Papyri.info

sign in

Trismegistos 59301 = LDAB 398



Introduction

This papyrus has been digitally edited by Maria Vittoria Curtolo and revised by Holger Essler as part of the project PRIN-2022 INTEGRATION (CUP H53D23007110006) at Ca' Foscari University of Venice.

DCLP transcription: 59301 [xml]

fragment 1

side A
-- -- -- -- -- -- -- -- -- --
1[κακοῖσιν] ἐ̣σ̣θ̣[λοὺς ἰσομοιρίαν ἔχειν. πάλιν]
[δὲ καὶ περὶ] τ̣ῆ̣ς̣ ἀ̣[ποκοπ]ῆ̣ς̣ τ̣[ῶν χρεῶν καὶ τῶν]
δουλε̣υόντων̣ μὲν π̣ρό[τ]ερ̣ον ἐλ̣ε̣υ̣θ̣ε̣ρ̣[ωθέντων]
δὲ διὰ τ̣ὴ̣ν σ̣[ε]ι̣σάχθ̣ειαν· ἐγὼ̣ δὲ [τῶν μὲν οὕνεκα ξυνήγα-]
5γον δῆ̣μ̣ο̣ν, τ̣ί̣ τούτων πρὶν τυχε̣[ῖν ἐπαυ-]
[σάμαν](*); συμμαρτυροίη(*) ταῦτ’ ἄ̣[ν ἐν δίκῃ χρόνου]
μήτηρ μεγίσ̣τ̣η̣ δαιμόνων Ὀλ[υμπίων] ἄ̣ρ̣ι̣σ̣τ̣[α,]
Γῆ μέλαι̣να, τῆς ἐγώ ποτε ὅ̣[ρο]υ̣ς ἀ̣νε̣ῖλο̣ν πολ[λα-]
χῇ πεπηγότ̣ας, π̣ρόσθε̣ν δ̣ὲ̣ δ̣ου̣λ̣ε̣ύ̣ο̣[υ]σ̣α̣, ν̣[ῦν]
10ἐλευθέρα. πολλοὺς δ’ Ἀθήνας, πα̣τρ̣ί̣δ’ ἐς [θεόκτι]τον̣,
ἀνήγαγον πρά̣θεντας, ἄλλ̣ον ἐκδ̣ίκ̣[ω]ς, ἄ̣[λλ]ον̣ δι-
καίως, τοὺς δ’ ἀναγκαίης ὑπὸ χρεῶ̣ν φυ̣γ̣ό̣ν̣τ̣α̣[ς, γλῶσ-]
σαν οὐκέτ’ Ἀττικὴν ἱ(*)έντας, ὡς ἂν̣ π̣ο̣λ̣[λα]χ̣ῇ̣ π̣[λα-]
νωμένους, το̣ὺ̣ς δ’ ἐνθάδ’ αὐτοῦ δ̣ουλί̣η̣ν̣ ἀ̣ει[κέα]
15ἔχοντας, ἤθη δεσποτῶν τρομευμ̣έν[ου]ς, [ἐλ]ε̣υθ̣[έ-]
ρους ἔθηκα. ταῦ̣τα μὲν κράτη, ὁμοῦ β̣ί̣ην δ[ὲ καὶ δί-]
κην συναρμόσα̣ς ἔρεξα, καὶ διῆλ̣θον [ὡς ὑπεσχό-]
μην. θε[σ]μὸν⟦τε⟧\θ’/ ὁμοίως τῷ καλῷ [τε] κ̣ἀ̣γ̣α̣[θῷ, εὐθεῖ-]
αν εἰς ἕκαστον̣ ἁρμόσας̣ δίκ̣η̣ν, ἔγ[ραψα. κέντρον]
20δ’ ἄλλος ὡς ἐγὼ λαβών, [κακοφρ]α̣δ̣[ής τε καὶ φι-]
λοκτήμων ἀνήρ, ο̣ὐ̣κ̣ ἂ̣ν̣ κ̣α̣τ̣έ[σχε δῆμον· εἰ]
γὰρ ἤ̣θελον ἃ το[ῖς ἐν]αντ[ίοι]σιν [ἥνδανεν τότε,]
αὖτι̣ς δ̣’ ἃ τ̣[οῖσιν](*) [οὕτεροι φρασαίατο, πολλῶν ἂν]
