Papyri.info

sign in

Trismegistos 60343 = LDAB 1464 = michigan.apis.1624



DCLP transcription: 60343 [xml]

[βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσ]ι̣ν εἰαρινοῖσιν·
[αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται,] αἳ δέ τε ἔνθα·
[ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄ]πο καὶ κλισιάων
[ἠϊόνος προπάροιθε βαθείης ἐσ]τιχόωντο
5[ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισ]ιν ὄσσα δεδήει
[ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’] ἀγέροντο.
[τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στενα]χίζετο γαῖα
[λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν· ἐ]ννέα δέ σφεας
[κήρυκες βοόωντες ἐρήτυον, εἴ] ποτ’ ἀϋτῆς
10[σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέ]ων βασιλήων.
[σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθε]ν δὲ καθ’ ἕδρας
[παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρεί]ων Ἀγαμέμνων
[ἔστη σκῆπτρον ἔχων· τὸ μὲν Ἥφαιστος] κάμε τεύχων.
[Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνα]κτι,
15[αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρωι ἀργεϊφόν]τηι·
[Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππ]ωι,
[αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λα]ῶν,
[Ἀτρεὺς δὲ θνήισκων ἔλιπεν πολύαρνι Θυ]έστηι,
[αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φο]ρῆναι,
20[πολλῆισιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσ]ειν.
[τῶι ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύ]δα·
[ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηο]ς
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.