Papyri.info

sign in

1-3 = Trismegistos 60294 = LDAB 1414 = yale.apis.0016000000



DCLP transcription: 60294 [xml]

column i

-- -- -- -- -- -- -- -- -- --
1[εἴδατα πό]λλʼ ἐπιθ[εῖσα, χαριζομένη παρεόντων·]
[αὐτὰρ ὃ πῖ]νε κ̣α[ὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.]
[καὶ τότ]ε̣ κήρυκ̣[α προσέφη μένος Ἀλκινόοιο·]
[Ποντόνοε,] κρητῆ[ρα κερασσάμενος μέθυ νεῖμον]
5[πᾶσιν ἀ]ν̣ὰ μέγα[ρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ]
[σπείσο]μ̣εν, ὅ̣ς θʼ ἱκ̣[έτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.]
[ὣς φάτο,] Π̣οντόνο̣[ος δὲ μελίφρονα οἶνον ἐκίρνα,]
[νώμησε]ν̣ δʼ ἄρα π[ᾶσιν ἐπαρξάμενος δεπάεσσιν.]
[αὐτὰρ ἐπε]ὶ̣ σπησά̣[ν](*) [τε πίοον θʼ ὅσον ἤθελε θυμός,]
10[τοῖσιν δʼ Ἀλκ]ίν̣ο̣ο[ς ἀγορήσατο καὶ μετέειπεν·]
[⁦ -ca.?- ⁩]  ̣[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
column ii
-- -- -- -- -- -- -- -- -- --
1[ὣς φάτ]ο̣· γ̣ή̣[θησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,]
[εὐχόμε]ν̣ος [δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·]
[Ζεῦ πάτε]ρ̣, αἴ̣θ̣ʼ [ὅσα εἶπε τελευτήσειεν ἅπαντα]
[Ἀλκίνο]ο̣ς· τ[οῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν]
5[ἄσβεστο]ν̣ κλ[έ]ος [εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.]
[ὣς οἱ μὲν] τοιαῦ[τα πρὸς ἀλλήλους ἀγόρευον.]
[κέκλετο δʼ Ἀ]ρ̣ήτη [λευκώλενος ἀμφιπόλοισιν]
[δέμνιʼ ὑπʼ α]ἰ̣θ̣ού̣[σῃ θέμεναι καὶ ῥήγεα καλά]
[7 lines missing]
16[ὣς ὃ μὲν ἔνθα καθηῦδε πολύτλας δ]ῖος Ὀδυσσεύς
[τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ] ἐ̣ριδού[πῳ·]
[Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δ]ό̣μ̣ου ὑ̣ψ̣[ηλοῖο,]
[πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρ]συνε κ[αὶ εὐνήν.]

Apparatus


^ i.9. l. σπεῖσάν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.