Papyri.info

sign in

Trismegistos 60326 = LDAB 1447



DCLP transcription: 60326 [xml]

column i
-- -- -- -- -- -- -- -- -- --
1[χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμ]φαλόεσ̣[σαι]
[ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς] ὀρώρε̣[ι.]
[ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ] πέλεν ἀνδρῶν
[ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵ]μ̣ατι γαῖ̣α.
5[ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο] ἱερὸν̣ ἦμαρ,
5a [⁦ -ca.?- ⁩]  ̣  ̣
[τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπ]τ̣ε̣το, πῖπτε(*) δὲ λαός̣.
[ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμ]φ̣ιβεβήκει,
[καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε] τάλαντα̣.
[ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θ]α̣νάτο[ι]ο
10[Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶ]ν χαλκοχ̣ι̣τώ̣ν̣ω̣ν,
[ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ αἴσι]\μ/ο[ν ἦ]μαρ Ἀχα̣ιῶν.
[αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ] πουλυβοτείρῃ(*)
[ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐ]ρὺν ἄε̣ρθεν.
[αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε, δαιόμε]ν̣ο̣[ν δ]ὲ̣
-- -- -- -- -- -- -- -- -- --
column ii
ἀλλὰ μέν’ ὄφρα γέ̣ροντος ἀπώσομεν ἄ[γριον ἄνδρα.]
(added at left: πο(ιητής)) ὣς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδ̣[υσσεύς,]
ἀλλὰ παρήϊ(*)ξεν̣ κ̣οίλας ἐπ̣ὶ νῆας Ἀχαι̣[ῶν.]
Τυδεΐδης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη(*),
5στῆ δὲ πρόσθ’ ἵππων Νηληϊ(*)άδαο γέροντος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα(*)·
(added at left:   ̣  ̣  ̣  ̣ Α̣   ̣) ὦ γέρον ἦ μάλα δ̣ή̣ σε νέοι τείρουσι μαχηταί,
(added at left: Διο̣μ̣(ήδης) π̣ρ̣(ὸς) Ν̣έ̣σ(τορα)) σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
ἠπεδανὸς δέ νύ τ̣οι θεράπων, βραδέες̣ δέ τοι ἵππο[ι].
10ἀ̣λλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρ̣α ἴ(*)δηαι
ο̣ἷ̣οι Τ̣ρώϊοι ἵππο[ι] ἐπιστάμενοι πεδίοι<ο>
κ[ραι]π̣ν̣ὰ̣ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβ[εσθαι],
οὕ[ς π]οτ’ ἀπ’ Αἰνείαν ἑλόμ[ην] μ̣ήσ̣τ̣ωρε φό̣[β]ο̣ι̣ο̣.
[τού]τ̣ωι(*) μὲν θεράποντε̣ [κο]μείτων, τώιδε [δὲ νῶϊ]
15[Τρωσ]ὶν ἐφ’ ἱπποδάμοις ἰ[θύνομεν, ὄ]φρα [καὶ Ἕκτωρ]
[εἴσετ]αι ἠ(*) καὶ ἐμὸν̣ δόρυ μ[αίνεται ἐν παλάμῃσιν.]
[ὣς ἔφ]ατ’, οὐδ’ ἀπίθησε Γε[ρήνιος ἱππότα Νέστωρ.]
[Νεστ]ορέας μὲν ἔπειθ’ ἵ[ππους θεράποντε κομείτην]
[ἴφθιμ]ος Σθένελό̣ς τε κα̣[ὶ Εὐρυμέδων ἀγαπήνωρ.]
20[τὼ δ’ εἰς ἀμφοτέρ]ωι Διομή̣[δεος ἅρματα βήτην·]
[Νέστωρ δ’ ἐν χείρεσ]σ̣ι̣ λ̣άβ’ ἡ̣[νία σιγαλόεντα,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ i.6. corr. ex πειπτε
^ i.12. corr. ex πουλυποτειρη
^ ii.3. παρηϊξεν̣ papyrus
^ ii.4. corr. ex εμειχθη
^ ii.5. νηληϊαδαο papyrus
^ ii.6. corr. ex προσευδα
^ ii.10. ϊδηαι papyrus
^ ii.14. l. [τού]τω
^ ii.16. l. εἰ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.