Current Edition: DDbDP 9923 (Chrest.Mitt. 372); TM 9923

Transcription for DDbDP 9923 (Chrest.Mitt. 372) xml

1rp

1[. ca.22.]ει̣[..]τος καὶ αὐτὸν
2ἔ̣χ[ει]ν περί τινων πρὸς αὐτήν, Λοῦπος εἶπεν· περὶ
3[. ca.23.] τὸν στρατηγὸν
4τῆ[ς] πόλεως κριτή[ν σοι] δ[ίδ]ωμι.
——
5(ἔτους) κ Θε̣οῦ Τραιανοῦ Τῦβι δεκάτῃ.
6Λουκ̣ίας Μακρίνας διὰ Φανε̣ί̣ου ῥ[ήτ]ορος εἰπούσης
7ἀπαιτεῖν παρακαταθήκην ἐξ ὑπαρχόντων
8Ἀντωνίου Γερμανοῦ στρατιώτου τετελευτηκό-
9τος Λοῦπος εἶπεν· νοοῦμεν ὅτι αἱ παρακα-
10ταθῆκαι προῖκές εἰσιν. ἐκ τῶν τοιούτων αἰτιῶν
11κριτὴν οὐ δίδωμι. οὐ γὰρ ἔξεστιν στρατιώτην
12γαμεῖν. εἰ δὲ προῖκα ἀπαιτεῖς, κριτὴν διδο̣ὺ̣[ς]
13δόξω πεπεῖσθαι νόμιμον εἶναι τὸν γάμον.
——
14ἐξ ἀναπομπῆς Μαμερτείνου·
15(ἔτους) ιη Ἁδριανοῦ τοῦ κυρίου [Φ]αμενὼθ α, {α} ἐν
16Κόπτῳ, Χθινβόις πρὸς Κάσι[ο]ν Γεμέλλον
17[ἱ]ππέα Βουκοντίων ἐπ[ὶ] παρ[όν]τι τῷ [π]α[τ]ρὶ
18[αὐ]τῆς Ὀρεστοοῦφι. Ἀπολιναρίου ῥήτορος εἰπόν-
19τος ὀφειλομένων ὑπὸ Γεμ[έ]λλ[ο]υ Τινβόιδ̣[ι]
20δραχμάς ἑπτακοσιας κατὰ διαγ[ρ]αφὴν με-
21τειέ[ν]αι τοῦτον ἀκολούθως τῇ διαγρα[φ]ῇ,
22Ἀλεξάνδρου καὶ Ἡρακλείδου ῥ[ητ]όρω[ν ἀ]ποκρι-
23ναμένων Χθινβόιν ὡς γεγ[α]μημέν[ην] αὐτῷ
24ἀπαιτεῖν αὐτὸν βούλεσθαι προοῖ[κ]α [ἣ]ν ἀπ[ο-]
25δέδωκεν αὐτῷ μήτε δ[υ]να[τ]αι λαβ̣εῖ[ν]

2rp

1ἀπηγορευομένου στρατι[ώταις ἑλέσθαι]
2γυναῖκες, τὸν δὲ πατέρα α[ὐτῆς ἐπιτρο]πεύ-
3σαντα αὐτοῦ λογοτεθηθή[ντα] [πρὸς αὐ]τὸν
4προεῖσθαι αὐτῷ γράμματα ε̣[........]η̣ρη-
5κέναι ἐν τούτῳ λογο̣.[...]η[........] περὶ
6προοικὸς πι[σ]τευθεῖσα τ̣ω[........]πο̣ τοῦ
7μετάλλου οἴκημα ἐκτ̣ε̣π̣ρ̣ο̣θ̣[........]ν̣α αὐ-
8τοῦ καὶ ἄλλα πλεῖστα κα[ὶ πε]ρὶ τ[ῆς ὑ]φαιρέ-
9σεως <τὴν> ἐνκαλουμένην [...]ειλ[ηγ]έναι τὴν
10τοῦ λόγου τάξιν, δε̣ῖ̣σθ̣αι οὖ̣[ν] ἃ ὑφείλατο
11ἐπαναγκασθῆναι ἀ[ν]τ̣α̣[π]οδοῦναι,
12τοῦ συνηγοροῦντος [.]ε̣.[ν] τι προενεγ-
13καμένου μηδὲν μὲν αὐ[τ]ὴν ὑφῃρῆ̣σθαι
14τοῦ Γεμέλλου, δε[δ]ανεικέν[α]ι̣ δὲ αὐ[τ]ῷ
15κατὰ δύ[ο δ]ιαγραφὰς [τ]ὰς ἑπτ[α]κοσίας δρ[α-]
16χμάς, κατὰ μὲν πρώτη[ν] σξ κατ[ὰ] δ[ὲ]
17δευτέραν υμ, καὶ ο̣ὐ̣χ ὡ[ς ἄνδρα] ἀ̣λ̣λ̣ʼ ὡς
18ὑπόχρεον ταύτας ἀπαι[τεῖν, ἀνα]γνωσ-
19θεισῶν τῶν διαγραφῶ[ν ὁ ἱερεὺς] καὶ
20ἀρχιδικαστής. στρα[τι]ώ[ταις μὲν ἀπηγό-]
21ρευται γυναῖκας ἑλ̣[έσθαι ⁦ -ca.?- ⁩]
22δὲ αὐτοὺς οὐδὲ εις.[⁦ -ca.?- ⁩]
23μὴ περιεχούσης τῆς [δευτέρας διαγρα-]
24φῆς εἰς προοικὸς [λόγον ἀναφέρεσ-]
25θαι τὰς υμ, α[⁦ -ca.?- ⁩]