ἀνδρῶ̣ν ἥδ’ ἐχε[ιρώθη πόλις. τῶν οὕνεκ’ ἀλ-]
-- -- -- -- -- -- -- -- -- --
side B
-- -- -- -- -- -- -- -- -- --
1[τέτταρα διῆγον ἐν ἡσυχίᾳ]· τῷ δὲ [πέμπ]τ̣ῳ με̣[τὰ τὴν]
[Σόλωνος ἀρχὴν οὐ κατ]έ̣σ̣τ̣[η]σαν ἄρχοντα̣ [διὰ]
[τὴν στάσιν, καὶ π]άλιν ἔτ̣ει πέμπτ̣ῳ διὰ ταύτην τ̣ὴν
[αἰτίαν ἀναρχίαν ἐ]ποίησαν. μετὰ δὲ̣ ταῦτα διὰ τῶν
5[αὐτῶν χρόνων] Δ̣αμασίας αἱρε̣θ̣εὶς ἄρχων ἔτη δύο κ̣α̣ὶ̣
[δύο μῆν]α̣[ς ἦρξε]ν̣, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς. εἶτ’
[ἔ]δ̣ο̣[ξε]ν̣ α̣ὐτο[ῖς δι]ὰ̣ τὸ στασιάζειν ἄρχοντας ἑλέσθαι
[δέ]κ̣α̣, πέ̣ντε μὲν εὐπ̣ατριδῶν, τρε̣ῖ̣ς̣ δ' ἀποίκων, δύο̣
[δὲ] δ̣η̣μι̣ουργ̣ῶν, καὶ οὗτοι τὸν μ̣ετὰ Δαμασίαν ἦρ-
10[ξα]ν̣ ἐ̣νιαυτόν. ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν
[εἶχ]ε̣ν̣ ὁ̣ ἄρχων· φαίνονται γὰρ ἀε̣ὶ̣ στασιάζοντες
[περὶ τ]α̣ύ̣τ̣η̣ς̣ τῆς ἀρχῆς. ὅλως δὲ διετέλουν τὰ πρὸς
[ἑαυτο]ύ̣ς̣, οἱ μὲν ἀρχὴν καὶ πρόφασ̣ι̣ν̣ ἔχοντες τ̣ὴν
[τῶν] χ̣ρεῶν ἀπ̣ο̣κ̣οπήν – συνεβεβήκ̣ει γὰρ αὐτοῖς γεγ̣-
15[ονέ]ν̣αι πένησιν – οἱ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες
[διὰ τὸ] με̣γ̣άλην γεγονέναι μεταβολήν, ἔνιοι μὲν διὰ
[τὴν πρ]ὸ̣ς ἀλλή̣λους φιλονεικίαν(*). ἦ̣σαν δὲ αἱ στάσεις
[τρεῖς· μία] μ̣ὲ̣ν τῶν παραλίων, ὧν π̣ρ̣οεστήκει Μεγακ̣-
[λῆς ὁ Ἀλκμέω]ν̣ο̣ς̣, οἱ δὲ ἐ̣δόκουν μά̣[λι]στα διώκειν
20[τὴν μέση]ν̣ πολ̣ιτ̣[ε]ίαν. ἄλλη δὲ [τ]ῶ̣ν π̣[ε]δ[ι]α̣κ̣ῶ̣ν̣,
[οἳ τὴν ὀλ]ι̣γ̣α̣ρ̣[χίαν ἐζ]ή̣τ̣ο̣υ̣[ν· ἡ]γ̣εῖτο δ̣’ α̣[ὐ]τ̣ῶ̣ν
[Λυκοῦργος· τρίτη δ’ ἡ τῶν διακρίων, ἐφ’ ᾗ τ]ε̣ταγμένος̣ ἦ̣ν
[Πεισίστρατος, δημοτικώτατος] ε̣ἶ̣[να]ι̣ δ̣οκ̣ῶ̣ν. προσε-
[κεκόσμηντο δὲ τούτοις οἵ τε ἀφῃρη]μένοι τ̣ὰ̣ χρέα
25[διὰ τὴν ἀπορίαν καὶ οἱ τῷ γένει μὴ καθ]α̣ρ̣οὶ̣ δ̣ι̣ὰ̣
-- -- -- -- -- -- -- -- -- --
fragment 2

