Papyri.info

sign in

Trismegistos 59099 = LDAB 194



Introduction

This papyrus has been digitally edited by Christian Sailer and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 59099 [xml]

column 1Imaged 2010-2015 by [unidentified responsible individual]

0[ca.14 lines missing]
1[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]δικ[αιο- ca.11 -]δια[- ca.19 -]ζη[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣]φο[  ̣  ̣  ̣ἐ]π' ὠφε̣[λε  ̣  ̣  ̣  ̣]ρ̣[  ̣  ̣  ̣  ̣  ̣] νοή[μ]ασι[  ̣  ̣  ̣  ̣]  ̣  ̣[  ̣  ̣  ̣  ̣]αστα̣[  ̣  ̣  ̣  ̣  ̣α]κ[ρό-]
γωνον· ὅμο[ι]ον γὰρ φα[ί]ην ἂν πα[γ]χριστια[ν]ὸν̣ ἑορτὴν [ἀτι]μάσαι κ̣[αὶ] ἀρ̣ε̣τ̣ήν.
Τοῦτο γὰρ ὄντως Χ(ριστο)ῦ ἑορτή· καθαίρειν τὴν ψυχὴν καὶ πρὸς ὕψος ἀνάγειν καὶ τὴν
5[χάριν κ]αραδοκεῖν ἀ[π'] ο̣ὐ[(ρα)νῶ]ν. Ἰδοὺ δή, [καὶ ν]ῦ̣ν̣ ὁ [σ]ωτηριώδης [το]ῦ κ̣η̣ρύγμα-
[τος παρ]έστη καιρὸς πρ̣ὸ̣[ς τὴ]ν σημασίαν ἥκ[ων τῆς σ]άλπιγγος τῆς ἀρ[γυρᾶς τοῦ]τ' ἔστι(ν)
τ̣[οῦ κα]θαροῦ καὶ διαυγο[ῦς λό]γ̣[ο]υ, κἀγὼ τὴν [πλησί]ον ὑμῖν τῆς ἑορ[τῆς ἡ]μέραν ὡς τοῦ
τ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]ς ἀ[ν]αγορεύσω, [ἵνα μὴ ἐλπίδ]ι μηδὲ ἀ[γάπῃ κοιν]ῇ̣ δὲ μᾶλλ[ον τῇ ἐλπί]δι κ(αὶ) ἀγάπῃ
  ̣  ̣[  ̣  ̣  ̣  ̣]ν, κα̣[ὶ] τῇ [μὲν ἐλπίδι] μετεωρ[ισ]θ[έντες τῇ δὲ] ἀγάπῃ [πα]ρασ[κευασθέντ]ες
10τῶν ἐκ τῆς πίστεως ἐπαγγελιῶν κατατρυφήσωμ[ε]ν. Ἐπείπερ οὖν [  ̣  ̣  ̣] τέρων
πάλιν ἐφΐεμαι ἅψασθαι καὶ τὰ ἐν αὐτοῖς εὐαγγέλια ἀνακηρύττειν ἐπείγομαι, τῆς γνώ-
σ[ε]ως τὸ θεῖον [κα]ὶ νοητὸν προκαλοῦμαι φῶς ἄνωθέν μοι δωρηθῆναι ἀπὸ
τοῦ π(ατ)ρ̣(ὸ)ς τῶν φώτων τὴν ἐ̣μ̣ὴν̣ [π]ρὸς κατανόησιν διά[ν]ο̣ιαν καταυγάζον καὶ
τὴν γλ̣[ῶ]ττ[α]ν ψ̣ελλίζουσαν τρανολογεῖν παρασκευάζον. Πᾶσα γὰρ ἀκτὶς εὐαγγε-
15[λ]ικὴ θε̣[ί]α [καὶ π]λησιφα̣ὴ̣[ς] κα[ὶ] ἀκ̣α̣τ̣ά[σ]βεστος· τὸ γὰρ [σ]π[ο]υδαζόμενον ἡμῖν
[  ̣  ̣  ̣  ̣  ̣]τ[ε]ι̣, ἐ̣π[ειδ]ὴ καὶ λόγ[ῳ] ὁ [θ(εὸ)ς τ]ὸ̣ ἡμ̣[έ]τερον τῶν ἀ̣ν(θρώπ)[ω]ν̣ τετ̣[ί]μηκε γένος
[- ca.18 -]ω πολ[ιτευό]μεθα. Πᾶς δὲ̣ [ἀνὴ]ρ [ἐ]πηγορευμένος
[- ca.21 -εὐαγγε]λ̣ικὴ [- ca.12 -ἀ]λλὰ κ[αὶ  ̣  ̣  ̣  ̣  ̣  ̣]η
[- ca.28 -]ου [- ca.15 -]τη [  ̣  ̣  ̣  ̣  ̣]το μα̣
20[ -ca.?- ]ι
column 2Imaged 2010-2015 by [unidentified responsible individual]