3

1ταύτας αὐτῇ ἀποδ[οῦναι], ..α̣ δε κατὰ τὴν δευ-
2τέραν διαγραφὴν [....]τ̣ο..ι τῶν σξ κρα-
3τεῖσθαι οὐ δύναται, [π]ροοικὸς δίκαια τού-
4των ἐχουσῶν. [Γ]εμέλλου ἀξιοῦντος
5τηρηθῆναι αὐτῷ [λόγο]ν τῆς ὑφαιρέσεως πρὸς
6τὴν Χθινβόιν .λ̣[...], Οὔλπιος Ἀσκληπιά-
7δης γενόμενος ἔπαρχος σπείρης δευτέρας
8Ἱ[σπ]α[ν]ῶν ὁ ἱερεὺς κα[ὶ] ἀρχιδικαστής· ἐάν
9τ̣[ι]να[ς] ἐναργεῖς ἀποδ[εί]ξεις ἔχῃς,
10ἐὰν ἐπενέ[γ]κῃς, ἀκούσομαί σου.
11(ἔτους) [ι]η̣ Τραιανοῦ Φαῶφι ἑβδόμῃ καὶ εἰκάδι. Λονγίνου
12Υ..[..]ου εἰπόντος Ῥωμα[ῖ]ον ἑαυτὸν ὄντα ἐστρα-
13[τεῦσθαι ἐν] σπείρῃ πρώτῃ Θηβαίων ὑπὸ Σε-
14ουῆ[ρον], συνῳκηκέναι δὲ ἐν τῇ στρατείᾳ
15γυν[αι]κὶ Ῥωμα[ί]ᾳ ἐξ ἧς πεπαιδοποιῆσθαι
16Λον[γε]ῖ̣ν̣[ο]ν Ἀπολινάριον καὶ Λονγείνιον Πομ-
17πώ[νι]ον οὕσπερ ἀξιοῖ ἐπικριθῆναι,
18Λοῦπ[ος] λαλήσας μετὰ τῶν νομικῶν εἶπεν·
19[ἐπεὶ σεσ]ή[μα]ν̣ται ο̣ἱ παῖδες ὡς ἐκ Ῥωμαίας
20[γεγενημέ]νοι, σὺ αὐτοὺς καὶ̣ θ̣[έ]λει[ς] ἐξ ἐπι-
21[κρίσεως νομί]μους καταλείπειν, νόμιμον
22δὲ π̣α̣τ̣έρα αὐτῶν ποιεῖν οὐ δύνομα[ι].

