Papyri.info

sign in

7 = Trismegistos 59660 = LDAB 762



Introduction

This text has been digitally edited by Oliver Donath and revised by Holger Essler as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 59660 [xml]

column 1
[φ]η̣μὶ π̣ρο[- ca.14 -]δ̣ε
οὐκ̣ [εἰπ]ε[ῖν ⁦ -ca.?- ⁩]
γε κατὰ ταῦ[τα - ca.11 - ὃ]ν
ἐρ̣ρ̣ήθη τὸν τρό[πον - ca.10 - αὐτ]ὸ̣ν̣
5εἰδέ̣[ν]αι ἀ̣δ̣ύ̣ν̣[ατον - ca.5 --6 γ]ὰ̣ρ
τῶ̣ν̣ τοιού[των - ca.15 -]ει
ἀ̣[νέ]χεται   ̣[⁦ -ca.?- ⁩]
τὸν δῆμον [χειροτονῆσαι νῦν αὐτοὺς]
συνδίκους κ[αὶ τῶι μὲν βουλο-]
10μ̣ένωι προσ̣[φέρειν αἱρεῖσθαι. τοῦ]τ̣ο
πλεῖστον διαφ[ερει - ca.7 -]  ̣
τοῦ(*) τοὺς ἄλλω̣[ς πως ἡιρημένους οἳ]
κατακέχρη̣[νται - ca.8 -]
[συ]νδ̣ι̣κ̣ίαι κ̣[- ca.10 -]  ̣
15[τ]ῶ̣[ιδ]ε τῶ̣[ι τρόπωι τούτων χειρο-]
τονο[υμένων οὐ δίκαιόν ἐστιν ἀ]
π̣οφή̣[νασθαι νῦν παρανομεῖ]ν
τὸ[ν] δῆ[μον ⁦ -ca.?- ⁩ κατὰ τοῦτον τὸ]ν̣
[ν]όμον οὐκ [ἔσ]τ̣[ιν ⁦ -ca.?- ⁩]
20ἐ̣π̣ὶ μὲν τοῖς ἄλ[λοις οὐκ ἐξεῖναι σ]υ̣ν̣-
δικεῖν πλὴν ἅπ[αξ, περὶ] δ̣ὲ [νό]μ̣ων
θέσ̣ε̣ως ἢ δοκι̣[μασίας κ]α̣ὶ π̣[ο]λλά
κις διδόναι· [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἐξεῖ]ν̣α̣ι̣ τ[ο]ύ-
των, οὗτοι γε̣ [ἐ]π[ὶ τούτοις δικαί]ω̣[ς]
25[σ]υνεδίκησαν· ὁ γ̣[ὰρ ἄρτι Δημ]ο̣-
σ̣θ̣ένης δεῖξαι̣ ἐ̣[πεχείρησεν ἄδικον]
[το]ύτων κα̣[τηγορεῖν ὡς ὅτε ὁ δῆμος]
[δ]έ̣δοται ἀρχὴ̣ν̣ [οὐδεὶς ν]όμ[ος]
[πα]ραβαίνε̣τα[ι]· ε̣ἰ̣ τ[ις ἡιρέθη,]
30[ὁμ]οίως πλ̣ὴν ἅπαξ· οὐκ̣ ἔ̣φ[η]
[γ]άρ, οἷς οὐκ ἐξῆ[ν, οὗτοι] μέν [εἰσιν]
[αἴ]τ̣ιοι̣, οὐχ ο̣ἱ κα̣ὶ̣ δ̣ι᾽ ἀ̣ν̣ά̣γ̣κ̣ην μ̣[οι]
[πε]ισθέντες· ἔτι̣ τ̣οίνυ̣ν παγγέ-