[- ca.9 -]μον[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ν τουτο[- ca.16 -]  ̣[  ̣  ̣  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣  ̣το]ῖς ἀν(θρώπ)[οις   ̣  ̣  ̣  ̣  ̣  ̣]σιν ὕδ̣[ωρ- ca.15 -]ι̣σπ  ̣[  ̣  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣] π̣ο̣λ̣υ μηκέτ̣[ι   ̣  ̣  ̣  ̣] δι̣ασῦραι δι[  ̣  ̣  ̣  ̣  ̣  ̣]τετο τέλος δ̣[ὲ  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣] παλινδρομ[οῦντες ἐ]ξ̣έβησαν ἐξ ἰσχ[ύος καὶ] π̣άσης αὐτοῦ [  ̣  ̣  ̣]
25[  ̣  ̣  ̣δυ]νάμεως· [- ca.9 -]κε τῶν ἐγχ[ειρούντω]ν̣ τ̣ὰ μεγάλα[  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣  ̣]στ̣[  ̣  ̣  ̣  ̣] Ο̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]νη[  ̣  ̣  ̣  ̣]τ  ̣[- ca.9 -]ρωπικ̣[ο]σ  ̣[  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣  ̣]ατ̣[- ca.13 -]αρ̣[- ca.18 -]κ̣[  ̣  ̣]δ[  ̣  ̣  ̣  ̣]
[ -ca.?- ]ν[ -ca.?- ]
μ[- ca.11 -] καὶ [ἐ]κ [τῶν γρα]φ̣[ῶν] γρ[ά]μματ[α  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ωτα̣ [  ̣  ̣  ̣  ̣] ρ̣οσ [  ̣  ̣  ̣  ̣  ̣οἱ ἐκ]
30τοῦ κό̣σ[μου] παν̣τ̣[ὸς] κεκλημέ̣[νοι] τὰ ἐξο̣υ̣θ[ε]νημένα [πα]ρὰ τοῖς ὑ[ψ]οῦσιν ἑαυτοὺ[ς] τ̣ερ̣ά̣ν-
τια τοὺς̣ ἀν(θρώπ)ους ἐδίδ̣[ασκ]ον, ὅσα [τοὺ]ς ἀκούον̣τ̣[ας] θαυμάζε[ι]ν ἐξίστα[σ]θαι παρεσκεύ[α]ζ[ε]. Κ(αὶ)
τοσ̣α̣ύτη τῶν ῥημάτων ὑ̣πῆ[ρχε]ν ἡ δύναμ[ι]ς χά̣ριτι̣ το[ῦ] χορηγοῦν[τ]ος α̣ὐτὰ [τ]οῖς ἀκο-
λο̣[υθοῦσιν ἀ]ν(θρώπ)οις, ὡς τοὺς [ἑλληνι]κοὺς φιλοσ̣[όφους ῥή]τοράς τε καὶ τοὺ̣[ς τὴ]ν̣ [ποι]κί-
λην [τοῦ] κ̣ό̣σμου σοφίαν ἀ[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]τας μηδενι(sic) ἰ[σχύειν] πρὸς ἀνατροπὴν̣ [τῆς ὠ]φε-
35λεία̣[ς τῆς ἐ]ξ̣ α̣ὐτῶν. Κατ[εκρί]ν̣οντο γοῦν οἱ δο[κοῦντ]ες εἶναι σοφοὶ κ[αὶ ὑπὸ] τῶν
[εὐ]τ̣ε[λῶν] μωροὶ ἐξηλ[έγ]χο[ντο ἐ]κ̣ πάσης γῆς [τ]ῷ κ̣[ηρύγ]ματι προσ[τρ]εχ[όντω]ν.
Καὶ τ̣ίς̣ [τ]α̣ῦτα γνῶμεν παρα[δό]ξως ἐπρυτάνευσε̣ [δη]μιουργεῖσθαι; ἀλ[λὰ] μ̣όνος
αὐτὸς κατὰ φιλάν(θρωπ)ον βούλησιν, ὁ κ(ύριό)ς μου καὶ θ(εὸ)ς Ἰ(ησοῦ)ς, [φ]ῶς ὑπάρχων ἀΐδι[ο]ν̣, φῶς
ὑπέρλαμπρον λογικὸν ἐνυ[π]όστατον, καρδίας φ[ω]τίζον καὶ αἰσθήσει[ς] διανοῖ-
40γον καὶ διαστράπτον ἐπίγνωσιν, ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Οὗ-
τος γοῦν παντὸς ἐπέκεινα λόγου, πᾶσα σοφία παρ' αὐτοῦ καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸ(ν)
αἰῶνα ὡς γέγραπται, δι' ἧς πάντα θεοπρεπῶς ἐνεργῶν καὶ τ[ο]ὺς τοῦ κόσμου
πένητας καὶ χειροβί[ου]ς καθαρ[θ]έντας κατ[έ]δ[ε]ιξεν πάσης σαρκικ̣ῆς παχύτητος
καὶ τὸ λογιστικὸν ἐλλαμφθ̣έντα[ς]· ἐνθαδὶ μὲν [σ]αρ[κὸ]ς̣ ὀφθαλμοῖς ἀξιω[θέν]τας
45αυ[  ̣  ̣  ̣]κ̣[  ̣  ̣  ̣  ̣]ρη  ̣  ̣  ̣  ̣  ̣μα[  ̣  ̣  ̣  ̣]α̣διημ[  ̣  ̣  ̣  ̣]η[  ̣  ̣]τ[  ̣  ̣  ̣  ̣  ̣]ας ὅπερ μεθ[  ̣]ρμ̣[  ̣  ̣  ̣  ̣]σ̣ε-
τα[ι  ̣  ̣  ̣  ̣  ̣]ων [- ca.9 -]ν̣εδρου[- ca.12 -]ενο̣ς̣ τω[  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]νη
[- ca.9 -]κ̣[- ca.15 -] θεδ̣[- ca.14 -] ἐχρ[η]μά̣[τισε  ̣  ̣  ̣  ̣  ̣  ̣]στως
column 3Imaged 2010-2015 by [unidentified responsible individual]

[ -ca.?- ]ιν
[ -ca.?- ]ω[  ̣] ἔσον-
50[ται -ca.?- τ]οῦ δρ[ό-]
[μου -ca.?- ] κ̣αὶ τε-
[ -ca.?- ]ρ̣ οὖν ὑμῖ(ν)
[ -ca.?- ]ζητη
[ -ca.?- πρ]οσθ̣ι[γ-]
55[γάν -ca.?- ]επ̣[  ̣  ̣]
[ -ca.?- ]κ̣[  ̣  ̣]  ̣  ̣
[7 lines missing]
64ἐ[πε]ίρει. Δε[ίξο]μεν δὲ τ[οῖς] πιστ[οῖς ἀ]π̣ὸ [γρα]φῶ[ν]. Κ̣α̣ὶ [γὰ]ρ ὁ [μὲν] κ̣(ύριο)ς
65καὶ θ(εὸς) Ἰ(ησοῦ)[ς] ἔ̣ργῳ κ̣[αὶ] λ̣όγῳ καὶ θε[λ]ήμα[τ]ι [ὡ]ς ἤδη διελ̣έχθ[η]ν [τὰ]ς ἰάσει̣ς εἰργά̣ζ̣ετο, ἀλλ'
οὔπω γε τῇ σκιᾷ α[ὐτ]οῦ θαυματουργεῖν σ[υγ]κεχώρηκεν. Τ̣ῶ̣ν̣ δὲ δεδοξασμέν[ω](ν)
[ὑ]π̣' αὐτ̣οῦ̣ μαθητῶν [αἱ σ]κια[ὶ] σωτηρίαν π̣ρ̣ο̣σ̣έπν̣εον τοῖς ν[ο]σοῦ̣σιν, ὅπερ ἐπὶ Πέ-
τ[ρου π]επλήρωται· ἄλ[λο]υ δὲ σουδάρια ἢ σιμικ̣[ί]νθια προσθιγγάνε[ι]ν τοῦ χρωτ[ὸ]ς
α[ὐ]τ̣ο[ῦ] καὶ ἀ̣ν̣τιπαραπ[έ]μ̣π̣ει τὴν ὑγίειαν [τοῖ]ς πλησιάζουσιν, ὅπ̣[ε]ρ̣ καὶ ἐπὶ τοῦ
70Παύ[λ]ου συγκεχώρηκεν. [Ἆ]ρά γε τῇ τηλικαύτῃ δωρεᾷ θαύματος ὑπ̣[ε]ρ̣βολὴ κατα-
λειμπ̣[ά]νεται; ὁ πάσ[α]ν̣ τὴν κτίσιν νοεράν τε καὶ α̣ἰσθητὴν νικῶν ἑκουσίως νι-
κᾶτ[αι] τ̣οῖς μαθηταῖ̣ς καὶ τῶ̣ν πρωτείων αὐτο[ῖ]ς παραχωρεῖ καὶ δεύτερος αὐτῶ(ν)
γίνεσθ̣α̣ι ἐν ταῖς θαυματουργί̣αις οὐκ ἐπαισχύνε̣ται. Ἀναλέξαντες τοιγαροῦν
ἀφ' ὧ̣ν̣ ἐκεῖνοι ἠξίωντα[ι] μ̣εγίστων καὶ ὑπερφυῶν μυστηρίων καθάπερ
75ἐξ ἀγαθῶν καὶ ἡδίστων καρπῶν ἅτε φυτουργοὶ σωτηρίας ἐν κόσμῳ εἰς πά-
σας γεγονότες γ̣[ε]νεάς, εἴσοδον ἑαυτοῖ[ς] πεποιήμεθα τῶν ἀρτίως ἡμῖν ἀποδο(sic)-
μένων διδασκα[λ]ικῶν ὑπομνήσεων τὴν τοῦ ἑνὸς ἐξ αὐτῶν θεολόγου χρη-
ματί[σ]αντος βροντ[ή]ν. Οὐκοῦν π̣ρ̣ὸς τὸ ὕψος τῶν νοημάτων αὐτῆς ὡς
οἷό[ν]τε ἀναβησόμεθα· φοβερῶς γὰρ ἅμα καὶ παραδόξως ταύτην ἐνηχήθη-
80μεν. Τί δὲ περισσὸν φέ̣ρει ὁ τῆς(sic) δεσποτ̣ικ[ο]ῖ̣ς ἀναπαυόμενο̣ς σ[τ]ήθεσιν, ὅσῳ πε-
φ[ίλητ]αι αὐτῷ τ[ῷ δι]δ̣[ασκ]άλῳ μᾶλ[λον] τῶν ἄλλων μα[θ]η̣τῶν καὶ διαδό -
column 4Imaged 2010-2015 by [unidentified responsible individual]