4

1(ἔτους) ιη Τραϊανοῦ Παῦνι ι.
2Χρώτιδος διὰ Φιλοξένου ῥήτορος εἰπούσης
3ἀστὴν ἑαυτὴν οὖσαν συνεληλυθέναι Ἰσιδώ-
4ρῳ ἀστῷ, μετ[ὰ τ]αῦτα δὲ στρατευσαμένου ἐκείνου
5ἰς χώρτην ἐσχηκέναι ἐξ αὐτοῦ υἱὸν Θεόδω-
6ρον περὶ οὗ ἐντυγχάνει ἀξιουσαν εἰ ἠμε-
7λήθη ἀπαρχὴν αὐ[τ]οῦ ἀποτεθῆναι, ὅτι δ̣ὲ̣ υἱός
8ἐστιν ἐκείν[ο]υ̣ ἐγ διαθήκης ἣν ἔγραψε φανε-
9ρὸν ε[ἶ]ναι, κληρονόμον γὰρ αὐτὸν τῶν ἰδίων ἀπολε-
10λοιπέναι, ἀναγνωσθείσης διαθήκης Ἰουλίου
11Μαρτιαλίου στρατιώτου σπείρης πρώτης Θη-
12βαίων, ⁦ vac. ? ⁩ Λοῦπος λαλήσας μετὰ τῶν
13φίλων εἶπεν· οὐκ ἐδύνατο Μαρτιά[λιος]
14στρατευόμενος νόμιμον υἱὸν ἔχειν,
15κληρονόμον δὲ αὐτὸν ἔγραψεν νομί[μως].
——
16(ἔτους) ε Ἀντωνείνου τοῦ κυρίου ἐπαγομένων γ.
17προσελθόντων Ὀκταουίου Οὐάλεντος καὶ Κα-
18σίας Σεκούνδης πρὸ μιᾶς ὑπερτεθέντω[ν],
19Εὐδα[ί]μων βουλευσάμενος σὺν τοῖς παρο[ῦ]σι
20εἶπεν· καὶ ἐχθὲς εὐθὺς τῶν ὑπομνη[μ]ά-
21των τοῦ κρατίστου Ἡλιοδώρου ἀναγνω[σθ]έν-
22των καὶ τῆς αἰτίας διʼ ἣν ὑπερέθετ[ο] δή[λ]ης

5

1γενομένης ἰδεῖν περὶ ἀπηγορευ[μέν]ω̣ν̣ πράγματος
2ἐντυχοῦσαν τὴν μητέραν τὴν τοῦ [παι]δ̣ὸ̣ς̣ τούτου,
3καὶ σήμερον ἐντυχὼν τοῖς ἰς τοῦτο δ̣[ι]αφέρουσιν πρά-
4γμασιν βεβαιῶ ὃ ἐχθὲς ὑπελάμ[βα]νον. ἐξερχομέ-
5νου εἴτε ἐν τάξει εἴτε ἐν σπείρᾳ εἴτε [ἐ]ν εἴλῃ ὁ γεννη-
6θεὶς οὐ δύναται εἶναι νόμιμος υἱὸς. ⟦μη⟧ μὴ ὢν δὲ
7νόμιμος υἱὸς τοῦ πατρὸς ὄντος Ἀλεξανδρέως Ἀλε-
8ξανδρεὺς οὐ δύναται εἶναι. ὁ παῖς [ο]ὗτος γεγέννη-
9ται τῷ Οὐάλεντι στρατευομένου ἐ[ν] σπείρᾳ· ὀθνεῖος
10αὐτοῦ ἐστιν· εἰσαχθῆναι ἰς τὴν πολειτείαν τὴν Ἀλεξαν-
11δρέων οὐ δύναται. καὶ προσέθηκεν· ἐχθὲς ἔφης
12ἄλλους ἐσχηκέναι παῖδας· ποίας ἡ[λ]ικίας εἰσίν, πότε
13ἐγεννήθησαν; Ὀκταούιος Οὐάλης ἀ[πε]κρείνατο ⟦.⟧
14ὁ εἷς νῦν, ὁ εἷς δὲ προγενέστερός ἐστ[ιν.] Εὐδαίμων
15εἶπεν· ὁ προγενέστερος ποῦ σοι σ[τρα]τ[ε]υομ[έ]νῳ
16ἐγένετο; Οὐάλης ἀπεκρείνατο ἐ[ν] χώρτῃ καὶ οὗ-
17τος ὁ μεικρότερος. Εὐδαίμων εἶπεν· ἴσθι
18καὶ ἐκείνους τῆς αὐτῆς τάξεως τούτῳ ὄντας.
19Ἔνια ἀπαράβατά ἐστιν. Οὐάλη[ς] εἶπεν· ἄρτι, ἐὰν γένηταί με ἀποδημεῖν, σὺ αὐτός μ[οι] ὑπογράψεις
20διʼ ἐπιτρόπου ἀπολαβεῖν με τὰ δίκ[αι]α. τί ἠδίκησαν
21οἱ παῖδες; Εὐδαίμων ε[ἶ]πεν· [εὔ]η̣θες π[ε]π̣οίηκα
22διὰ πολλῶν εἰπὼν ὃ ἐδυνάμη[ν] ..τ̣ευσαι ἐν ἐ-
23λαχίστῳ. ἐπιδὴ τοίνυν ἐπιχειρεῖς τοῖς ἀδυνάτοις,
24οὔτε οὗτος οὔτε οἱ ἄλλοι υἱ̣ο̣ί̣ σ̣ο̣υ Ἀ[λε]ξανδρέων
25πολεῖταί εἰ[σι]ν.

