Papyri.info

sign in

Trismegistos 60125 = LDAB 1239



Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60125 [xml]

v

column 1Imaged 2010-2015 by [unidentified responsible individual]

μνᾶτο· πλεῖστα δὲ δῶρα μετὰ ξανθὸν Μενέλαον
μνηστήρων ἐδίδου· μάλα δ' ἤθελε ὅν κατὰ θυμὸν
Ἀργεΐης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοι[ο].
——
Αἴας δ' ἐξαλαμεῖνος ἀμώμητος πολεμιστὴς
5μνᾶτο· δίδου δ' ἄρα ἕδνα [ἐο]ι̣κ̣ότα, θαυματὰ ἔργα·
οἳ γὰρ ἔχον Τροιζῆνα καὶ ἀγ[χ]ίαλον Ἐπίδαυρον
νῆσόν τ' Αἴγειναν Μάση̣τά τε κοῦ[ροι] Ἀχαιῶν
καὶ Μέγαρα σκιόεντα καὶ ὀφρυόεντα Κόρινθον,
Ἑρμιόνην Ἀσίνην τε παρὲξ ἅ[λ]α ναιεταώσας,
10τῶν έφετ(*)' εἰλίποδάς τε βόας κα̣ὶ̣ [ἵ]φι̣α̣ μῆλα
συνελάσας δώσειν, ἐκέκαστο γὰρ ἔγχεϊ μα̣κρῶι.
——
αὐτὰρ ἀπ' Εὐβο[ί]ης Ἐλεφήνωρ, ὄρχαμ̣ο̣ς̣ [ἀνδρ]ῶ̣ν,
Χαλκωδ̣ο̣ντιάδης μεγαθύ̣μω̣ν [ἀ]ρ̣[χὸς Ἀβάντων]
μνᾶτο· πολλὰ δὲ δῶρα δίδ[ου]· μάλ[α] δ̣' [ἤθελε θυμῶι]
15Ἀργεΐης Ἑλένης πόσις ἔμμενα[ι ἠυκόμοιο].
——
ἐκ Κρήτης δ' ἐμνᾶτο μέγα σθένο̣[ς Ἰ]δ̣ο̣μ̣[ενῆος]
Δευκαλίδης Μίνωος ἀγακλείτοιο̣ π̣[ολ]ε̣[ίτης],
οὐδέ τινα μνηστῆρα μ̣ε̣τ̣άγγελον ἄ̣λ̣λ̣[ον ἔπεμψεν],
ἀλλ' αὐτὸς̣ [σ]ὺν νηῒ πολυκλήϊδι μέλαιν̣(*)[ηι]
20βῆ ὑπ[ὲρ] Ὠ̣γ̣υ̣νου(*) πόντου διὰ κῦμα μελαι(*)[νὸν]
Τυνδαρέου ποτὶ δῶμα δαΐφρονος, ὄφρ̣' [ἀγάγοιτο]
[Ἀργεΐην] Ἑλένην·, μηδ' ἄλλος οἶς̣   ̣  ̣α̣κ[  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣  ̣κ]λ̣έ̣α̣ πᾶσαν ἐπ̣ὶ̣ χ[θό]ν̣α δῖαν ἵκαν[εν]
[- ca.10 -]  ̣ε̣σίηι Ζηνὸς μεγα  ̣  ̣  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣]
25[- ca.18 -]ετ  ̣  ̣  ̣[⁦ -ca.?- ⁩ 6 lines missing]
32[⁦ -ca.?- ⁩ἄ]κο̣[ι]τιν
[⁦ -ca.?- ⁩]εδε̣  ̣  ̣  ̣
[⁦ -ca.?- ⁩  ̣  ̣  ̣
35[⁦ -ca.?- ⁩]ε̣ϊζ[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ι
[⁦ -ca.?- ⁩]νε[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ψ̣ων
[⁦ -ca.?- ⁩]κα[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] β̣α̣θείηι
[⁦ -ca.?- ⁩]κ[  ̣  ̣  ̣  ̣] ε̣ἵν̣ε̣κα κούρης
[⁦ -ca.?- ⁩]ουτ̣[  ̣  ̣]ελε[  ̣  ̣  ̣  ̣]  ̣ε̣γ̣κα̣(*)  ̣  ̣
40[πάν]τ̣α̣ς̣ δὲ μνηστῆρ[ας] ἀπ̣[ήιτ̣ε̣εν̣ ὅ]ρ̣κ̣[ια] π̣ι̣σ̣τ̣ὰ
[ὀ]μ̣ν̣ύ̣μεναί τ' ἐκελευσ̣[ε] καὶ̣ [  ̣  ̣]  ̣  ̣  ̣  ̣ ἀρ̣ά̣ασθαι
σ̣π̣ονδῇ, μή τιν' ἔτ' ἄ[λ̣]λ̣ο̣[ν ἄ]νε̣υ̣ ἕθεν ἄλλα π[ονεῖσθαι]
ἀμφὶ γάμω[ι] κού̣ρ̣ης εὐ[ωλένου, ὃς δέ μι]{ε̣}ν ἀνδρῶ̣[ν]
αὐτὸς ἕλοιτο βίῃ νέμεσίν τ' ἀπ[ο]θ̣[ε]ῖ̣το καὶ αἰδῶ,
45τὸν μέτα πά̣ν̣τας ἄνωγεν ἀολλέας ὁρμηθῆν[αι]
ποινὴ[ν] τεισομένους·. τοὶ δ' ἀπτερέως ἐπί̣θ̣ο̣ν̣[το]
ἐλπόμενοι τελέειν πάντες γάμον, ἀλ̣λ̣' ἄ̣[ρα πάντας]
column 2Imaged 2010-2015 by [unidentified responsible individual]