[χων- ca.20 -]κλ̣[  ̣  ̣  ̣  ̣τοῦτο] δὲ μόν[ον κ]α̣[ταλέλ]ειπτα[ι ἡμῖν,]
[ἵνα ὅσα] ἐθεολόγη̣[σε κ]α̣τ̣ανο̣ήσωμεν. καὶ θ(εὸ)ς ἦν, φη[σίν, ὁ λ]όγος, καὶ ὁ λόγος σ̣[ὰρξ ἐγέ-]
[νετο κ]αὶ ἐσκήν[ωσεν] ἐν ἡμῖν, κ[αὶ ἐθε]α̣σάμεθα τὴν δό̣[ξαν α]ὐτοῦ δόξαν ὡς [μονογε-]
85[νοῦς] παρὰ π(ατ)ρ(ὸ)ς̣ π̣[λήρη]ς χάριτος καὶ [ἀληθε]ίας. Εἶτα [πά]λιν μεθ' οὐ πολὺ [ὅμως]
[ἡμᾶ]ς̣ ἐξιστακέ̣[ναι π]α̣ρα̣σ̣κευάζει καὶ ὡ[ς] πρὸς ἀντίρρησιν τ̣ὸν̣ ἡμέτερον αἰνιττ[όμ]ε-
[νος] λογισμὸν ε̣ἰ̣[ς ἀηδ]ίαν φέρει κα̣ὶ ἐ̣πά[γ]ει τὸ 'θ(εὸ)ν οὐδεὶς ἑώρακε πώποτε'. Πρὸς ὅν
[ἀντιρρη]τικῶς ἐρ[οῦμε]ν· Τί φῇς, ὦ [θεολ]όγε κα[ὶ] θεοκάτοχε μαθητά, θεοπτίας τῷ κό-
[σμῳ] π̣ροκατέβα[λες σ]π̣έρματα, καὶ τα[ύ]της παραυτίκα ἀορασίαν παρεισφέρεις; Ε[ἰ τ]οί-
90[νυν το]ῖς π̣ιστ[οῖς ὀφθῆν]αι ἡ τοῦ θ(εο)ῦ λόγου δόξα ὡς μονογενοῦς καὶ ταῖς ὑμετέραις χε̣[ρ]σὶ(ν)
[ὡς] μ̣εμαρτ[ύρηκας] ψηλαφηθῆνα̣ι ἠ[ν]είχετο, πῶς θᾶττον αὖθις ἀνακηρύτ-
[τεις θ(εὸ)]ν ὑπ' οὐ[δενὸς π]ώποτε μὴ θεωρηθ̣ῆναι; Τίς δὲ καὶ πρὸ τῆς τοῦ λόγου ἐν σαρ-
[κὶ π]α̣ρουσίας ὁ̣ π̣[ολυτρό]πως τοῖς πατ[ράσ]ι καὶ τοῖς προφ[ήτ]αις φανείς, ὁ καὶ [ἐκ β]ά-
[του] π̣[ρὸς] τ̣[ὸ]ν Μωϋσ[έα προσλαλ]ήσας, ἢ τ[ίς] ἦν, ὃν ἐπὶ τῶν Σαραφὶν τεθεώρηκ[ε]ν̣
95[Ἠσαΐας καὶ Ἰ]ε[ζε]κιὴ[λ ἐπὶ τῶν Χ]ερουβεὶμ̣ κα̣ὶ̣ [Δανι]ὴλ ἐπὶ πυ̣ρίνο̣υ [ποτα]μοῦ δο̣ρυ̣φο-
[ρούμενον]; Τί καὶ̣ [ὁ συμμαθ]η̣τής σου κ[αὶ συνευα]γ̣γελιστὴς Μ̣ατθαῖ[ος] διδάσκ[ε]ι λέ-
[γων·] '[Μ]ακάρ[ιοι οἱ καθαροὶ τ]ῇ̣ καρδ[ίᾳ, ὅτι αὐτοὶ τὸ]ν θ(εὸ)ν ὄψ[ονται, ὃν] οὐδεὶς [ἑώρα]'-
'κ̣[εν] π̣ώ[π]οτε;' ἀλ̣[λ]ὰ [σύ,] ὦ φ[ι]λομαθ̣έ̣[στ]α[τε], π̣ά̣[ντ]ως βοᾷ[ς β]ρ̣ο̣[ντ]ᾷ[ς τε] βρονταῖ[ος εὐαγ-]
γελι̣στή[ς]· πειθέτω ὑμᾶς̣ ὁ̣ σὺν ἐμοὶ βοῶν Παῦ̣λος· 'Ὃν ἶδεν οὐδ̣εὶς ἀν(θρώπ)ων οὐ'-
100'δὲ ἰδεῖν δύναται.' Σημαίνεται μὲν οὖν, ἴσμεν πρόδηλον, διὰ τῶν ἱερῶ(ν)
γραμμάτων τὸ θεῖον διαμπὰξ ἀόρατον εἶναι κατὰ τὸν ἴδιον ὅρον, ὅπερ τῇ
ἁγίᾳ καὶ σεβασμίῳ μόνῃ πέφυκε τ[ρι]άδι· διά τοι τοῦτο καὶ οἱ τοῦ Χ(ριστο)ῦ μαθηταὶ
[τ]ῷ ἀδυνάτῳ εἰκ[ό]τ̣ως κέχρηνται τ[ρό]πῳ τῆς ἀπορρήτου καὶ ἀκαταλήμπτου
φύσεως ταύτης τ̣[ὸ] ἀθεώρητον ἀναβοῶντες, ἀλλ' εὐ[θ]ὺς ὅμως τὸ ὑπερφυῶς
105γεγενημένον δι' ἡμᾶς τῆς φιλαν(θρώπ)ου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς ἁγίας τ̣ριά-
δος φοβερὸν μυστήριον ἐπιφέρουσιν καὶ πανταχῆ τοῦτο εὐαγγελιζόμενοι θεο-
πτίαν ἀληθεστάτην καὶ θεοκρατίαν ἀκριβεστάτην πᾶσιν ἀπέφηναν κατὰ
τὴν ἀψευδῆ τοῦ σ(ωτῆ)ρ(ο)ς φωνὴν πρὸς Φίλιππον ἐπιτατικῶς πρὸ τοῦ πάθους φή-
σαντος· 'Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;'
110'Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν π(ατέ)ρα', Τὸν δὲ Θωμᾶν τῇ ἀναστάσει ἀπιστήσαν-
τα καλέσαντος καὶ ψηλαφᾶν ἐπιτρέψαντος τὰς χεῖρας ἑαυτοῦ καὶ τὴν πλευράν,
ὡς κἀκεῖνον δειλιῶντα ἀναβοῆσαι τὸ ὁ κ(ύριό)ς μου καὶ ὁ θ(εό)ς μου. Δι' ὃ δὴ καὶ ἡμεῖς
ἐμφρόνως ὑπὸ τῆς θείας ποδηγούμενοι χάριτος καὶ τῶν θεολήμπτων ἀπο-
στόλων τὰ μέ[γι]στα ἀεὶ πλουτοῦντες διδάγματα φράσωμεν, ὅτι θ(εὸ)ς ὅπερ ἐστὶ
115φύσει καὶ ἀλ[η]θείᾳ, οὐδὲν κτιστὸ̣ν παντελῶς ἰδεῖν πληροφορηθῆναι δυνή -
column 5Imaged 2010-2015 by [unidentified responsible individual]

