Papyri.info

sign in

4 = Trismegistos 60237 = LDAB 1356



DCLP transcription: 60237 [xml]

column i
[καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσ]ηύδα·
[Τηλέμαχ’, οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐ]δ’ ἀνοήμων,
[εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται με]ν̣ος ἠύ,
[οἷος κεῖνος ἔην τελέσαι ἔργον τε] ἔπος τε·
5[οὔ τοι ἔπειθ’ ἁλίη ὁδὸς ἔσσεται οὐδ’] ἀτέλεστος.
[εἰ δ’ οὐ κείνου γ’ ἐσσὶ γόνος καὶ Πηνελοπ]είης,
[οὐ σέ γ’ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοι]νᾷς.
[παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλο]νται,
[οἱ πλέονες κακίους, παῦροι δε τε πατρ]ὸς ἀρείους.
10[ἀλλ’ ἐπεὶ οὐδ’ ὄπιθεν κακὸς ἔσσεα]ι̣ οὐδ̣’ ἀν̣οήμων,
[οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσ]ῆ̣α(*) τρολέλοιπεν(*),
[ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδ]ε̣ ἔργα.
[τῶ νῦν μνηστήρων μὲν ἔα βουλή]ν τε νόον τε
[ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες ο]ὐ̣δὲ δ̣ίκαιοι·
15[οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μ]έλα[ι]ναν,
[ὃς δή σφι σχεδόν ἐστιν, ἐπ’ ἤματι πάν]τας ὀλέσθαι.
[σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣ]ν̣ σὺ μενο̣ινᾷς·
[τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός ε]ἰ̣μι,
[ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψο]μ̣αι αὐτός.
20[ἀλλὰ σὺ μὲν πρὸς δώματ’ ἰὼν μνη]σ̣τῆρσιν ὁμείλι(*),
[ὅπλισσόν τ’ ἤια καὶ ἄγγεσιν ἄρσον ἅ]παντα,
[οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μ]υελὸν ἀνδρῶν,
[δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ’ ἀν]ὰ δῆμον ἑτάρους(*)
[αἶψ’ ἐθελοντῆρας συλλέξομαι. εἰ]σὶ δὲ νῆος(*)
25[πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι] ἠδὲ παλαιαί·
[τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις] ἀρίστη,
[ὦκα δ’ ἐφοπλίσσαντες ἐνήσομεν εὐ]ρέϊ πόντῳ
[ὣς φάτ’ Ἀθηναίη κούρη Διός· οὐδ’ ἄρ’ ἐ]πὶ(*) δὴν
[Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκ]λ̣υον(*) αὐδήν.
30[βῆ δ’ ἰέναι πρὸς δῶμα, φίλον τετιημέ]νος ἦτορ,
column ii
εὗρε δ’ ἄρα μνηστῆρας ἀγήνορα[ς] ἐν [μεγάροισιν,]
αἶγας ἀνειεμένους(*) σιάλους θ’ εὕο[ντας ἐν αὐλῇ.]
(added at left: Γ) Ἀντίνοος δ’ ἰθὺς γελάσας κίε Τηλ[εμάχοιο,]
ἔν τ’ ἄρα οἱ φῦ χειρ<ί>, ἔπος τ’ ἔφατ’ ἔκ τ’ [ὀνόμαζε·]
35Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, [μή τί τοι ἄλλο]
ἐν στήθεσσι κακὸν μελέτω ἔργον [τε ἔπος τε,]
ἀλλά μοι ἐσθιέμεν καὶ <πι>νέμεν, ὡς τ[ὸ πάρος περ.]
ταῦτα δε τοι μάλα πάντα τελευτήσ̣[ουσιν Ἀχαιοί,]
νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσ[ον ἵκηαι]
40ἐς Πύλον ἠγαθέην μετ’ ἀγαυοῦ πα[τρὸς ἀκουήν.]
τὸν δ’ αὖ Τηλέμαχος πεπνυμέν[ος ἀντίον ηὔδα·]
Ἀντίνο’, οὔ πως ἔστιν ὑπερφιάλο[ισι μεθ’ ὑμῖν]
δαίνυσθαί τ’ ἀκέοντα καὶ εὐφ̣ρ̣α̣ί̣[νεσθαι ἕκηλον.]
ἦ{ι} οὐχ ἅλις ὡς τὸ πάρ[ο]ιθε̣ν̣ ἐκίρε̣[τε](*) [πολλὰ καὶ ἐσθλὰ]
45κτήματ’ ἐμά, μνηστῆρες, ἐγὼ δ̣’ ἔτ̣[ι νήπιος ἦα·]
νῦ<ν> δ’ ὅτε δὴ μέγα̣ς εἰμ̣ὶ̣ κ[αὶ ἄλ]λ̣ων μ̣[ῦθον ἀκούων]
πυνθάνομαι, καὶ δή μο[ι ἀέξ]ε̣ται ἔ̣[νδοθι θυμός,]
πειρήσω, ὥς κ’ ὔμ̣μι κ̣[ακὰς ἐπ]ὶ κῆ[ρας ἰήλω,]
ἠὲ Πύλονδ’ ἐλθών, ἢ̣ [αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ.]
50εἶμι μέν, οὐ̣δ’ ἁλίη ὁδὸς̣ [ἔσσεται ἣν ἀγορεύω,]
ἔνπορος(*)· οὐ γὰρ νηὸ[ς ἐπήβολος οὐδ’ ἐρετάων]
γίνομαι(*)· ὥς νύ π{ν}ου̣ [ὔμμιν ἐείσατο κέρδιον εἶναι.]
ἠὲ καὶ(*), καὶ ἐκ χιρὸς(*) χιρα̣(*) [σπάσατ’ Ἀντινόοιο]
ῥῖα(*)· μνηστήρων(*) δὲ [δόμον κάτα δαῖτα πένοντο.]
55οἱ δ’ ἐπελώβευον καὶ ἐ̣[κερτόμεον ἐπέεσσιν.]
ὧδε δέ τις εἴπεσ̣κ̣ε̣ νέω̣[ν ὑπερηνορεόντων·]
ἦ μάλα Τηλέμαχος φ̣ό̣νον̣ [ἡμῖν μερμηρίζει.]
ἤ τινα<ς> ἐκ Πύλου ἄξι(*) ἀμύντ[ορας ἠμαθόεντος]
ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπε[ὶ νύ περ ἵεται αἰνῶς·]
60[ἠ]ὲ [κ]α̣ὶ εἰς Ἐφύρην ἐθέλει, [πίεραν ἄρουραν,]
[ἐλθεῖ]ν, ὄφρ’ ενοον(*) θυμοφθόρα φ[άρμακ’ ἐνείκῃ,]
[ἐν δὲ] βάλε(*) κρητῆρι καὶ ἡμέας π[άντας ὀλέσσῃ.]

Apparatus


^ i.11. Ὀδυσσῆος MSS.
^ i.11. l. προλέλοιπεν
^ i.20. l. ὁμίλει
^ i.23. l. ἑταίρους
^ i.24. l. νῆες
^ i.28. ἔτι MSS.
^ i.29. l. [ἔκ]λ̣υεν
^ ii.32. l. ἀνιεμένους
^ ii.44. l. ἐκείρετε
^ ii.51. l. ἔμπορος
^ ii.52. l. γίγνομαι
^ ii.53. ἦ ῥα MSS.
^ ii.53. l. χειρὸς
^ ii.53. l. χεῖρα
^ ii.54. l. ῥεῖα
^ ii.54. μνηστῆρες MSS.
^ ii.58. l. ἄξει
^ ii.61. l. ἔνθεν
^ ii.62. l. βάλῃ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 35.

    The editor notes an angular mark in the shape of ^ beneath the hypsilon of ὑψαγόρη, but considers it an accident that does not have any particular significance.