Ἀτρε[ΐδ]ης [νίκησε]ν ἀρηίφιλος Μενέλαος
πλεῖ̣[στ]α πορών. Χ̣ε̣ί̣ρων δ' ἐν Πηλίῳ ὑλήεντι
Πηλεΐδην ἐκ̣ό̣μιζε πόδας ταχὺν ἔξοχον ἀνδρῶν
παῖδ['] ἔτ' ἐόν[τ'·] οὐ γάρ μιν(*) ἀρηίφιλος Μενέλαος
5νίκησ' οὐδέ τις ἄλλος ἐπιχθονίων ἀνθρώπων
μνηστεύων Ἑλένην, εἴ μιν κίχε παρθένον οὖσαν
οἴκαδε νοστήσας ἐκ Πηλίου ὠκὺς Ἀχιλλεύς,
ἀλλ' ἄρα τὴν πρίν γ' ἔσχεν ἀρηίφιλος Μενέλαος. ›
(added at left: Β)ἣ τέκεν Ἑρμιόνην καλλίσφυρ[ο]ν ἐν μεγάροισιν
10ἄελπτον. πάντες δὲ θεοὶ δίχα θυμὸν ἔθεντο
ἐξ ἔριδος· δὴ γὰρ τογε(*) μήδετο θέσκελα ἔργα
Ζεὺς ὑψιβρεμέτης μεῖξαι κατ' ἀπείρονα γαῖαν
τυρβάξας, ἤδη δὲ γένος μερόπων ἀνθρώπων
πολλὸν ἀϊστῶσαι σ̣π̣ε̣[ῦ]δε, π̣[ρό]φ̣ασιν̣ μὲν ὀλέσθαι
15ψυχὰς ἡμιθέω[ν, μὴ ἐπιχθονίο]ισ̣ι̣ βροτοῖσιν
τέκ̣να θεῶν μι[χθῆ]ι̣, [μόρον ὀφ]θαλμοῖσιν ὁρῶντα,
ἀλ[λ' ο]ἱ μ[ὲ]ν μά[καρες  ̣  ̣  ̣  ̣  ̣  ̣]ν̣ ὡ̣[ς τ]ὸ̣ πάρος περ
χ[ωρὶ]ς ἀπ' ἀν[θρ]ώπω[ν βίοτον καὶ] ἤθε' ἔχωσιν
τ[  ̣  ̣  ̣]ε̣  ̣θ̣α̣ν̣[  ̣  ̣  ̣]α̣  ̣[  ̣  ̣κατα]θνητῶν ἀνθρώπων
20[⁦ -ca.?- ⁩] μ̣' ἄλγος ἐπαλγεῖν
Ζε̣[ὺς⁦ -ca.?- ⁩]  ̣ ἔκερ̣σε
[⁦ -ca.?- ⁩]ε̣ρ̣ζ̣ε̣υ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩ἐ]π̣ὶ μαστ̣ῶ̣ι̣
[⁦ -ca.?- ⁩] μ̣[η]δ̣έ τις ἀν[δ]ρῶν