σετα̣[ι]. Π̣ῶ̣[ς] γὰρ ἀν[είχοντο] τὰ φρικω[δέστατ]α [Σ]αραφίν̣[; κατεκ]άλυπτον [τὰ]
πρ[όσωπ]α τῆς θείας λα̣[μπ]ηδόνος τὸ ἀνύ[ποισ]τον μὴ φέρο̣[ντα.] Ὅπου οὖν [οὕτω]
φ[οβερὸν] τοῦτο, μή τί γ[ε  ̣  ̣  ̣  ̣  ̣], ἀλλ' οὐδὲ ἐν[  ̣  ̣  ̣  ̣ὀφ]θῆναι δύν[αται] κ̣τιστῇ φύσε̣[ι, ἐμ-]
φα[ίνεσ]θαι δὲ τοῖς κεκα̣[θαρμ]ένοις τὴν κ[α]ρδ[ία]ν̣ οὐκ οἷός ἐστ[ι]ν [ἀλ]λ' ὅσον οἱ βλέπο[ντες]
120χωρο[ῦ]σ̣ιν ἰδεῖν. Ὅθεν Μωϊσεῖ μὲν ἑτέρως λελάληκεν καὶ τῷ Ἠσαΐᾳ ἑτέρω̣ς̣
τεθεώρηται καὶ ἑτέρως τῷ Ἰεζεκιὴλ καὶ τῷ Δανιὴλ ἑτέρως, οὐκ αὐτὸς ἑτε-
ροιούμ[ε]νος - μὴ γένοιτο - ο̣ὐ γὰρ ἐν αὐτῷ ἐστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα·
πρὸς δ[ὲ] τὰς ἕξεις τῶν θεωμένων ἁρμοζόμενος. Ὅτε δὲ ηὐδόκησεν ὁ θ(εὸ)ς καὶ
π(ατ)ήρ τ[ι]σι γνωρισθῆνα[ι τί] ἦν τῆς θεότητος ὄ[νο]μά τε καὶ χρῆμ[α, ἐ]ν νόμῳ καὶ προ̣-
125φήταις δι' ὁράσεων καὶ αἰνιγμάτων ἑαυτὸν ἐφανέρωσεν. Ὑπέδειξε δὲ δι' αὐτῶ(ν)
καὶ τὸν μονογενῆ αὐτοῦ υ(ἱὸ)ν καὶ τὸ πν(εῦ)μα τὸ ἅγιον, ἀλλ' οὐκ ἐναργῶς, ἐπειδὴ μήπω
τὴν τ[ῆ]ς̣ πανσέπτου τρι[ά]δος ἐχώρει δηλουμένην μίαν οὐσίαν τε καὶ θεότητα ἡ τ(ῶν)
ἀν(θρώπ)ων φύσις̣. Ὁ δέ γε θ(εὸ)ς λόγος ὁ ἐν τοῖς κόλποις ὢν ἀεὶ τοῦ π(ατ)ρ(ὸ)ς ἐν ὑστέροις καιροῖ̣ς
σὰρξ γεν̣όμενος κατὰ τὴν τοῦ εὐαγγελίου φωνὴν καὶ σκηνώσ̣ας ἐν ἡμῖν καὶ τοῖς
130ἀν(θρώπ)οις ὀ[φ]θῆναι καταδεξ[άμ]ενος τὴν ἑαυτο[ῦ] δ̣όξαν ὡς μονογεν̣οῦς παρὰ π(ατ)ρ(ό)ς, ἐκεῖνος
ἡμῖν [ἐδωρ]ήσ̣[ατ]ο̣ τὴν χ[άριν] κα[ὶ τ]ὴν ἀλήθε̣[ιαν] ἴσ̣[ον] ἑαυ̣τὸν̣ [τῷ π](ατ)ρὶ̣ [διὰ] τ̣ῶ̣ν̣ [θεοπρε-]
πῶν [ἔ]ργων ὑποδείξας καὶ ταῖ[ς] τῶν ἄν(θρώπ)ων ἐ̣γ̣κατ[α]σ̣πείρας δ[ι]α̣[ν]ο̣ί̣αις τὸ τῆς ἀορά[του] ((coronis))
φύσεως θεῖον γνώρισμα, καὶ εὐθὺς τοῖς πᾶσι παρέδωκε πιστεύειν· Εἰς ἕνα
θ(εὸ)ν π(ατέ)ρα παντοκράτορα καὶ εἰς ἑαυτὸν ἕνα κ(ύριο)ν Ἰ(ησοῦ)ν Χ(ριστὸ)ν καὶ εἰς τὸ πν(εῦμ)α τὸ ἅγιον, θ(εὸ)ν ἕνα
135τὰ τρία, οὐ φύσεσι μέντοι καὶ οὐσίαις διαιρούμενα, καὶ διὰ τοῦτο τρεῖς θεοὺς ἀνοσίως
ὁμολογεῖν, ταῖς δὲ ὑποστάσεσι μᾶλλον ἤτουν(sic) προσώποις θεολογικῶς συναπτόμε-
να εἰ[ς] μίαν οὐσίαν, εἰς μίαν θεότητα, εἰς μίαν δόξαν, εἰς μίαν βασιλείαν. Φησὶ
γὰρ π[ρ]ὸς τοὺς μαθητὰς μετὰ τὴν ἔνδοξον ἀνάστασιν· 'Πορευθέντες μαθητεύ'-
'σατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ π(ατρὸ)ς καὶ τοῦ υ(ἱο)ῦ καὶ τοῦ ἁγίου'
140'πν(εύματο)ς·' προσθήκην ἐντεῦθεν τῇ τριάδι ἐπινοεῖσθαι μὴ ἐκδιδάξας διὰ τὴν ἐν-
ἀνθρώπησιν, μᾶλλον δὲ θεοπρεπῶς ἑαυτὸν ἀποφαίνων ἕνα υ(ἱὸ)ν καὶ κ(ύριο)ν εἶναι
μετὰ τῆς ληφθείσης ἐξ ἡμῶν δι' ἡμᾶς ἐμψύχου σαρκὸς ὡς θεοποιηθείσης ἤδη
κατὰ ἀλήθειαν τῇ πρὸς αὐτὴν τοῦ λόγου οἰκειώσει, εἰ καὶ πρὸς ἡμῶν ἐν αὐτῷ
σώζεται ἀναντιρρήτως τὸ ἀσύγχυτον, τουτέστιν ἡ διαφορὰ τῶν ἑνωθέντων
145καθ' ὑπόστασιν ἀδιάσπαστον θεότητός τε φημὶ καὶ ἀνθρωπότητος. παντὸς δὲ
ἀριθμοῦ ὅμως καὶ διαιρέσεως ἔξω καθεστηκότα. Οὐκοῦν αὐτοκατάκριτοι
ἂν εἴησαν οἱ ἐν δύο φύσεσιν αὐτὸν ὑποβαλλόμενοι μετὰ τὴν ἄφραστον ἕνωσιν.
Τοῦτο γὰρ τέταρτον ἀριθμὸν τῇ ἁγίᾳ περιποιεῖται τριάδι καὶ τὸ σωτήριον πάθος,
ὅπερ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, παραχαράττει, καὶ ἀλλοτριοῖ αὐτὸν τὸν σαρκω-
150θέν[τα] θ[εὸ]ν λόγον τῶν ἑ̣[κ]ουσίων καὶ ἀναμ̣α̣ρ̣τήτων αὐτο[ῦ] παθῶν, τῇ δὲ σ̣α̣ρκὶ
column 6Imaged 2010-2015 by [unidentified responsible individual]

