσεται τοῦτο.
73τῆς δὲ πρὸς Ἰουδαίους ταραχῆς καὶ στάσεως μᾶλλον δʼ εἰ χρὴ τὸ ἀλη̣θὲς
74εἰπεῖν τοῦ πολέμου πότεροι μὲν αἴτιοι κατέστησαν καίπερ
75ἐξ ἀντικαταστάσεως πολλὰ τῶν ἡμετέρων πρέσβεων
76φιλοτειμηθέντων καὶ μάλιστα Διονυσίου τοῦ Θέων[ο]ς ὅμως
77οὐκ ἐβουλήθην ἀκριβῶς ἐξελένξαι, ταμιευόμενος ἐμ̣αυτῶι
78κατὰ τῶν πάλειν ἀρξαμένων ὀργὴν ἀμεταμέλητον·
79ἁπλῶς δὲ προσαγορεύωι ὅτι ἂν μὴ καταπαύσηται τὴν ὀλέ-
80θριον ὀργὴν ταύτην κατʼ ἀλλήλων αὐθάδιον ἐγβιασθήσομαι
81δῖξαι ὗόν ἐστιν ἡγεμὼν φιλάνθροπος εἰς ὀργὴν δικαίαν μεταβεβλη-
82μένος. διόπερ ἔτι καὶ νῦν διαμαρτύρομε εἵνα Ἀλεξανδρεῖς μὲν
83πραέως καὶ φιλανθρόπως προσφέροντε Ἰουδαίος τοῖς
84τὴν αὐτὴν πόλειν ἐκ πολλῶν χρόνων οἰκοῦσει

5

85καὶ μηδὲν τῶν πρὸς θρησκείαν αὐτοῖς νενομισμένων
86τοῦ θεοῦ λοιμένωνται ἀλλὰ ἐῶσιν αὐτοὺς τοῖς ἔθεσιν
87χρῆσθαι ὗς καὶ ἐπὶ τοῦ θεοῦ Σεβαστοῦ, ἅπερ καὶ ἐγὼι
88διακούσας ἀμφοτέρων ἐβεβαίωσα· καὶ Ἰουδέοις δὲ
89ἄντικρυς κελεύωι μηδὲν πλήωι ὧν πρότερον
90ἔσχον περιεργάζεσθαι μηδὲ ὥσπερ ἐν δυσεὶ πόλεσειν κα-
91τοικοῦντας δύο πρεσβείας ἐκπέμπειν τοῦ λοιποῦ,
92ὣ μὴ πρότερόν ποτε ἐπράκθη, μηδὲ ἐπισπαί̣ε̣ιν
93γυμνασιαρχικοῖς ἢ κοσμητικοῖς ἀγῶσει,
94καρπουμένους μὲν τὰ οἰκῖα ἀπολάοντας δὲ
95ἐν ἀλλοτρίᾳ πόλει περιουσίας ἀπθόνων ἀγαθῶν,
96μηδὲ ἐπάγεσθαι ἢ προσείεσθαι ἀπὸ Συρίας ἢ Αἰγύπ<τ>ου
97καταπλέοντας Ἰουδαίους ἐξ οὗ μείζονας ὑπονοίας
98ἀνανκασθήσομε λαμβάνειν· εἰ δὲ μή, πάντα
99τρόπον αὐτοὺς ἐπεξελεύσομαι καθάπερ κοινήν
100τεινα τῆς οἰκουμένης νόσον ἐξεγείροντας. ἐὰν
101τούτων ἀποστάντες ἀμφότεροι μετὰ πρα̣ότητος
102καὶ φιλανθροπείας τῆς πρὸς ἀλλήλους ζῆν ἐθελήσητε
103καὶ ἐγὼι πρόνοιαν τῆς πόλεως ποήσομαι τὴν ἀνατατωι
104καθάπερ ἐκ προγόνων οἰκίας ὑμῖν ὑπαρχούσης.
105Βαρβίλλωι τῶι ἐμῶι ἑτέρωι μαρτυρῶι ἀεὶ πρόνοια[ν]
106ἡμῶν παρʼ ἐμοὶ ποιουμένωι, ὃς καὶ νῦν πάσηι φιλο-
107τειμείᾳ περὶ των ἀγο͂να τὸν ὑπὲρ ὑμῶν κέχρ[ητε],
108καὶ Τιβερίωι Κλαυδίωι Ἀρχιβίωι τῶι ἐμῶι ἑτέ[ρωι].
109ἔρρωσθαι.