[λοι]όν ἐστιν ὀνειδ̣[ί]ζ̣ειν μὲ̣[ν] Ἀ̣ρ̣[ισ]τ̣[ο-]
35[φ]ῶ̣ντι, ἐφ᾽ οἷς σε[μνύ]νεσθαι δ̣ί̣και-
[ον ἦν], ε̣ἰ τῆς ἀτ̣[ελεία]ς̣ μετ[ὰ] τῶν
[ἄ]λλων τετευχ̣ὼς οὐ̣χ ὁρᾶι̣ τὸ ἴδι̣ον
ἐ̣πὶ τῶι μὴ τὴν μόλιν ἐ̣λ[ασσ]ῶ̣σ̣αι,
νο̣μ̣ίζειν δ᾽ ὅτι λο[ιδ]οριῶ̣ν ἡσσ̣η-
40θ̣ε̣ὶς ἢ χάριτ[ος προήσε]ταί τι τῶν
column 2
τῆι [πόλει] συμ̣[φερόντ]ων, καὶ ›
τ̣ῆ̣ς μ̣[ὲν] γν[ώμης ἐπα]ινεῖν αὐ - ›
τ[ό]ν̣, ὅτι ἐ̣τ̣ά̣[ξατο τά]λαντα πέν-
τε, ἀνθ᾽ ὧν [Γέλαρχος] εἰς τοὺς ἀπὸ
45Πειραῶς̣ [παρεσχήκε]ι, ψέγειν ›
δ᾽ ὅτι οὐ π̣ε̣[ριεῖ]δ[ε] τ[ὴν π]όλιν ἐπὶ ›
τῶι τὴν αὐ[τὴν πολλ]ο̣ὺς ἔχειν
μέχρι πα[ντὸς ἀτέλει]α̣ν· καὶ ›

μὴν οὐδ[ὲ Λεωδάμας] ἀ̣δικεῖ ›
50πε[ι]θόμε[νος τούτωι τ]ῶι νόμ̣ωι
συνδικεῖ̣ν̣, ο̣ὐ̣[δ᾽ εἰ μά]λ̣ιστα γρα-
ψάμενο̣[ς] τὴν Χ̣α̣β̣ρ̣[ίαι δ]οθεῖσαν
ἀτέλοια[ν](*) οὐχ εἷλεν· ἄλλου μὲν
γὰρ ἔχοντ̣ος, Χα[βρ]ίαν ἀφειρῆθαι
55δε̣ι̣νὸν ⟦ἦ[ν] ἂν εἴη, ὅτε δ]ὲ ταλάντων
ὁ π[α]ὶ̣ς̣ αὐ[τοῦ τινῶν σπ]είσεται, συγ-
γνωσ[τόν· καὶ τότε] μὲν ἦν κα-
τ̣ή̣γορο[ς], ν̣[ῦν δὲ ὑπὸ τῆ]ς π̣όλεως
εἴρηται· [συνδικεῖν μὲ]ν̣ ο̣ὖν ἀ-
60ναγκα[ίως νῦν ἐσπ]ούδακεν, ὅ - ›
σῳ καὶ τ[έως] αὐτοὶ⟦ς⟧ \οἱ/ ⟦ἐν⟧δόν-
τες, ὅτι ἐξη̣[πατή]θησαν, η̣ἴσθοντο
καὶ τῶι δ̣υ̣[ναμέ]ν̣ωι φανερὰν
τὴν ἐκε̣[ίνων κ]ακουρ[γ]ί̣αν ποι-
65ῆσαι ἐπέτρεψ̣α̣[ν· ο]ὐ̣ το[ίνυ]ν οὐδὲ

Κηφισόδοτ̣[ον ἄλλο] τ̣[ι δρᾶ]ν̣ φη-
μι ἢ ταῦθ᾽ ἃ̣ [προσήκει· ἔξ]εστιν
δὲ τὸ τῆι δε̣ι̣ν[ότη]τι [τοῦ λέ]γειν,
εἴπε[ρ] ἔστι̣ τ[ο]ιο̣[ῦ]τ̣ο[ς,] ἐ̣π̣[ὶ σωτ]ηρίαι
70τῆς π̣όλεως χρῆσθαι̣· ε̣[ἰ γ]ὰ̣ρ̣ ἀπε - ›
χθάνεσθαί̣ τ̣ισι δεῖ, τοῖ̣[ς ὀλί]γοις, οἳ
πολλὰ καὶ μεγάλα τοὺς π̣[ολλ]οὺς βλά-
