Papyri.info

sign in

Trismegistos 60155 = LDAB 1270



Introduction

This papyrus has been digitally edited by Marta Legnini and Martine Chantal Fantuzzi and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60155 [xml]

folio 5

r
-- -- -- -- -- -- -- -- -- --
111[οἳ μὲν ἐπὶ Κρόνου ἦσα]ν ὅτ' οὐ[ρανῷ ἐμβασίλευεν]
[ὥστε θεοὶ δ' ἔζωον] ἀκηδέα [θυμὸν ἔχοντες]
[νόσφιν ἄτερ τε πόνο]υ ὀϊ[ζύος οὐδέ τι δειλὸν]
[γῆρας ἐπῆν αἰεὶ δὲ π]όδας κ[αὶ χεῖρας ὁμοῖοι]
115[τέρποντ' ἐν θαλίῃσι] κακῶν [ἔκτοσθεν ἁπάντων]
[θνῇσκον δ' ὥσθ’ ὕπνῳ] δεδμ[ημένοι ἐσθλὰ δὲ πάντα]
[τοῖσιν ἔην καρπὸν δ' ἔ]φερεν [ζείδωρος ἄρουρα]
[αὐτομάτη πολλόν τε] καὶ ἄ[φθονον οἳ δ' ἐθελημοὶ]
-- -- -- -- -- -- -- -- -- --
folio 6

v
-- -- -- -- -- -- -- -- -- --
153[βῆσαν ἐς εὐρώεντ]α δόμ[ον κρυεροῦ Αΐδαο]
[νώνυμνοι θάνατος] δὲ καὶ ἐ[κπάγλους περ ἐόντας]
155[εἷλε μέλας λαμπρ]ὸν δ' ἔλι[πον φάος ἠελίοιο]
[αὐτὰρ ἐπεὶ καὶ τοῦ]το γένος [κατὰ γαῖα κάλυψεν]
[1 line missing]
158[Ζεὺς Κρονίδης ποίη]σε, δικ[αιότερον καὶ ἄρειον]
[ἀνδρῶν ἡρώων θ]εῖον γέν[ος οἳ καλέονται]
160[ἡμίθεοι προτέρη γ]ενεὴ κ[ατ' ἀπείρονα γαῖαν]
[καὶ τοὺς μὲν πόλεμό]ς τε κ[ακὸς καὶ φύλοπις αἰνή]
-- -- -- -- -- -- -- -- -- --
folio 7

r
173b[⁦ -ca.?- ⁩]ιν ἔλυσε πατ[⁦ -ca.?- ⁩]
173c[⁦ -ca.?- ⁩]  ̣ετα τοισι τιμὴ [⁦ -ca.?- ⁩]
173d[⁦ -ca.?- ⁩]λλο γένος θηκ[⁦ -ca.?- ⁩]
173e[⁦ -ca.?- ⁩]  ̣ γεγάασιν ἐπὶ [⁦ -ca.?- ⁩]
[μηκέτ ἔ]πειτ' ὤφελλον ἐγὼ πέ[μπτοισι μετεῖναι]
175[ἀν]δράσιν ἀλλ' ἢ πρόσθε θανεῖν [ἢ ἔπειτα γενέσθαι]
[ν]ῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον [οὐδέ ποτ’ ἦμαρ]
[π]αύονται καμάτου καὶ ὀϊζύο[ς οὐδέ τι νύκτωρ]
[τ]ειρόμενοι χαλεπὰς δὲ θεοὶ δ[ώσουσι μερίμνας]
ἀλλ' ἔμπης καὶ τοῖσι μεμίξετ[αι ἐσθλὰ κακοῖσιν]
180Ζεὺς δ' ὀλέσει καὶ τοῦτο γένος [μερόπων ἀνθρώπων]
εὖτ' ἂ[ν] γεινόμενοι πολιοκρότ[αφοι τελέθωσιν]
[οὐδὲ πα]τὴρ παίδε[σσιν ὁμοίιος οὐδέ τι παῖδες]
[16 lines missing]
199ἀθ[αν]ά[των μετὰ φῦλον ἴτον προλιπόντ' ἀνθρώπους]
200Αἰδὼς καὶ Νέμ[εσις τὰ δὲ λείψεται ἄλγεα λυγρὰ]
θνητοῖς ἀνθρ[ώποισι κακοῦ δ' οὐκ ἔσσεται ἀλκή]
νῦν δ' αἶνον β[ασιλεὺς ἐρέω φρονέουσι καὶ αὐτοῖς]
ὧδ' ἴρηξ προ[σέειπεν ἀηδόνα ποικιλόδειρον]
ὕψι [μά]λ' ἐν [νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς]
[5 lines missing]
folio 8

v
210[ἄφρων δ' ὅς κ' ἐθέλῃ πρὸς κ]ρεί[σ]σονας ἀντιφ[ερίζειν]
[νίκης τε στέρεται πρός τ' αἴσ]χεσιν ἄλγεα [πάσχει]
[ὡς ἔφατ' ὠκυπέτης ἴρηξ τ]ανυσίπτερος ὄρ[νις]
[ὦ Πέρση σὺ δ' ἄκουε Δίκ]ης μηδ' ὕβριν ὄφελ[λε]
[ὕβρις γάρ τε κακὴ δειλ]ῷ βροτῷ, οὐδὲ μὲν ἐσθ[λὸς]
215[ῥηιδίως φερέμεν δύν]αται βαρύθει δέ τ' ὑπ' αὐτοῦ
[ἐγκύρσας Ἄτῃσιν ὁδὸς] δ' ἑτέρηφι παρελθεῖν
[κρείσσων ἐς τὰ δίκαια] δίκη δ' ὑπὲρ ὕβριος ἴσχει
[ἐς τέλος ἐξελθοῦσα π]αθὼν δέ τε νήπιος ἔγνω
[αὐτίκα γὰρ τρέχει Ὅρκο]ς ἅμα σκολιῇσι δίκῃσιν
220[τῆς δὲ Δίκης ῥόθος ἑλ]κομένης, ᾗ κ' ἄνδρες ἄγωσι
[δωροφάγοι σκολιῆς] δὲ δίκης κρίνωσι θέμιστας
[ἣ δ' ἕπεται κλαίουσα πόλ]ι[ν] κ[αὶ ἤθ]εα λα[ῶν]
[18 lines missing]
241[ὅστις ἀλιτραίνει καὶ ἀτάσθαλα μη]χανάατ[α]ι.
[τοῖσιν δ οὐρανόθεν μέγ ἐπήγαγε πῆ]μα Κρονίων
[λιμὸν ὁμοῦ καὶ λοιμόν ἀποφθινύθ]ουσι δὲ λαοί
[οὐδὲ γυναῖκες τίκτουσιν μινύθου]σι δὲ οἶκοι
245[Ζηνὸς φραδμοσύνησιν Ὀλυμπίου ἄ]λλοτε δ' αὖτε
[ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ] γε τεῖχος
[5 lines missing]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.