25[⁦ -ca.?- ⁩] μ̣ελαι[ν]άων ἐπὶ βαιῆι(*)·
[⁦ -ca.?- ⁩β]ίηφί τε φέρτατος εἶναι
[⁦ -ca.?- ⁩]ε̣ καταθνητῶν ἀνθρώπων
[⁦ -ca.?- ⁩ὅσα τ' ἐ]στὶ καὶ ὁππόσα μέλ<λ>ει ἔσεσθαι
[⁦ -ca.?- ⁩μέγ]α̣ μ̣ήδεται ἠδὲ γεραίρει
30[⁦ -ca.?- ⁩] Δ̣ι̣ὸς νεφεληγερέτ[α]ο
[⁦ -ca.?- ⁩]  ̣ [ὅ]τ̣τ̣ι̣ φράσσασθαι ἔμελλεν
[⁦ -ca.?- ⁩]α̣κ̣αι̣ε καταθνητῶν ἀνθρώπων·
[καὶ π]ολ[λ]ὰς Ἀίδηι κεφαλὰς ἀπὸ χαλκὸν ἰάψ̣[ει]ν̣
[ἀν]δ̣ρ̣ῶν [ἡρ]ώων ἐν δηιότητι πεσόντων·.
35[ἀ]λλ' ο̣ὔπ̣ω [π]οτε πατρὸς ἐπηισθάνετο φρενὸ[ς ὁ]ρμ[ήν.]
[ο]ἷ̣ά̣ τε̣ κῆρ' ἀλεείνοντες σφετέροισι τέκεσσι
[τ]έ[ρ]ποντ' ἄνθρωποι, πραπίδων ⟦δ⟧ ἐπετέρπετ' ἐρωῆι
[πα]τ̣ρ̣ὸ̣ς̣ ἐρισθεν<έ>ος μεγάλ' ἀνδράσι μηδομένοιο.
[πο]λλὰ δ' ἀπὸ γλωθρῶν(*) δένδρων ἀμύοντα χαμᾶζε
40[χεύ]ετο καλὰ πέτηλα, ῥέεσκε δὲ καρπὸς ἔραζε,
[πν]εί[ον]τος βορέαο περιζαμενὲς Διὸς αἴσηι,
[  ̣  ̣  ̣]εσκεν δὲ θάλασσα, τρόμε{ε}σκε δὲ πάντ' ἀπὸ τοῖο,
[τ]ρ̣ύ̣χ̣ε̣σ̣κεν δὲ μένος βρότεον, μινύθεσκε δὲ καρπὸς
ὥ̣ρ̣ῃ ἐν εἰαρινῇ, ὅτε τ' ἄτριχος οὔρεσι τίκτει
45[γ]α̣[ί]ης ἐν κευθμῶνι τρίτωι ἔτεϊ τρία τέκνα·
[ἦρος] μ̣ὲν κατ' ὄρος καὶ ἀνὰ δρυμ{ν}ὰ πυκνὰ καὶ ὕλην
[θῆρας ἀλυσ]κάζων καὶ ἀπ[ε]χ̣θαίρων πάτον ἀνδρῶν
column 3Imaged 2010-2015 by [unidentified responsible individual]