μόν[ῃ καὶ ψ]ιλ̣ῷ ἀν(θρώπ)ῳ [διασ]π̣άσ̣[τ]οις συνάπ[τει]. Οἱ δὲ τῆ[ς ἑτέ]ρα̣[ς ἀ]θέου μοίρα[ς]
τῇ αὐ̣[τῇ ὑ]ποκείμενοι [κατ]αδίκῃ κ[αὶ] ὡς ἐν ἀλλασσομ̣έναις λέξεσιν τὴν
πλάν[ην ἔ]χοντες ἰσόρρο[πον] τολμῶσι λέγει<ν> ⟦λ̣έ̣ξεσιν τὴν πλάν̣ην ἔχοντες ἰσόρ⟧-
⟦ροπον τ[ολ]μ̣ῶσι λέγειν ἐ]ξ [α]ὐτῆς ἑνώσεως ἀπαθὲς εἶναι τοῦ κ(υρίο)υ τὸ σῶμα, καὶ
155κατὰ πάντα τρόπον ἄφθαρτον, δοκήσει καὶ φαντασίᾳ τερατολογοῦντες τὸ τῆς
σωτηρίας ἡμῶν φοβερὸν μυστήριον. Τίς τοίνυν τῶν εὐσεβούντων οὐκ ὀ-
δυνᾶται τῶν ἀμφοτέρων ἀκούων τὸ ἀπηχέστατον δόγμα, τίς οὐκ ἡ-
γεῖται το̣ῦτο εἶναι ψυχικ̣ῆ̣ς εὐεργεσίας ἐπιζήμιον τοῖς ἀβασανίστως παραδε-
χομένοις; Ἡμεῖς δὲ θέσφατον αὐτῶν ἀποδείξαντες τὴν νόσον π(ατ)ρικοῖς
160χρησώμεθα θεσπίσμασιν, ἐξ ὧν ἑκάστοτε προκομίζοντες τὰ κατ' ἐκείνων
στρατολογοῦντα καὶ κατακοντίζοντα καὶ καταδεεστέρους αὐτοὺς ἀποφαίνον-
τα ἡμᾶ[ς] δὲ νηφαλίους περὶ τὴν ὀρθότητα ἔτι μᾶλλον εἶναι παρασκευάζον-
τα καὶ καρτερικωτέρους ἐπ' αὐτῆς ἀεὶ διατηροῦντα. Παρείτω τοίνυν
εἰς μέσον τῶν π̣ρώτων κα̣ὶ θ̣[ε]ί̣ων ἀνδρῶν [ὁ] π(ατ)[ὴ]ρ ἔγκριτος κα̣ὶ π̣εριφανέ-
165στατο̣[ς] Φ̣[ῆ]λ̣ιξ [ὁ ἁγ]ιώτα̣[τος τῆ]ς̣ ἁ[γία]ς τῶν Ῥω[μ]α̣ί[ω]ν̣ ἐκκλη[σία]ς ἐ[πί]σκοπος
γεγ̣ονὼ[ς κ]α̣ὶ [λε]γέτω ἡμ̣[ῖν, ἅ]π[ερ] ἐν ἐπιστ[ολῇ] γέ[γρ]αφε πρὸ[ς Μά]ξ̣[ιμο]ν τὸν ἁγ[ιώ-]
τατον αὐτοῦ ὁμόφρονα καὐτὸν ἐπίσκοπο̣ν̣ χρηματίσαντα τ̣αύτης τῆς περι-
ωνύμου πόλεως Ἀλεξανδρείας καὶ πρὸς τ[ὸ]ν κλῆρον αὐτῆς [ο]ὕτω περιέχον-
τα· 'Περὶ δὲ τῆς σαρκώσεως τοῦ λόγου καὶ τῆς πίστεως ἡμῶν· πιστεύ'-
170'ομεν εἰς τὸν κ(ύριο)ν ἡμῶν Ἰ(ησοῦ)ν Χ(ριστὸ)ν τὸν ἐκ τῆς παρθένου Μαρίας γεννηθέντα, ὅτι'
'οὗτός ἐστιν ὁ τοῦ θ(εο)ῦ ἀΐδιος υ(ἱὸ)ς καὶ λόγος, καὶ οὐκ ἄν(θρωπ)ος ὑπὸ θ(εο)ῦ ἀναλημφθείς, ἵν''
'ἕτερος ᾖ παρ' ἐκεῖνον. Οὐ γὰρ ἄν(θρωπ)ον ἀνέλαβεν ὁ τοῦ θ(εο)ῦ υ(ἱό)ς, ἵν' ἕτερος ᾖ παρὰ τοῦ'-
'τον, ἀλλὰ θ(εὸ)ς ὢν τέλειος γέγονεν ἅμα καὶ τέλειος ἄν(θρωπ)ος σαρκωθεὶς ἐκ παρθένου,'
'θ(εὸ)ς μὲν ὢν ὡς νοῦς ἄτρεπτός τε καὶ ἐπου(ρά)νιος λόγος· λόγος γάρ ἐστι τοῦ θ(εο)ῦ καὶ'
175'σοφία, καὶ διὰ τοῦτο ἄκτιστος καὶ θ(εό)ς· ἄν(θρωπ)ος ὁ αὐτὸς γενόμενος σαρκὶ ἀνθρωπίνῃ'
'τῇ ἐκ Μαρίας συναφθείς. Εἰς Χ(ριστὸ)ν Ἰ(ησοῦ)ν πιστεύομεν θ(εὸ)ν ὁμολογοῦντες αὐτὸν θεϊ'-
'κῇ τῇ φύσει οὐ μετοχῇ θεότητος· αὐτὸς γάρ ἐστιν ὁ μετεχόμενος θεϊκῶς'
'ἐμφυσήσας τοῖς μαθηταῖς τὸ ἅγιον πν(εῦμ)α, αὐτὸς παθὼν τῇ ἰδίᾳ σαρκὶ ὑπὲρ'
'ἡμετέρας σωτηρίας καὶ σώζων ἐξ ἁμαρτιῶν τοὺς πιστεύοντας εἰς αὐτόν.'
180'Καὶ μετ' ὀλίγα· κ(ύριο)ς εἷς ἐστιν ὁ ἐκ Μαρίας γεννηθείς, ἐξ οὗ τὰ πάντα κατὰ τὸ(ν)'
'Παῦλον, αὐτὸς ὢν ὁ τοῦ θ(εο)ῦ λόγος, δι' οὗ τὰ πάντα ὡς Ἰωάννης φησίν. Ἀνα'-
'θεματίζομεν δὲ τοὺς παθητὴν τὴν θεότητα λέγοντας καὶ τοὺς ἄν(θρωπ)ον λέγον'-
'τας τὸν σταυρωθέντα Χ(ριστὸ)ν καὶ μὴ ὅλῃ τῇ ὑποστάσει θ(εό)ν. Πιστεύομεν'
'δέ, ὅτι θ(εό)ς ἐστιν ἀληθεινός, ὁ σαρκὶ μὲν πάσχων, πν(εύματ)ι δὲ ἀπαθὴς διαμένω(ν),'
column 7Imaged 2010-2015 by [unidentified responsible individual]

