Papyri.info

sign in

= Trismegistos 59988 = LDAB 1100



Introduction

This text has been digitally edited by Oliver Donath and revised by Holger Essler as part of the Project Encode.

DCLP transcription: 59988 [xml]

column 1Imaged 2011 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
1[  ̣  ̣  ̣  ̣  ̣ ἔντευ]ξ̣[ιν ἐν ᾗ πλουτεῖ ἣν]
[ἔλαβε π]αρὰ τοῦ κ(υρίο)[υ]· [ταυτὴν ἀποδίδω-]
[σι τ]ῷ̣ [κ](ουρί)ῳ τῷ̣ ἐ̣πιχο[ρηγοῦντι αὐτῷ. καὶ]
[ὁ] π̣λούσιος ὡσ[αύτως τὸν πλοῦτον, ὃν ἔλαβε]
5[π]αρὰ τοῦ κ(υρίο)υ ἀδιστά[κτως παρέχει]
τῷ πένητι. καὶ τοῦτο ἔργον [μέγα ἐστὶ]
καὶ δεκτὸν παρὰ τῷ θ(ε)ῷ ὅτι̣ [συνῆκεν]
ἐπὶ τῷ πλούτω αὐτοῦ καὶ ἠργάσατο
[ε]ἰς τὸν πένητα ἐκ τῶν δωρημάτων
10[τ]οῦ κ(υρίο)υ καὶ ἐτέλεσεν τὴν διακονίαν ὀρ-
[θ]ῶς. παρ̣ὰ τοῖς οὖν ἀνθρώποις ἡ πτε-
[λ]έα δοκεῖ καρπὸν μὴ φέρειν, καὶ οὐκ ὔ-
[δ]ασιν(*) οὐδὲ νοοῦσιν, ὅτι ὅταν ἀβροχία
[γ]ένηται, ἡ πτελέα ἔχουσα ὕδωρ τρέφει
15[τ]ὴν ἄμπελον, καὶ ἡ ἄμπελος ἀδιάλει-
πτον ἔχουσα τὸ ὕδωρ διπλοῦν τὸν καρ-
πὸν ἀποδίδωσιν καὶ ὑπὲρ αὐτῆς καὶ ὑ-
πὲρ τ[ῆ]ς πτελέας. οὕτως καὶ οἱ πένητες
ὑπὲρ τῶν πλουσίων ἐντυ<γ>χάνοντες
20πρὸς [τὸ]ν κ(ύριο)ν, πληροφοροῦσι τὸ πλοῦτος
αὐτῶ[ν], καὶ πάλιν̣ [οἱ] πλούσιοι χορηγοῦν-
τες [τοῖς] πένησι τὰ δέοντα, πληροφοροῦσι
τὰς ψ̣[υχ]ὰς αὐτῶν. γείνονται(*) οὖν ἀμφό-
τερο̣[ι κο]ινωνοὶ̣ τοῦ ἔργου τοῦ δικαίου.
25ταῦτ̣α̣ οὖν ὁ ποιῶν οὐκ ἐνκαταλειφθή-
σε[ται] ὑπὸ τοῦ θ(εο)ῦ, ἀλλὰ ἔσται γεγεραμμέ-
νο[ς εἰς] τ̣ὰς βίβλο̣υς τῶν ζώντω̣ν. μα
κ̣[άριοι ο]ἱ ἔχοντες καὶ συνιέντες, ὅτι πα-
ρ̣[ὰ τοῦ] κ(υρίο)υ πλο̣υτίζονται. ὁ γὰρ συνίων
30τοῦτ[ο] δυνή[σ]ε̣[τ]αι καὶ διακονῆσαι τί
column 2Imaged 2011 by [unidentified responsible individual]

[ca.26 lines missing]
1[- ca.12 - ὁ γὰρ αἰὼν ὁ ἐρχομενὸς θε-]
ρεία ἐ̣[στί τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς]
χειμὼ̣[ν. ὅταν οὖν ἐπιλάμψῃ τὸ ἔλεος]
τοῦ κ(υρίο)υ, [τότε φανερωθήσονται οἱ δουλεύ-]
5οντε[ς τῷ θ(ε)ῷ, καὶ πάντες φανερωθήσονται.]
ὥσπε[ρ γὰρ τῷ θέρει ἑνὸς ἑκάστου]
δένδ[ρου οἱ καρποὶ ἐπιγινώσκον-]
ται π[οταποί εἰσιν, οὕτως καὶ τῶν]
δικαίω[ν οἱ καρποὶ φανεροὶ ἔσονται καὶ]
10γνωσθ[ήσονται πάντες εὐθαλεῖς ὄντες]
καὶ ἐν τ̣[ῷ αἰῶνι ἐκείνῳ. τὰ δὲ ἔθνη καὶ οἱ]
ἁμαρτ[ωλοὶ, ἃ εἶδες τὰ δένδρα τὰ ξηρά, τοι-]
οῦτοι [εὑρεθήσονται ξηροὶ καὶ ἄκαρποι]
ἐν ἐκ[είνῳ τῷ αἰῶνι, καὶ ὡς ξύλα]
15κατακ[αυθήσονται καὶ φανεροὶ ἔσονται,]
ὅτι ἡ π[ρᾶξις αὐτῶν πονηρὰ γέγονεν]
ἐν τῇ [ζωῇ αὐτῶν· οἱ μὲν γὰρ ἁμαρτωλοὶ κα-]
ήσοντ̣[αι](*)[, ὅτι ἥμαρτον καὶ οὐ μετενόησαν·]
τὰ δὲ ἔ[θνη καυθήσονται, ὅτι οὐκ ἔγνωσαν]
20τὸν κτί̣[σαντα αὐτούς. σὺ οὖν ἐν σοὶ]
καρπο[φόρησον, ἵνα ἐν τῷ θέρει ἐκείνῳ]
γνωσθ[ῇ σου ὁ καρπός· ἀπέχου δὲ]
ἀπὸ πολ[λῶν πράξεων· καὶ οὐδέποτε οὐδὲν δι-]
[α]μαρτήσεις. [οἱ γὰρ τὰ πολλὰ πράσσοντες]

Apparatus


^ 1.12-13. l. οἴ |[δ]ασιν
^ 1.23. l. γίνονται
^ 2.17-18. H. Essler (syllabification) (via PN) : [καυθ] |ήσοντ̣[αι] prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.