Papyri.info

sign in

BKT 10 4 = Trismegistos 60303 = LDAB 1424



DCLP transcription: 60303 [xml]

fragment 1Imaged 2010-2015 by [unidentified responsible individual]

[Τηλέμαχ’, οὔ τοι ἄνευ θεοῦ ἤλυθε δεξιὸ]ς ὄρνις·
[ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν] ἐ{χ}όντα·
[ὑμετέρου δ’ οὐκ ἔστι γένευς βασιλεύτερο]ν ἄλλο
[ἐν δήμῳ Ἰθάκης, ἀλλ’ ὑμεῖς καρτεροὶ αἰ]εί· (added at right: ἀντὶ κ(  ) ἐνκράτεις)
5[τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντί]ον ηὔδα·
[αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμέ]νον εἴη·
[τῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε] δῶρα·
[ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μα]καρίζοι·
[ἦ, καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑτ]α̣ῖρον·
10[Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα]
[πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ’ ἕποντ]ο̣· (added at right: ἡ κοι(νὴ) πεῖθε ἐμῶ(ν))
[καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν]
[ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.]
[τὸν δ’ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·]
15[Τηλέμαχ’, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,] (added at right: ἡ κο(ινὴ) εἴπερ γάρ κ(εν))
[τόνδε τ’ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.]
[ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ’ ἑταίρους]
[αὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.]
[οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.] (added at right: []ο̣ν̣)
20[Τηλέμαχος δ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,]
[εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,]
[νηὸς ἀπ’ ἰκριόφιν· τοὶ δὲ πρυμνήσι’ ἔλυσα]ν.
[οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε] (added at right: [ἀ]ν̣(τὶ τοῦ) ἀπώσαντες)
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.