185'αὐτὸ̣ς ὢ[ν] υ[(ἱὸ)ς θ(εο)ῦ κ]αὶ υ(ἱὸ)ς ἀν(θρώπ)ου μ̣ον̣[ο]προσώπω[ς]· μονογενὴς γὰρ οὗτος ὡς θ(εο)ῦ υ(ἱό)ς, ἐν ᾧ'
'καὶ οἱ πιστεύ[ο]ντες σωζόμεθα.' Ἰούλιος δὲ ὁ τῆς αὐτῆς ἀποστολικῆς καθέ-
δρας κληρωθεὶς ἀχιποιμὴν ὅσιος ὁμοφρόνως τὰ παραπλήσια πᾶσιν ἐξέδωκεν
δι' ἐπιστολῆς παρ' αὐτοῦ γραφείσης τῷ Προσδοκίῳ καί φησιν· 'Κηρύσσεται'
'εἰς συμπλήρωσιν τῆς πίστεως καὶ σαρκωθεὶς ἐκ παρθένου Μαρίας τοῦ θ(εο)ῦ υ(ἱὸ)ς καὶ'
190'σκηνώσας ἐν ἀν(θρώπ)οις, οὐκ ἐν ἀν(θρώπ)ῳ ἐνεργήσας· - τοῦτον γὰρ ἐπὶ προφητῶν καὶ ἀποστό'-
'λων· - τέλειος θ(εὸ)ς ἐν σαρκὶ καὶ τέλειος ἄν(θρωπ)ος ἐν πν(εύματ)ι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος'
'θ(εὸ)ς ἀναλαβὼν ἄν(θρωπ)ον, ἕτερος δὲ θνητὸς ἄν(θρωπ)ος ἀναλημφθεὶς ὑπὸ θ(εο)ῦ, ἀλλ' εἷς μονογε'-
'νὴς ἐν οὐ(ρα)νῷ, μονογενὴς ἐπὶ γῆς, θ(εὸ)ς τῇ θείᾳ φύσει, ἄν(θρωπ)ος τῇ σαρκικῇ μορφώ'-
'σει· καθ' ὁμοιότητα αὐτοῦ σώζων κόσμον κατὰ μετάλημψιν τοῦ ἰδίου πν(εύματο)ς, ὃ δω'-
195'ρεῖται δι' ἐμφύσεως· θ(εὸ)ς ὢν ἐν σχήματι ἀνθρωπίνῳ, βασιλεὺς ἐπου(ρα)νίων καὶ ἐπι'-
'γείων καὶ καταχθονείων ὑπὸ πάντων ὡς εἷς καὶ μόνος κ(ύριο)ς δοξαζόμενος εἰς'
'δόξαν θ(εο)ῦ π(ατ)ρ(ὸ)ς ἡμῶν. Εἰ δέ τις ἄν(θρωπ)ον ὑπὸ θ(εο)ῦ προσλημφθέντα λέγει τὸν'
'ἐκ Μαρίας Ἰ(ησοῦ)ν καὶ δύο πρόσωπ[α] ἑνωθέντα, γινωσκέτω τῆς ἀληθείας ἐλπίδος'
'ἀλλότρι[ος ὤν]. Ὁ γὰρ [θ(εὸ)ς λόγο]ς, δι' οὗ τὰ π[ά]ντα ἐγένετο, αὐτός ἐστιν Ἰ(ησοῦ)ς, δι' οὗ τὰ πάν'-
200'τα, ὡς [Ἰωάνν]ης καὶ Π[αῦλος ἐ]δίδαξαν, [οὐ τ]ὸν λόγον εἰπόντες ἀνειληφέναι Ἰ(ησοῦ)ν'
'τὸν ἐκ Μ[α]ρ̣ίας τ̣εχθέντα, [ἀ]λλ' αὐτὸν ἐλθε[ῖ]ν̣ εἰ[ς] κόσμον γεν̣ό̣μ[ε]νον ἐκ γυν̣αι̣κός.'
Οὗτοι μ[ὲ]ν οὖν τῶν τὰς δύο φύσε̣ις ἐπὶ το̣ῦ ἑνὸς Χ(ριστο)ῦ πρεσβευόντων οἱ ἔλεγχοι τὰς
εἰσαγούσας αὐτῷ οὐκ εὐσεβῶς δύο πρόσωπα, ἅπερ ῥητῶς ὀνομάσαι μὲν ἀποφεύ-
γουσιν, τὸ παρὰ πάντων κωμωδεῖσθαι ὑφορούμενοι, δολερῶς δὲ καὶ ἀσυφή-
205λως ἅτε ἀπαταιῶνες ὄντες αὐτὰ προβαλλόμενοι διὰ τοῦ λέγειν μετὰ τῶν ἄλλω(ν)
δυσφημιῶν δύο φυσικὰς ἰδιότητας, οἰόμενοι ἐντεύθεν οἱ δίλαιοι διαλανθά-
νειν τοὺς τῆς ἐνθέου διδασκαλίας ἐπιστήμονας τὴν ἐγκεκρυμμένην αὐτοῖς
ἀτοπίαν. Τίς γὰρ οὐκ ἂν νοήσειε σαφῶς τὴν φυσικὴν ἰδιότητα ὑπόστασι(ν)
εἶναι ἤτοι πρόσωπον; φέρε δέ· καὶ περὶ τῶν δοκητῶν τῶν ἴνδαλμα
210ποιουμένων τὸ ἀληθὲς τοῦ Χ(ριστο)ῦ μυστήριον ἀπὸ π(ατ)ρικῶν αὖθις φωνῶν δεί-
ξωμεν, ὅτι ἀσεβὲς καὶ τῆς ἀληθείας ἀλλότριον τὸ εἰρημένον αὐτοῖς ἀναιδῶς,
ἐξ αὐτῆς ἑνώσεως ἀπαθὲς καὶ ἀθάνατον γεγονέναι τοῦ κ(υρίο)υ τὸ σῶμα. Ὁ γὰρ σο-
φώτατος καὶ ἀποστολικὸς ἱεράρχης Διονύσιος ὁ Ἀρεοπαγίτης, ὁ τῶν Ἀθηνῶν
τὸν ἐπισκοπικὸν προδιϊθύνας θρόνον, ἐκ τῶν θεολογικῶν στοιχιώσεων
215Ἱεροθέου τοῦ ἁγιωτάτου ἔφη ὧδέ πως· 'Ὅθεν ἐπειδὴ καὶ ἕως φύσεως'
'ὑπὲρ φιλανθρωπίας ἐλήλυθεν καὶ ἀληθῶς οὐσιώθη καὶ ἀνὴρ ὑπέρθεος'
'ἐχρημάτισεν - ἵλεω εἴη πρὸς ἡμῶν τὰ ὑπὲρ νοῦν καὶ λόγον ὑμνούμενα -,'
'κἂν τούτοις ἔχει τὸ ὑπερφυὲς καὶ ὑπερούσιον, οὐ μόνον ᾗ ἀναλλοιώτως'
column 8Imaged 2010-2015 by [unidentified responsible individual]