πτουσι, δεῖ, οὐ τοῖς πολλοῖς, οἳ τοῦ - ›
το ἓν μόνον ζητο̣ῦ̣[σ]ι̣, μὴ ἀδικεῖ-
75σθαι· ἀλλὰ μὴν Δεινίας ἔμοιγε δ̣ο -
⤚-
κεῖ πο̣[λῦ κρ]εῖσσον [ἢ ο]ὗ̣τος αὐτῶι
παραινεῖ βεβουλεῦσθαι· τὸ γάρ, ἔνθα
δεῖ τῶν εἰσοισόντω̣[ν], μὴ ζητεῖν,
ἀνθ᾽ ὧν ὑπῆ[ρ]ξε τιμὰς αὑτῶι δοθῆ-
80ναι, ἀλ̣[λὰ] κ̣[αὶ] τοὐναντίον τοὺς ἐ -
column 3
πὶ τῆ[ι] πά̣[ν]τ̣ω[ν τ]ῶν πολιτῶν βλά̣-
βηι τ̣[ὴ]ν̣ ἀ̣τέ̣λ[εια]ν ἔχοντας σπεύ-
δει[ν ἀ]φαιρεῖσ[θ]α̣ι̣ φιλοπόλιδος καὶ
σώφρονός ἐστιν ὡς ἀληθῶς ἔργον,
85εἰ, οἷς [ἔ]γν̣ωκε[ν] περὶ αὐτοῦ, καὶ ›
τοῦ̣ς ἀ̣δικο̣ῦντας παῦσαι βεβού-
ληται· ἀλλ̣᾽ [ε]ὔ̣η̣[θ]ές ἐστι θαυμάζειν,
εἰ τοὺς ἔξ̣ω̣ [τοῦ π]ράγματος ὄντας
καὶ ο̣[ἷς οὐδὲν] δ[ι]αφέρει οὕτως ἢ ἐ̣-
90κε̣ίνω̣ς τὸν ἀγῶνα ἐγβῆναι(*) πλὴν
ο̣ἶ̣μ̣α̣[ι] τοῦ̣ μὴ προ̣δεδωκέναι δο - ›
[κε]ῖν τὴ̣ν πί[σ]τ[ι]ν, ἣν αὐτοῖς ὁ [δῆ] - ›
μ̣ος ἐ[πί]στευσ̣εν, ἀποτρέπειν̣ τ̣ῆς
συ̣νδικίας ἐπιχειρεῖ παραινέ[σ]ε - ›
95[σι κ]αὶ ἀπειλαῖς, ὅστις γε κἀμὲ τ[ὸ]ν
[το]ῦ̣[τον εἰσ]ε[νε]γκ̣[ό]ντα τὸν ν[όμ]ο̣ν
λ̣[οιδορεῖ](*) [ὧι καὶ] κίνδυνος ἐπ[ιτιμ]ί-
[ας εἰ παράνομόν] τ̣[ι] αὐτοῦ τοῦ [νο-]
[μου εἰσενη]νο̣χέναι δοκεῖ [τοι-]
100α[ῦτα δὲ ἀδίκως] ἀποφαίν[ειν]
π[ερὶ τούτων ποία]ς̣ σ̣υ̣μφορᾶς ἧσ[σο]ν̣
⟦ἂν⟧ γ[έν]οιτ᾽ ἄ̣ν· κα̣ίτοι̣ εἰ τῶι διὰ το-
σαύτ̣[ας π]ροφάσ̣ε̣ι̣ς ὀ̣φείλοντι σπου-
δάζ[ειν σ]ὺ̣ν κα[ὶ] τοῖς εἰρημένοι[ς]
105ὑπὸ τ̣[οῦ δή]μου σ̣υ̣ν̣[δ]ίκοις \ὅμω̣ς/ ἀποστα-
τέ̣ο̣ν [ἐστ]ί̣, ὦ̣ Δ̣ημόσθενες, ποι̣ῶ
δίκαιο[ν, εἰ] κ̣αὶ̣ [βο]υ[λ]ὴ̣ν̣ συνεβού - ›
λευ̣σ̣[α μ]η̣[δέποτε μηδ]εμίαν̣ εὔλ̣ο-
γον [νῦν εἰρη]κ[έναι] ὑ[πὲρ] τοῦ νόμ[ου].