History

  • 2025-12-13T14:29:11-05:00 [ngonis]: Finalized - done
  • 2025-12-13T14:21:55-05:00 [ngonis]: Vote - Accept-Straight-to-Finalization - OK
  • 2025-12-12T17:02:08-05:00 [ngonis]: Submit - Entered BL corrections to lines 52, 92, 95 (checked on image).
  • 2018-05-03T10:54:14-04:00 [james.cowey]: Finalized - Ready.
  • 2018-03-26T05:24:07-04:00 [james.cowey]: Vote - AcceptText - See Backhuys comments. lin16 should actually read lin17.
  • 2017-03-16T04:14:46-04:00 [ThomasBackhuys]: Vote - AcceptText - l. 16 one should read <:Λεωνίδου|reg|Λεονίδου:> l. 26 οὗμός ed., no correction indicated l. 29 ῥάιδιος ed. (with iota mutum), thus no need to correct l. 36 before the supra linear addition of ὁ probably a single deleted letter (app.crit.) l. 41 change accent to gravis on τιμὰς l. 42 *middot* instead of *high-punctus*; τε without accent; Αἰγύπ⟨τ⟩ου is not a scribal correction (no apparatus entry needed) l. 43 comma after ἐπιτρέπω{ι}; <:<:βούλεσθε|reg|βούλεσθαι:>|subst|βούλεσθ.2:> l. 46 simply <ἃς περὶ τὰς εἰσ>βολὰς l. 48 Αἰγυπ<τ>ου cf. ad l. 42 l. 54 read: <:βέ⟦βον⟧βαιον|reg|βαί⟦βον⟧βαιον:> l. 57 read ἐφηβεῦ\σαι/⟦.5⟧ l. 63 simply πάν<υ> l. 64 simply <ἄρ>χοντες l. 65 delete hyphen in προσενεκ-θήσονται (sic) l. 79–80 read <:ὀλέ 80.- ριον|subst|ὀλε 80.- θρο̣ον:> l. 81 read <:οἷόν|reg|ὗόν:> (accents) l. 83 simply Ἰουδαίο<ι>ς l. 92 read <:ὃ|reg|:ὣ> (accent) l. 96 cf ad l. 42 Aigyptou l. 107 read <:κέχρηται|reg|κεχρ[ητε]:>
  • 2017-02-15T10:39:56-05:00 [EvaKaeppel]: Submit - l.57: εἶναι is not displayed correctly, although it looks fine in both editors and the preview.

  • 2011-12-14 [gabrielbodard]: rationalized languages in langUsage
  • 2011-12-14 [gabrielbodard]: changed editor names to URIs
  • 2011-12-13 [Faith]: Automatic insertion of lb tags into origs to match existing lb tags in the reg
  • 2011-10-31 [gabrielbodard]: changed type=inWord to break=no
  • 2011-10-04 [Faith]: Automatically updated revision description
  • 2011-09-20 [Faith]: Automated transfer of accents across reg-orig pairs
  • 2011-03-02 [gabrielbodard]: batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg
  • 2010-05-05 [gabrielbodard]: changed schema; added xml:space=preserve; indented; changed sic to surplus; moved title/@n to idno
  • 2009-11-12 [gabrielbodard]: Added language la-Grek
  • 2009-06-27 [gabrielbodard]: Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema)
  • 2008-12-23 [papyri.info]: Automated split from transcoder files

Detailed history

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.