side A
-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩ τοὺς νεοπολίτας, ἀλλὰ τῶν δήμων] ἀ̣ν̣α̣-
[γορεύωσιν· ὅθεν καὶ καλοῦ]σ̣ι̣ν̣ Ἀθην̣αῖο̣ι̣ σ̣-
[φᾶς αὐτοὺς τῶν δήμων. κατ]έστησε δὲ καὶ δημάρ-
[χους, τὴν αὐτὴν ἔχοντας] ἐπιμέλε̣ι̣αν το̣ῖ̣ς̣ πρό-
5[τερον ναυκράροις· καὶ] γὰρ τοὺς δήμους ἀν[τὶ] τῶν
[ναυκραριῶν ἐποίησεν. πρ]οσηγόρευσε δὲ τῶν
[δήμων τοὺς μὲ]ν̣ ἀπὸ τῶν τόπων, τ̣οὺς δ' ἀπὸ τ̣
[ῶν κτισάντων· οὐ γὰρ] ἅ̣παντες ὑπῆρχον ἐν
τοῖς [τόποις. τὰ δὲ γέν]η καὶ τὰς φρατρίας καὶ τ-
10[ὰς ἱερωσύνας εἴασεν ἔχειν] ἑκάστους κατὰ τὰ πά-
[τρια. ταῖς δὲ φυλαῖς ἐπο]ί̣[η]σ̣εν ἐπωνύμους ἐκ τῶ̣ν
[προκριθέντων ἑκατὸν] ἀρχηγετῶν, οὓς ἀνεῖλ-
[εν ἡ Πυθία δέκα. τούτ]ω̣ν δὲ γενομένων δη-
[μοτικωτέρα πολὺ τῆς Σό]λ̣ω̣ν̣ο̣ς̣ ἐγένετο ἡ πολι-
15[τεία· καὶ γὰρ συνέβη] τ[ο]ὺ̣ς Σόλωνος νόμους
[ἀφανίσαι τὴν τυραννίδα δι]ὰ τὸ μὴ χρᾶ̣σθαι, και-
[νοὺς δ’ ἄλλους θεῖναι] τὸν Κλεισθ̣έ̣νη̣ στο[χαζόμ] 18.-[ενον τοῦ πλήθους, ἐν οἷς ἐτέθη] κ̣α̣ὶ̣ ὁ περὶ τοῦ ὀστρ̣α-
[κισμοῦ νόμος. πρῶτον μὲν οὖν ἔτει] π̣έμπτῳ μετὰ
20[ταύτην τὴν κατάστασιν ἐφ’ Ἑρμοκ]ρέοντος ἄρχον-
[τος, τῇ βουλῇ τοῖς πεντακοσίοις τὸ]ν ὅρκον ἐποί-
[ησαν ὃν ἔτι καὶ νῦν ὀμνύουσιν. ἔ]π̣ε̣ι̣τα̣ τοὺ̣ς̣ σ̣τ̣ρα̣-
[τηγοὺς ᾑροῦντο κατὰ φυλάς, ἀ]π̣ὸ̣ φυ̣λῆς ἑκ̣ά̣σ̣της
[ἕνα, τῆς δὲ ἁπάσης στρατιᾶς ἡγ]ε̣μὼν ἦν ὁ πολέμαρχος̣.
25[ἔτει δὲ μετὰ ταῦτα δωδε]κ̣ά̣τ̣ῳ νικήσαντες τὴν
side B
-- -- -- -- -- -- -- -- -- --
1υί[ᾳ τοῦ δήμου πρᾳότητι· ὧν ἡγεμὼν καὶ προστάτ-]
ης ἦν Ἵ̣π̣π̣αρχος. εὐθ[ὺς δὲ τῷ ὑστέρῳ ἔτει ἐπὶ Τε-]
λεσίν̣ο̣υ̣ ἄ̣ρ̣χ̣οντος ἐ[κυάμευσαν τοὺς ἐννέα ἄρ-]