——
110οὔτε γὰρ̣ [σύ] γε π̣[ερὶ δό]ξης ἢ τῆς ἐπι-
τιμ[ί]α̣ς κινδ̣υν̣[εύ]ω̣ν ἐπὶ̣ τοῦτο ἥ̣-
κεις οὔτε ὑπὸ β̣[ουλ]ῆς αἱρεθεὶς ἢ δή-
μ[ο]υ δεινὸν νο[μί]ζεις ψεῦσαι τῶν
ἑλομένων τὰ[ς ἐ]ν̣ σοὶ ἐλπίδας, ἀλ-
115λὰ καὶ τοῖς ὑπὸ σοῦ πεπρ̣αγμένοις
καὶ ἐφ᾽ οἷς σ[εμ]νύν̣η̣ι μέγα, ἐναν-
τία ποιεῖς κατηγο̣ρῶν τοῦ νόμου·
——
ἢ τῶν πρ[ί]ν σοι φιλ̣ο̣τιμιῶν ἐπιλ̣[έ-]
λησαι, ἡνίκα ὁρῶν̣ κατὰ [τ]ὸ̣ν πα-
120λαιὸν νόμον̣ σ̣υ̣νεκ̣καίδεκα αἱρου-
μένους ἐπὶ̣ τ̣ὴν τριήρη καὶ τούτους
τὸ ἴσον ἕκαστον σ[υ]ντελοῦντας ›
column 4
τῶι πολλὰ κεκτ[ημέν]ω̣ι̣ τὸν ὀ-
λίγα, καὶ τοὺς μὲν ἀπ̣[όρο]υ̣ς [ἐπιτ]ρ̣ι-
125βομένους, τοῖς εὐπό[ροι]ς δὲ κατὰ
πολλὴν ῥαιστώνην τ[ε]ουμέ - ›
νας τ̣ὰ̣ς λειτουργίας νόμον εἰσ-
ήνεγκας εἰς τὸν τριηρ̣[αρ]χικὸν
συντελεῖν μὲν ὥ̣σπε̣ρ̣ π̣ρ̣ότ̣ερο̣ν̣
130[εἰς τὰ]ς τριηραρχ̣ί̣ας, μηκέτι δὲ
ἴ[σον] ἕκαστον, ἀλ̣[λ]ὰ πρὸς τ̣ὰ̣ τ̣ι-
[μή]ματα τῶν̣ [ο]ὐσιῶν τὸν ›
πολλὰ κεκτημέ[ν]ον [π]ολλά,
τὸν ἥσ[σ]ω̣ κατὰ λό[γ]ο[ν], ἐ[ξ] οὗ μι-
135ᾶς καὶ δ[υο]ῖν ἐφάν[η] τ̣ριήρ̣α̣ρχος
ὁ πρότερο̣ν ἕκτος κ̣αὶ δ̣[έ]κατος
συντελής· καὶ κριθ̣εὶς παρανό-
μων ἀπέ̣φυγες· ε[ἰκ]ό̣τως, οὐ γὰρ
τὸ τῶν ὀλίγων κ[αὶ π]λ[ουσί]ων̣ εἵ-
140λου οὐδ᾽ ἵνα μὴ ἀ[π]ε̣[χθάνηι] τισὶ
προ̣[ὔ]δωκας τοὺς [πολλούς]· τ̣[ότε]
μ̣ὲ̣[ν] οὖν̣ καλῶς ἐφ[αίνου τ]αῦ-
τ̣α ποιῶν καὶ ἀξί[ως ἐπ᾽] α̣ὐ̣-
τοῖς σεμνύνεσθαι· νῦ[ν μ]έντοι
——
145γε ἀπορῶ, τί παθὼν τἀναν̣τί-
α̣ βιάζη̣ι· οὐ γάρ ἐστιν ἀ̣ν̣δ̣[ρὸ]ς ἐ̣-
[πὶ] τῆς α̣ὐτῆς γνώμ̣[ης] μ̣έ[νο]ν̣τος
[π]ά̣λαι μὲν καὶ μηδ[ενὸς ἄλ]λ̣ου
[βιάζοντ]ος αὐτὸν ἄρχ[ειν το]ὺ̣ς
150[πλο]υ̣[σίου]ς̣ ἄ̣γειν εἰς τ̣ὸ [ποιεῖν τὰ](*)