'ἡμῖν κ[α]ὶ [ἀσυ]γχύτως κεκ̣[οι]νώνηκε μηδὲν π[ε]π̣[ον]θὼς εἰς τ[ὸ] ὑπ[ε]ρπλή'-
220'ρης αὐτοῦ πρὸς τῆς ἀφθέγκτου κενώσεως, ἀλλ' ὅτι καὶ τὸ πάντων καινῶν'
'⟦καινῶν⟧ καινότατον ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν ἐν τοῖς κατ' οὐσία(ν)'
'ὑπερουσίως πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ὑμᾶς ἔχων.' Φησὶ δὲ καὶ
ὁ μέγας Ἀθανάσιος, ὁ τόνδε τὸν καθ' ἡμᾶς ἀποστολικῶς καταφαιδρύνας θρόνον,
ἐκ τοῦ κατηχητικοῦ λόγου περὶ τῆς σωματικῆς ἐπιφανείας τοῦ κ(υρίο)υ ἡμῶν
225Ἰ(ησο)ῦ Χ(ριστο)ῦ τοιῶσδε· 'Τί ἔδει ποιεῖν τὸν κ(ύριο)ν περὶ τούτου ἢ ποῖον ἔτι τέλος γενέσθαι'
'τοῦ σώματος ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ λόγου; Μὴ ἀποθανεῖν μὲγ γὰρ οὐκ ἠ'-
'δύνατο, ἅτε θνητὸν ὂν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς θάνατον, οὗ'
'χάριν καὶ ὁ σ(ωτ)ὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ· μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε διὰ τὸ'
'ζωῆς αὐτὸ ναὸν γενέσθαι. Ὅθεν ἀπέθανεν ὡς θνητόν, ἀνέζησε δὲ διὰ τὴ(ν)'
230'ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως γνώρισμα τὰ ἔργα.' Ὁ αὐτὸς πάλιν ἀοί-
διμος π(ατ)ὴρ ἐκ τοῦ τρίτου λόγου τοῦ Περὶ Τριάδος βιβλίου κατὰ τῶν ἀσεβεστά-
των Ἀριανῶν ταῦτα διέξισιν· 'Οὐ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν'
'γένοιτο, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν, θνητὴ γὰρ ἡ ἁγία Μαρία,'
'ἐξ ἧς ἦν τὸ σῶμα. Διὸ ἀναγκαῖον ἐν πάσχοντι καὶ κλαίοντι καὶ κάμνον'-
235'τι γενομένου αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρ'-
'κός.' Κύριλλος δέ, ὁ τῶν δογμάτων ἀκριβὴς διδάσκαλος, ἐκ τῆς προτέρας
βίβλου τοῦ Θησαυροῦ παραπλησίως οὑτωσὶ λέγει· 'Ἐπειδὴ γὰρ φθαρτὸν κ(αὶ)'
'θνητὸν ἔλαβε σῶμα καὶ τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ'
'τῆς σαρκὸς καὶ ταύτης ἰδιοποιεῖται πάθη, καὶ αὐτῆς ὑπομενούσης αὐτὰ ὡς'
240'αὐτὸς ὑπομένων λέγεται. Οὕτω γάρ φαμεν, ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέ'-
'θανεν τοῦτο παθούσης τῆς σαρκός, οὐχ ἰδίᾳ καθ' ἑαυτὸν τοῦ λόγου.' Ταῦτα μὲ(ν)
οὖν ὀλίγα τῶν ἁγίων π(ατέ)ρων λαμπρὰ γνωρίσματα γνωμοδοτοῦντα ἡμῖν
τὴν εὐθεῖαν προβαλλόμεθα, τὰ πλεῖστα ὅσα αὐτοῖς ὑπὲρ εὐσεβείας πεπόνην-
ται εἰς ἕτερον θησαυρίσαντες καιρόν. Ὑμεῖς δὲ οἱ τῆς ἀμωμήτου πίστεως
245ἐρασταί, οἱ τῆς ἀρίστης πολιτείας σύντροφοι, τὰ τῆς ἐκκλησίας ἱερὰ θρέμματα,
σπουδάσατε μέχρι βίου παντὸς ταύτην ἀπαραποίητον διατηρῆσαι νήφον-
τα κεκτημένοι τὸν λογισμὸν γρηγοροῦσαν τὴν σύνεσιν, μὴ ἐμπεσεῖν εἰς
τὰς ἀκάνθας τῶν κατὰ καιροὺς αὐτὰς ἐπισπειρόντων καὶ συμπληγῆναι
τοῖς ἰοβόλοις αὐτῶν τοξεύμασιν· μᾶλλον δὲ συνετῶς ἐννοῆσαι, πῶς κατα-
250πεφρόνηνται τῶν ἐγκρίτων π(ατέ)ρων τὰ ὀρθὰ δόγματα ἕνα εἶναι τὸν Χ(ριστὸ)ν
κηρύττοντα, μίαν αὐτοῦ φύσιν σεσαρκωμένην ὁμολογεῖν προστάττον-
τα καὶ μίαν ὑπόστασιν καὶ μίαν θεανδρικὴν ἐνέργειαν καὶ θέλησιν μία(ν)·
column 9Imaged 2010-2015 by [unidentified responsible individual]

πῶς δ[ὲ] καὶ αἱ παραδ[ό]σεις αἱ ἀποστολικαὶ ἐξουθένηνται αἱ τὴν σωτηρίαν παντὶ
τῶν ἀν(θρώπ)ων γένει ἄνωθεν ἐνκατασπείρασαι καὶ μνήμην φύσεων ⟦καὶ φύσεω(ν)⟧
255καὶ φυσικῶν ἰδιοτήτων ἐπὶ τοῦ ἑνὸς Χ(ριστο)ῦ ποιεῖσθαι μὴ διδάσκουσαι, νεωτέρω(ν)
ἀν(θρώπ)ων ἐφεύρεμα τῶν ἀνοσίως ταῖς ἀκκλησίαις πολιτευσαμένων, τεχνολογούν-
των οὐ θεολογούντων. Περὶ ὧν καὶ ὁ μακάριος γράφει Παῦλος πρὸς Τιμόθεο(ν)
ἐν τῇ προτέρᾳ ἐπιστολῇ οὑτωσὶ φάσκων· 'Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ'
'μὴ προσέρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ κ(υρίο)υ ἡμῶν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ καὶ τῇ κατ' εὐσέ'-
260'βειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσῶν περὶ ζητή'-
'σεις καὶ λογομαχείας, ἐξ ὧν γίνεται φθόνος καὶ ἔρεις, βλασφημίαι, ὑπόνοιαι, πο'-
'νηραὶ διατριβαὶ διεφθαρμένων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθεί'-
'ας, νομιζόντων πρὸς πορισμὸν εἶναι τὴν εὐσέβειαν.' Καὶ ὡς ἔπος εἰπεῖ(ν)
ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται τὸ καύχημα παρωσαμένη τοῦ κατὰ
265Χ(ριστὸ)ν μυστηρίου, τὸν δὲ διὰ τοῦ σταυροῦ γεγενημένον δι' ἡμᾶς ζωοποιὸν αὐτοῦ
θάνατον ὥς τι θεῖον ὑπερτιμᾶν δοκοῦσα μᾶλλον δὲ ἀτιμάζουσα ἀκυροῖ. Οἶμαι
τοῖς οὕτω νοσοῦσι δικαίως συμβεβηκέναι τὸ προφητικὸν κεκραγὸς λόγιον ·
'Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες·' παρ' ἡμῖν
δὲ ἀγαπητοὶ οὐχ οὕτως. Ἀλλὰ μετὰ πολλῆς τῆς παρρησίας πάντοτε λαλείσθω
270τἀγαθὰ ἐκεῖνα τῶν θεηγόρων π(ατέ)ρων ἀκραιφνῆ δόγματα τὰ καταστρέφον-
τα μὲν τὴν τῶν δυσωνύμων αἱρετικῶν φάλαγγα, τὴν Χαλκηδονικήν
φημι δυστροπίαν καὶ τὴν Μανιχαϊκὴν τῶν Δοκητῶν φρενοβλάβειαν,
οἰκοδομοῦντα δὲ τὰς ἁγίας ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐν ᾗ
ὁ υ(ἱὸ)ς τοῦ θ(εο)ῦ καὶ λόγος εἷς ὢν καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς ἴσος καὶ ὁμοούσιος
275τῷ π(ατ)ρὶ συνομολογεῖται καὶ συνπροσκυνεῖται, καὶ τὸ πν(εῦμ)α τὸ ἅγιον συναρι-
θμεῖται καὶ συνλατρεύεται. Τούτοις δὲ ἅπασι καὶ τῶν λοιπῶν ἀρετῶν
τὴν ἐργασίαν συνδεσμεύσωμεν, ὅπως ταύτης τοὺς καρποὺς ἐν καιρῷ
ἀνταποδώσεως εὐσεβεῖς δρεψώμεθα. Μιμησώμεθα δὲ τοὺς παρειληφό-
τας τὰ πέντε καὶ τὰ δύο τάλαντα· ἐργασώμεθα τὰ δύο καλῶς, ἵνα καὶ τὰ πέντε
280πιστευθῶμεν· διαθησόμεθα τὰ πέντε καλῶς, ἵνα καὶ πλειόνων ἀξιω-
θῶμεν. Μόνον νήψωμεν, μόνον ἐργασώμεθα, μόνον δείξωμεν
τῷ θ(ε)ῷ τὴν εὐγνωμοσύνην· εὐπρόσδεκτος γὰρ ὁ καιρὸς, πάσης ἐργασίας
εἰς σωτηρίαν ἡ ἡμέρα ἐστίν. Ἔργοις ἀγαθοῖς τὸν ἔλεον τοῦ θ(εο)ῦ ἑλκύσωμεν
νῦν μάλιστα πάντων αὐτοῦ δεόμενοι καὶ τὸ πρόσωπον αὐτοῦ ἐξιλασκό-
285μενοι· ὁρῶντες ἅπαντα τὸν κόσμον συμφοραῖς ἀλλεπαλλήλοις συνεχό -
column 10Imaged 2010-2015 by [unidentified responsible individual]