χοντ̣α̣ς̣ κατὰ φυλὰ[ς ἐκ τῶν προκριθέντων ὑπὸ]
5τῶν δήμων π̣ε̣ν̣τακοσ[ίων τότε μετὰ τὴν τυραννίδα πρῶ-]
τον. οἱ δὲ πρότεροι πά̣[ντες ἦσαν αἱρετοί. καὶ ὠ-]
στρακίσθη Μεγακλῆ̣[ς Ἱπποκράτους Ἀλωπεκῆ-]
θεν. ἐπὶ μὲν οὖν ἔ̣τ̣[η τρεῖς τοὺς τῶν τυράννων]
φίλους ὠστράκιζον̣, [ὧν χάριν ὁ νόμος ἐτέθη,]
10μετὰ δὲ ταῦτα τῷ τ̣ε̣τ̣[άρτῳ ἔτει καὶ τῶν ἄλλων εἴ]
τις δοκο̣ίη̣ μείζων [εἶναι μεθίσταντο· καὶ πρῶ]
τος ὠστρακίσθη τῶν [ἄπωθεν τῆς τυραννίδος]
Ξάνθι̣ππ̣ος ὁ Ἀ̣ρ̣ί̣φ̣[ρονος. ἔτει δὲ τρίτῳ μετὰ]
ταῦτα Νικοδήμο̣υ ἄρ̣[χοντος, ὡς ἐφάνη τὰ μέ]
15ταλλα τὰ ἐν Μαρ̣ω[νείᾳ καὶ περιεγένετο τῇ πόλει]
ἐ̣κ τῶ̣ν̣ [ἔ]ρ̣γ̣ω̣ν̣ ἑκατ̣[ὸν τάλαντα, συμβουλευ-]
όντ̣ω̣ν̣ τ̣ι̣ν̣ῶ̣ν̣ τ̣ῷ̣ [δήμῳ διανείμασθαι τὸ ἀρ]
γύρι̣ον Θεμιστ̣[ο]κ̣[λῆς ἐκώλυσεν, οὐ λέγων]
ὅ τι χρήσε̣τ̣α̣ι̣ τ̣οῖ̣[ς χρήμασιν ἀλλὰ δανεῖ]
20σ̣α̣ι̣ κελεύων τ̣οῖς π̣[λουσιωτάτοις Ἀθηναίων ἑκα]
τὸ̣ν ἑκάστῳ τά̣[λαντον, εἶτ’ ἐὰν μὲν ἀρέσκῃ]
τὸ̣ ἀνάλωμα, τῆς πό̣[λεως εἶναι τὴν δαπάνην,]
ε̣ἰ δ̣ὲ̣ μ̣ή̣, κομίσασθαι τ̣ὰ̣ [χρήματα παρὰ τῶν] 24.̣δα̣ν̣εισαμένων. λαβ̣[ὼν δ’ ἐπὶ τούτοις ἐναυ-]
25π̣ηγήσατ̣ο̣ τριή̣ρεις ἑκ̣[ατόν, ἑκάστου ναυ]

Apparatus


^ 1.A.5-6. l. [ἐπαυ] |σάμην
^ 1.A.6. l. συμμαρτυροίην
^ 1.A.13. ϊεντασ papyrus
^ 1.A.23. αὖθις δ’ αὐτοῖσιν Aristides ms U : αὖθις δ’ ἃ τοῖσιν Aristides mss ASQT
^ B.17. l. φιλονικίαν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 4-24.

    Lines 4-24 correspond to Solon, fr. 36, 1-26 (West); the section συμμαρτυροίη (6) - κατέσχε δῆμον (21) is also quoted by Aristides ( Or. 28.138-140 Keil; cf. Chambers 1967, 56).