[τὰ δίκαια], ν̣ῦ̣ν̣ δὲ μᾶ[λλον τοῖς]
[τ]α̣ύ[τῃ πλουτ]οῦ̣[σ]ι συγχ[αίρειν, κ]α[ὶ]
τ̣[ό]τ[ε μὲν] κατὰ τῶν̣ [ὅ]σ̣α κ[αὶ π]έ-
νη̣τε[ς δ]ιδόντων, μηδὲν πλ̣[έον]
155διδό[ντ]ων γε ἀγανακτεῖν καὶ
νόμο[ν] εἰσφέρειν, νυ̣νὶ δὲ ὅπ̣ω̣ς
πλουτοῦντές τινες πρὸς̣ τῶ[ι] ›
π̣α̣ρελθόντι χρόνωι μηδ̣ὲ τοῦ
λοιποῦ μηδὲν εἰσοίσουσι σ̣πο̣υ̣ - ›
160δάζειν̣ κ̣αὶ ἡμῶν κατηγο[ρε]ῖ̣ν̣·
——
εἰ γάρ ποτε νομοθετεῖ̣ν ἔδε̣ι, ν̣ῦ̣[ν]
(added at left: •) ἔδει, καὶ εἴ, περὶ τῶν εἰς τὰς λε̣[ι-]
το̣υ̣ργίας ἀγομένων, ἀλλ᾽ οὐ̣χ̣ ὑ̣ - ›
πὲρ τοῦ τἀναντία τοῖς̣ προ̣[τ]έ̣ρ̣ο̣ις
column 5
165ποιεῖν· ἀ[λλ᾽] ἄ̣ρα δήλη τῆς μεταβολῆς
ἡ πρόφασ[ις̣]· ἡνίκα̣ μὲν γὰρ οὐδε εἷ[ς̣]
ἦν ὁ δώσω̣ν χρήματά σοι, τὸ δίκα̣[ιον]
καὶ τὸ λυσιτ̣ελὲς ἑ⟦ν⟧ώρα{ι}ς καὶ μετή-
εις, ὁπότε δὲ ἔσχες τοὺς παρέξο̣ν-
170τας, οὗτω̣ τ̣ε̣ περιῆ̣λθέν σε ἡ πλ̣ε̣
ονεξια κ[αὶ κ]ατίσχυσε τοῦ ἐν σοὶ λο-
γισμοῦ, ὥστε καὶ συμ̣φέροντος κα̣ὶ̣
νόμων καὶ̣ δ̣ικαίω̣ν καὶ πάντων
ὁμοῦ περιιδεῖν· οὐ μὴν ἀλλ᾽ εἴ σοι ἐν
175ἀδιαφό̣[ρ]ω̣ι̣ [π]ά̣ντ[α] ταῦτά ἐστιν ἕ̣νε-
κα̣ τ̣οῦ τὰ̣ς ἰδίους πλεονεξίας ἐν̣
πλείον̣[ι τ]ῆς ἁπάντων σωτηρίας
τίθεσ̣θ̣α̣[ι], το̣[ύ]τοις \γ’/ οὐ κατολιγωρ[η-]
τέον ἑαυ̣τῶν· ἔστιν δὲ καὶ πρὸς
180αὐτοὺς ε̣[ἰ]πεῖν τοῦς ἀτελεῖς πολλὰ̣
καὶ μέ̣[τ]ρια ὑμῖν, ὦ ἄνδ̣ρες Ἀθ̣[η] - ›
ναῖ̣οι· ε[ἰ μ]έ̣ν τ̣ις πένης ἐστίν, οὐ̣ [›-]
δὲν̣ δι̣ὰ̣ [τοῦτ]ο ἀναλώσει μᾶλ̣λ̣[ον,]
ἂν τὴν ἀ̣[τέλει]αν ἀφαιρεθῆι, οἱ [πλου-]
185τοῦντ[ες δ᾽ οὐδ᾽ ὣ]ς [ἄδ]ικον πε[ίσον-]
ται μικρ̣ὰ [ἀπ]ὸ̣ πολλῶν ἀναλίσκ̣ο̣ν̣-
τες· ὃν μὲν ἐκαρπώ̣σαντο χρό - ›