6

1ἰδίου λόγου Ἰουλιανοῦ.
2ἔτους κ Ἁδριανοῦ τοῦ κυρί[ου] Ἁθὺρ κε.
3Σαραπίωνος Ἀπολλωνίου καὶ Ἀμοισοισᾶ Ἡλιοδώρου [κα]τηγορούντων
4Κορνηλίας διʼ Ἀπολλωνίου [π]ρεσβυτέρου ῥήτορος ὡς ἐπικρατούσης
5ἀνδραπόδων ζ καταγραφένων α̣ὐτῇ ὑπὸ ⟦Ἰουλίου⟧ Ἀκουτιανοῦ
6ἀκ̣ληρονομήτου ἐν τῷ τῆς συνβιώσεως χρόνῳ, καὶ Θέωνος
7ῥήτορος παριστα⟦..⟧μένου [τ]ῇ Κορνηλίᾳ φάσκοντος γ̣ά̣μ̣ον νόμιμον
8μὴ̣ [γ]εγονέναι, στρατευομέ[ν]ῳ γὰρ συμβεβληκέναι τῷ Ἀκουτιανῷ
9καὶ τὰ ἀνδράποδα ταύτη̣ν ἐωνῆσθαι, ἀναγεινώσκοντός τε
10ὠνὴν Μούσης σὺν ὑποτιτθικῷ ἐπὶ τοῦ δωδεκάτου ἔτους καὶ
11Δάφνης ἐπὶ τοῦ ιθ, οἰκογενείας δὲ Θρεπτοῦ καὶ Συντρόφου,
12φ[ά]σκοντος δ̣ὲ̣ Ὡρείωνος ῥήτορος παρισταμένου αὐτῇ
13Σ[εου]ῆρον ὑποτίτθιον ἔ̣[τι εἶ]ναι ἐκ Μούσης γενόμενον, Ἐλπι-
14δηφόρου δὲ οἰκογένειαν ⟦δὲ⟧ μ̣[ὴ] ἔχειν, τοῦτο δὲ ἐπὶ πολλῶν φιλεῖν
15γενέσθαι, μ[ὴ] γὰρ παί[δων][ ο]ἰκογενείας τάσσεσθαι, Ἰουλιανός·
16τὸ μετὰ τὴν σ[τ]ρατεί[αν ὠνη(?)]θὲν ἀνδράποδον καὶ οὗ μὴ ἐπή-
17ν̣ε̣[γ]κας οἰκογένειαν .[.....]ται [ε]ἰς τ̣ὸ̣ν̣ κυριακὸν λόγον τὰ ἄλλα
18σοι ἀνίημι. ἀξιούσης αὐτῆς ἀποδοθῆναι τάλαντον
19ὃ ἔσχεν παρʼ αὐτῆς Ἀκουτιανὸς ἐν παρακαταθήκῃ καὶ ἀνα-
20γινωσκούσης τὰ γράμματα, τοῦ δὲ κατηγόρου λέγον-
21τος τοῦτο εἶναι τὸ γαμικὸν συμβόλαιον, του γὰρ στρατευομένους
22οὕτ̣ω συμβάλλει[ν], Ἰουλιανός· τὸ ἀναγνωσθὲν δάνειον
23ἐκβάλλω ἐκ παρανόμου γάμου γενόμενον.

History

  • 2015-03-26T05:19:33.864-04:00 [james.cowey]: Finalized - Ready.
  • 2015-03-26T05:19:33.857-04:00 [james.cowey]: Vote - Accept-Straight-to-Finalization - Fine.
  • 2015-03-25T05:36:21.699-04:00 [Anna%20Monte]: Data Entry Error

  • 2011-12-14 [gabrielbodard]: rationalized languages in langUsage
  • 2011-12-14 [gabrielbodard]: changed editor names to URIs
  • 2011-12-13 [Faith]: Automatic insertion of lb tags into origs to match existing lb tags in the reg
  • 2011-11-29 [gabrielbodard]: converted app type=BL|SoSOL to editorial
  • 2011-11-09 [Faith]: Third automated transfer of accents across reg-orig pairs
  • 2011-10-31 [gabrielbodard]: changed type=inWord to break=no
  • 2011-10-04 [Faith]: Automatically updated revision description
  • 2011-09-20 [Faith]: Automated transfer of accents across reg-orig pairs
  • 2011-03-02 [gabrielbodard]: batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg
  • 2010-05-05 [gabrielbodard]: changed schema; added xml:space=preserve; indented; changed sic to surplus; moved title/@n to idno
  • 2009-11-12 [gabrielbodard]: Added language la-Grek
  • 2009-06-27 [gabrielbodard]: Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema)
  • 2008-12-23 [papyri.info]: Automated split from transcoder files

Detailed history

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.