Papyri.info

sign in

1 = Trismegistos 60215 = LDAB 1333



DCLP transcription: 60215 [xml]

[πει]ρᾶν ὡς π̣επίθοιεν ἀ̣μύμον̣α Πη[λεΐωνα.]
[τ]ὼ δὲ βάτην παρὰ θῖνα πολυ̣φλοίσβο[ιο θαλάσσης]
[π]ολλὰ μάλ’ εὐχομένοι̣(*) γαιηόχωι ἐννοσ̣[ιγαίῳ]
[ῥ]ηϊδίως πεπιθεῖν μεγάλα̣ς̣ φ̣ρέ[ν]ας Αἰακ[ίδαο.]
5[Μ]υ̣ρμιδόνω̣ν δ’ ἐπί τε κλίας(*) κ[αὶ ν]ῆας ἱκέ[σθην,]
[τὸ]ν̣ δ’ εὗρον φρένα τερπόμεν[ο]ν φόρμιγ[γι λιγείῃ]
κ̣α̣λ̣ῇ δαιδαλέηι, ἐπὶ δ’ ἀργύρεο̣ν ζυγὸν ἦε̣[ν.]
τ̣ὴ̣ν ἄροτ’(*) ἐξ ἐνάρων πόλιν Ἠετί[ω]νος ὀλέσ̣[σας·]
τ̣ῆ̣[ι ὅ] γ̣ε̣ [θ]υ̣μ̣ὸν ἔτερπεν, ἄειδε [δ’ ἄ]ρ̣α κλέ̣[α ἀνδρῶν.]
10[Πάτροκλος] δ̣έ̣ οἱ οἶος ἐ̣ναντίος̣ [ἧστ]ο̣ σι[ωπῇ,]
[δέγμενος] Αἰακίδ̣η̣ν̣ ὁ̣π̣ότ̣ε λή[ξειεν ἀείδων,]
[τὼ δὲ βάτη]ν προτέρω, ἡγεῖτο δὲ [δῖος Ὀδυσσεύς,]
[στὰν δὲ πρόσθ’] α̣ὐτοῖο· ταφὼν δ’ ἀνόρ̣[ουσεν Ἀχιλλεύς]
[αὐτῇ σὺν φόρμ]ι̣γγι λιπὼν ἕδος ἔ[νθα θάασσεν.]
15[ὣς δ’ αὔτως Πάτρ]οκλος, ἐπεὶ ἴδε φῶ̣[τας, ἀνέστη.]
[τὼ καὶ δεικνύμενο]ς προσέφη̣ [πόδας ὠκὺς Ἀχιλλεύς·]
[χαίρετον· ἦ φίλοι ἄνδ]ρες ἱκά̣νετον [ἦ τι μάλα χρεώ,]
[οἵ μοι σκυζ]ομ̣έ[νῳ περ Ἀ]χ̣αιῶν φίλτ[ατοί ἐστον.]
[ὣς ἄρα φων]ήσας π̣[ροτέρω ἄγε] δῖος Ἀχι̣[λλεύς,]
20[εἷσεν δ’ ἐ]ν κλισμοῖσι [τάπησί τε] π̣[ο]ρ̣φ̣[υρέοισιν.]
[αἶψα δ]ὲ Π̣άτροκλο[ν προσεφώνεεν ἐγγὺς ἐόντα·]
[μείζ]ονα δὴ κρη̣τ̣ῆ̣[ρα, Μενοιτίου υἱέ, καθίστα,]
[ζωρό]τ̣ερον δὲ κέραιε, δ̣[έπας δ’ ἔντυνον ἑκάστῳ·]
[οἱ γὰρ φίλ]τ̣ατοι ἄνδ̣ρες ἐ[μῶ]ι ὑπ̣[έασι μελάθρῳ.]
25[ὣς φάτο,] Π̣άτροκλος δὲ φίλωι ἐπ̣[επείθεθ’ ἑταίρῳ.]
[αὐτὰρ ὅ γε] κρεῖον μέγα κάββαλε̣[ν ἐν πυρὸς αὐγῇ,]
[ἐν δ’ ἄρα νῶ]τ̣ον ἔθηκ’(*) ὄιος καὶ πίον[ος αἰγός,]
[ἐν δὲ συὸς] σ̣ιά̣λοιο ῥάχιν τεθαλυ̣[ῖαν ἀλοιφῇ.]
[τῷ δ’ ἔχεν] Α̣ὐτομέδων τάμνεν [δ’ ἄρα δῖος Ἀχιλλεύς.]
30[καὶ τὰ μὲν] ε̣ὖ μίστυαλε(*) κα̣ὶ̣ ἀ̣μ̣φ̣’ [ὀβελοῖσιν ἔπειρε]

Apparatus


^ 3. εὐχομένω Ω
^ 5. l. κλισίας
^ 8. l. ἄρετ'
^ 27. J. Lougovaya (from photo) (via PN) : ἔφηκ’ prev. ed.
^ 30. μίστυλλε Ω✱

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.