(added at left: •) νον, ἀφείησιν(*) αὐτοῖς καὶ οὐδεὶς ἀ-
ναγκασθή̣[σ]ετ[α]ι̣ περὶ̣ ἐκείνου λει-
190τουργεῖν̣, [ὑ]π̣ὲ̣[ρ δ]ὲ̣ τοῦ μέλλοντ[ος]
ὁ νόμος εἰσ̣[ενήνε]κ[τ]αι, ἐν ὧι τῶν̣
ἀναλωμά̣[των μετα]λήψονταί τ̣ι̣
δ̣όξαν̣[τες σώφρονες κ]α̣ὶ̣ φιλοπό-
λι̣δ̣ες εἶναι, [βλάβ]η̣[ν] <δ᾽ ἂν> οὐδ᾽ ὁτωιοῦ̣ν̣
195ποιοῖντο· ὑμεῖ̣[ς μ]ὴ [ἀνα]τ̣ρέψ̣ητε(*) τοῦ-
το ἐνθυμηθέν[τ]ες, [ὅτ]ι πάλαι μὲν
ταῖς προσηκοὺσαις γ[ν]ώμαις ἐρει-
σθέντα τὰ πράγματ̣α̣ τοῖς προγόν̣ο̣ι̣ς
ἡμῶν, εἰ καί τι ἔλατ̣τον συνέβαι-
200νε γίνεσθαι διὰ τοὺς ὕστερον οὐ - ›
κ ὀρθῶς πολιτευ̣ομένους, ὅμως ἀ-
ναφέρειν μέχρ[ι] τινὸς ἠδύνατο·
——
νῦν δὲ πάντων ὁμοῦ τῶν ἀγόν-
των ἐπὶ τ̣ὸ χεῖρον αὐτὰ κατισχυ-
205σάντων καὶ αἱ γν̣ῶμαι κεκάκων-
ται καὶ δέος ἐ̣σ̣τί, μὴ ὥσπερ ἐγ(*) με -
column 6
γάλ[ω]ν ⟦τῶν πρὶν̣⟧ καὶ λαμ̣π̣ρῶν ›
τῶ̣ν πρὶν ἡ̣μῖν ἔ̣ρ̣γων καὶ πρα-
γμά̣των εἰς̣ ταπει̣ν̣ὰ̣ [καὶ] ἀσθενῆ
210τὰ τῆς πόλεως ἦκται διὰ τὴν ἐ-
νίων πλεονε̣ξ̣ίαν, οὕτως μὴ θε-
ραπ[ευ]θ̣έντα πολὺ χείρονα, μᾶλ-
λον δὲ ἀνήκεστα γένηται· ἓν δ᾽ ἔ-
τι τ̣οῦτ᾽ εἰπὼν καταβήσομαι· ἥ - ›
215κομ̣εν γὰρ ἡμ̣εῖς μὲν οὐ χρήμα-
τα, οὐ δόξαν, οὐ̣κ ἄλλο̣ τι̣ αὑτοῖς
λυ[σιτ]ελὲς̣ ποριο̣ύμενοι διὰ τοῦ ›
νόμου πλὴν ὃ κοινῶς με̣θ᾽ ὑ - ›
μῶν̣ ὠφελησό̣με̣[θ]α· τί γ̣ὰρ(*) ἡμῖν
220ἰδία[ι] πλέον, εἰ ἡ̣ ἀτέλεια ἀφαιρε-
θήσεται, ὅ̣τι μὴ πολλοὺ̣ς αὑτοῖς
ἐ̣χθρ̣ούς, οἷς οὐ π̣ρ̣ὸς ἡδο̣[ν]ὴν ποι-
οῦμεν, κατασ̣κευάζειν· οὗτοι-
δὲ τἀναντία· [ἵ]ν̣α γὰρ αὐτοῖς ἐξ-
225ῆι κ̣αί μοι μ[ηδεὶς] ὑμῶν πρὸς
Διὸς χαλεπήν[η]ι καὶ παρὰ τῶν
τὴ̣[ν] ἀτέλεια[ν ε]ὑ̣ρ̣ο̣μ̣ένων χρή-