ἄγκεα καὶ κνημοὺς κα̣[τ]α̣[βόσκεται⁦ -ca.?- ⁩]
χειμῶνος δ' ἐπιόντος ὑπ̣ὸ̣[⁦ -ca.?- ⁩]
3,msupκεῖται πόλλ' ἐπιεσσάμεν[ο̣ς̣] ε[⁦ -ca.?- ⁩]
δεινὸς ὄφις κατὰ νῶτα δα[φοινός⁦ -ca.?- ⁩]
5ἀλλά μιν ὑβριστήν τε κα[ὶ ἄγριον⁦ -ca.?- ⁩]
κῆλα Διὸς δαμνᾶι φημ̣[⁦ -ca.?- ⁩]
ψυχὴ τοῦ γ' οἴη καταλείπε̣[ται⁦ -ca.?- ⁩]
ἣ δ' ἀμφ' αὐτόχ[υ]τον θά̣λ̣α̣[μον⁦ -ca.?- ⁩]
ἠβαιήν· ἐ[πί] τε ἱρὰ κατὰ χθ[ον⁦ -ca.?- ⁩]
10εἶσιν ἀμαυρω̣[θ]ε̣[ῖ]σ[α] π̣ο̣τ̣[ὶ⁦ -ca.?- ⁩]
κεῖτα[ι] δὲ̣ [⁦ -ca.?- ⁩]
ὧραι τ' ἐκ φ[⁦ -ca.?- ⁩]
τέρψηι δ' α[⁦ -ca.?- ⁩]
αὖθις ἐπι̣[⁦ -ca.?- ⁩]
15γαίης τε̣[⁦ -ca.?- ⁩]
ἔνθεν α[⁦ -ca.?- ⁩]
θήλει' ἐρ[⁦ -ca.?- ⁩]
ἐς φῶς· ο[⁦ -ca.?- ⁩]
φράζετ[⁦ -ca.?- ⁩]
20ἔρχετ[⁦ -ca.?- ⁩]
ἤπιά τ[⁦ -ca.?- ⁩]
γ̣α̣ίη̣ ὡ̣ς̣ [⁦ -ca.?- ⁩]
πότμο̣[⁦ -ca.?- ⁩]
ἰᾶσθαι [⁦ -ca.?- ⁩]
25οἳ δ' ἂν κ̣[⁦ -ca.?- ⁩]
νούσων [⁦ -ca.?- ⁩]
ἀλλὰ τα[⁦ -ca.?- ⁩]
τηλεθό[ω⁦ -ca.?- ⁩]
τοῖσι δὲ [⁦ -ca.?- ⁩]
30τρὶς το̣[⁦ -ca.?- ⁩]
ἐπλη[⁦ -ca.?- ⁩]
εἶσιν δ[⁦ -ca.?- ⁩]
φῦλον [⁦ -ca.?- ⁩ 6 lines missing]
40τ[⁦ -ca.?- ⁩]
θ[⁦ -ca.?- ⁩]
φ[⁦ -ca.?- ⁩]
ἐν̣ν[⁦ -ca.?- ⁩]
ζωε̣[⁦ -ca.?- ⁩]
45νόσφ[ι⁦ -ca.?- ⁩]
κηρ[⁦ -ca.?- ⁩]
κα̣ὶ̣ γὰ[ρ⁦ -ca.?- ⁩]
ἀγρο[⁦ -ca.?- ⁩]

Apparatus


^ v.1.10. l. ἔφατ (corr)
^ v.1.19. l. μελαίν̣
^ v.1.20. l. Ὠ̣γ̣υ̣λίου (corr)
^ v.1.20. l. κελαι (corr)
^ v.1.39. or ν̣ε̣κα̣
^ v.2.4. l. κεν (corr)
^ v.2.11. l. τότε (corr)
^ v.2.25. or ἐπιβαίηι
^ v.2.39. l. βλωθρῶν (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 1.7.

    On the first alpha of Μάσητα the scribe wrote a huge grave accent, probably to indicate that he found the wrong form Μάσσητα in the original.

  • 2.9.

    According to the editor, the supralined as well as underlined beta which was added on the left of this line doesn't indicate a verse count, but rather the second book of this collection.

  • 3.3.

    This line was omitted and later added above l. 1 of this column; its original place is indicated by a stroke between ll. 2 and 4.

  • 3.7.

    The spiritus of οἴη was added by a second hand.