μενον καὶ εἰς ἐσχατιὰν ἐλθεῖν τὴν πανολέθριον κινδυνεύοντα διὰ τὰς ἡμῶ(ν)
ἔσθ' ὅτε πολλὰς ἁμαρτίας νυκτὸς καὶ ἡμέρας ὀδυνόμενοι μετὰ τοῦ ψάλλοντος πρὸς
αὐτὸν ἀναβοήσωμεν· Κ(ύρι)ε ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτειρμοί⟦ς⟧ σου, ὅτι
ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν ὁ θ(εὸ)ς ὁ σ(ωτ)ὴρ ἡμῶν. Ἴσως ἔσται μακρόθυ-
290μος τοῖς ἡμῶν παραπτώμασιν καὶ τοὺς οἰκτειρμ̣οὺς αὐτοῦ ἐφ' ἡμᾶς ἐπικάμ - ((coronis))
ψει καὶ τῶν καταδυναστευόντων ἡμῶν τὴν καρδίαν καταπραϋνεῖ καὶ
τοὺς ἐπικειμένους ἡμῖν ταραχώδεις κοπάσει χειμῶνας καὶ τὰς συρφετώδεις
ῥήσασθαι αὐτὸν κατικετεύοντες. Οὐδὲν αὐτὸς αἰτεῖ παρ' ἡμῶν, οὐδὲ γὰρ ἔχομε(ν)
ῥήσασθαι αὐτὸν κατικετεύοντες. Οὐδὲν αὐτὸς αἰτεῖ παρ' ἡμῶν, οὐδὲ γὰρ ἔχομε(ν)
295ἴδιον οὐδέν· ἅπερ ἔθετο, ταῦτα ζητεῖ. Μὴ φανῶμεν ἀποστερηταὶ θ(εο)ῦ· ὀλίγον τι
ἢ περισσὸν παρειλήφαμεν, τοῦτο ἐργασώμεθα, μὴ κατορύττοντες τὸ δοθὲν
ἀλλὰ σκορπίζοντες πένησιν, τουτέστιν σπείροντες εἰς πτωχῶν γαστέρας· 'ἐσκόρ'-
'πισεν, φησίν, ἔδοκε τοῖς πένησιν·' ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Ἁγνίσωμεν δὲ καὶ τὰ ἑαυτῶν σώματα νηστείαις καὶ χαμοκοιτίαις αὐτὰ κατευ-
300νάζοντες καὶ τοῖς λοιποῖς τῶν εἰωθότων τὴν σάρκα νεκρῶσαι κολαστηρίοις, καὶ
μὴ δουλωσάμενοι καθ' ὅλου τοῖς θηριομόρφοις ἡδοναῖς. Καὶ οὕτω τὰς ψυχὰς ἡμῶ(ν)
δι' ἐγκρατείας καθαρεύοντες καὶ κρείττους τῶν ἐμπαθῶν ὀρέξεων προπαρασκευά-
ζοντες νηστείαν καθαρὰν κ(υρί)ῳ νηστεύωμεν, ἵν' ἤρεμον καὶ ἡσύχιον διάγοντες
βίον: Ἀρξώμεθα τῆς μὲν ἁγίας τεσσερακοστῆς τῶν νηστειῶν τουτέστιν ((coronis))
305τῶν ὀκτὼ ἑβδομάδων ἀπὸ κς τοῦ κατ' Αἰγυπτίου̣ς Μεχεὶρ μηνός, κατὰ δὲ
Ῥωμαίους πρὸ ι Καλανδῶν Μαρτίων, ἥτις ἐστὶ Φεβρουαρίου κ · τῆς δὲ ἑβδο-
μάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ιε τοῦ κατ' Αἰγυπτίους Φαρμοῦθι μηνός,
κατὰ δὲ Ῥωμαίους πρὸ δ Εἰδῶν Ἀπριλλίων, ἥτις ἐστὶν Ἀπριλλίου ι· κατα-
παύοντες δὲ τὰς ἁγίας νηστείας ἑσπέρᾳ βαθείᾳ σαββάτου τῇ κ τοῦ αὐτοῦ κατ' Αἰγυπτί-
310πτίους(sic) Φαρμοῦθι μηνός, κατὰ δὲ Ῥωμαίους πρὸ ιζ Καλανδῶν Μαΐων,
ἥτις ἐστὶν Ἀπριλλίου ιε, Ἑορτάσωμεν τῇ ἑξῆς ἐπιφωσκούσῃ ἁγίᾳ Κυρια-
κῇ, τῇ κα τοῦ αὐτοῦ κατ' Αἰγυπτίους Φαρμοῦθι μηνός, κατὰ δὲ Ῥωμαί-
ους πρὸ ις Καλανδῶν Μαΐων, ἥτις ἐστὶν Ἀπριλλίου ις· συνάπτοντες
δὲ τάσδε καὶ τῆς ἁγίας Πεντηκοστῆς τὰς ζ ἑβδομάδος(sic!), ἐν αἷς πν(ευματ)ικῶς πανηγυ-
315ρίζοντες καὶ μυστικῶς τὰς ἱερὰς ἡμῶν ἐπιτελοῦντες τελετουργίας ψαλμοῖς κ(αὶ)
ὕμνοις καὶ ᾠδαῖς ἀκαταλήκτοις τὴν ἐπὶ πᾶσιν εὐχαριστείαν ἀναμέλψω-
μεν τῷ μεγάλῳ θ(ε)ῷ ἡμῶν καὶ εὐρ̣γ̣έτη̣ τῶν ἡμετέρων ψυχ̣ῶ̣ν Χ(ριστ)ῷ τῷ σ(ωτῆ)ρι
καὶ β[ασ]ιλεῖ τοῦ π̣[α]ντός, ᾧ τ̣ὴν ἀρίστ̣[η]ν νενη[σ]τευκό[τε]ς̣ ν̣[η]σ̣[τείαν] κ[αὶ] ἴ[ση]ς
column 11Imaged 2010-2015 by [unidentified responsible individual]

φιλανθρωπία[ς] ἀξιωθέ̣ντες δ[ι]ὰ τοῦ ζωοποιοῦ αὐτοῦ θανάτου καὶ τ[ῆς μακα-]
320ρίας ἀναστάσεως καὶ ἐνδόξου εἰς οὐ(ρα)νοὺς ἀναλήμψεως. Αὐτῷ γὰρ πρ[έ]π̣ε̣[ι]
δόξα τιμὴ κράτος σὺν τῷ [ἀ]χράντῳ αὐτοῦ π(ατ)ρὶ καὶ τῷ ἁγίῳ καὶ ζωοπο̣ι̣ῷ καὶ
ὁμοουσίῳ πν(εύματ)ι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ
Ἐρρῶσθαι ἐν κ(υρί)ῳ εὔχομαι
325τὴν ὑμετέραν φιλόχ(ριστο)ν
καὶ πν(ευματ)ικὴν εὔτεκνον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.