ματα πολλὰ λ̣α̣βεῖν κα[ὶ] παρὰ
τῶν̣ ὕστερον β̣ο̣υλησομένων
230τυχεῖν αὐτῆς, τῶν τε νῦν αὐ-
τοὺς̣ καὶ τῶν [α]ὖ̣θις ἐλπίδων
ο̣ὐ βούλονται ἀ[π]οστε̣ρ̣εῖν· ἡ δὲ
[π]ό̣λ[ις] καὶ οἱ ἐν̣ [αὐτῆι] π̣ένη̣τες ›
μ̣[ετα]ξὺ τῆς τ̣[ε ὑ]μ̣ετέρ̣[ας] ὑπὲρ
235[αὐτῶ]ν̣ φιλοτ[ιμ]ί̣ας̣ κ̣α̣[ὶ τ]ῆ̣ς τού-
τ̣ω̣[ν] πλ[ε]ονεξ̣[ίας] κ̣α̣θ̣[ά]π̣ερ ἐν
ξ̣υ[ρ]ῶ̣ι, φα̣σὶ δε  ̣ε  ̣κ[  ̣  ̣]ει[  ̣], τα ›
λ̣α̣ν[τ]ε̣υόμενο[ι δέ]ο̣ντα[ι] κ[α]ὶ ἱκε-
τεύ[ο]υ̣σιν ἅπαν̣τ̣ας ὑμᾶς μ̣ὴ̣ ὑπα-
240χθῆν̣αι ταῖς τ[ού]τ̣ων τέχναις·
——
ἐπεί τοι εὖ εἰδ̣έ̣ν̣αι χρή, ὅτ̣[ι] καὶ αὐ-
τοὺς προδώσε̣τ̣ε̣ ε̣ἰς ἀνήκεστον
ὕβριν τούτοις̣ κ̣[α]ὶ τὴν ὁμοφρο-
σύ̣νην τὴν πά[ν]τ̣ας ἁνθρώπους
245σώζουσαν <καὶ> ἰσό[τη]τ̣α τὴν ἅπαν-
τ᾽ ἐκεῖνα τὰ σεμ̣[ν]ὰ φυλάττου - ›
σαν, λέγω δὴ θυ[σί]ας π̣ομπὰς θεῶν,
column 7
ὕμνους τἆλλ᾽, ἃ καὶ π̣[όλεις] καὶ χώρ̣[ας]
σώ̣[ζε]ι, ἐφήσετε αὐ̣τ̣[οῖς] ἀνατ̣ρ̣έψα̣[ι]·
——
250ἐμοὶ μ̣ὲν οὖν εἴρη̣τ̣[αι] κ̣αὶ περὶ τ[οῦ]
νόμου τὰ δίκ[αι]α κα̣ὶ̣ περ̣ὶ̣ τῆ̣ς πό̣ [›-]
λεως, ἃ συνοίσει· ἀνάβ̣ητ̣ε̣ δ̣ὲ̣ καὶ ο̣[ἱ]
σύνδ̣ικοι καὶ μεμν[ημ]έ̣ν̣[οι τῆ]ς
σπουδῆς, μεθ̣᾽ ὅσ̣ης ἐχειροτ̣ό̣ν̣[ησ]ε̣[ν]
255(added at left: •) ὑμᾶς ὁ̣ δῆμος, τ̣α̣ύ̣την̣ τε̣ σώζε̣[τε]
καὶ μὴ διαψεύσητε τὴν π̣ίστ[ιν].

Apparatus


^ 1.11-12. Kremmydas : [λ]ό |γ̣ου Schubart
^ 2.53. l. ἀτέλεια[ν] (corr)
^ 3.90. l. ἐκβῆναι
^ 3.97. Kremmydas : δ[ιαβάλλει] Kunst
^ 4.150. Kremmydas : [συντελεῖν] Schubart
^ 5.188. l. ἀφίησιν
^ 5.195. Kremmydas : [ἐπι]τρέψ̣ητε Wilamowitz
^ 5.206. l. ἐκ
^ 6.219. or παρ᾽

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.