Papyri.info

sign in

Trismegistos 60404 = LDAB 1525



Introduction

This text has been digitally edited by Nicoletta Torrice and revised by Holger Essler in a workshop at the university of Cassino.

DCLP transcription: 60404 [xml]

fragment 1Imaged 2010-2015 by [unidentified responsible individual]

ὣς οἳ μ̣[ὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·]
Πάτρο[κλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν]
δάκρυα̣ [θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,]
ἥ̣ τ̣ε κατ̣[’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.]
5τὸν δὲἰ(*)[δὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,]
καί μιν [φωνήσας ἔπεα πτερόεντα προσηύδα·]
τίπτε δ[εδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη]
νηπίη ἥ [θ’ ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει]
ε̣ἱανοῦ ἁ[πτομένη, καί τ' ἐσσυμένην κατερύκει,]
10δακρυό[εσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ ἀνέληται·]
τῇ ἴκελο̣[ς Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.]
ἠέ τι Μυρ̣[μιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,]
ἦέ τιν᾽ ἀγ̣[γελίην Φθίης ἐξέκλυες οἶος;]
ζώειν μ̣[ὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,]
15ζώει δ᾽ Α[ἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;]
τῶν κ̣ε μ̣[άλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.]
ἦ̣ε σύ γ᾽ Ἀ̣ρ̣[γείων Αργείων ὀλοφύρεαι, ὡς ὀλέκονται]
ν̣ηυσὶν ἔ[πι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;]
ἐ̣ξαύδα, [μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.]
20τ̣ὸν δὲ β̣[αρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·]
‘ὦ̣ Ἀχιλ{λ̣}[εῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν]
μ̣ὴ νεμ[έσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.]
ο̣ἳ μ̣ὲν γ̣[ὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,]
ἐν νηυσ̣[ὶν κέαται βεβλημένοι οὐτάμενοί τε.]
25[β]έβλητ̣[αι μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,]
οὔ⟦δ⟧\τ/αστ̣[αι δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων,]
βέ̣⁦ vac. 1⁩βλη[ται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.]
τοὺς μ[έν τ’ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται]
ἕλκε᾽ ἀκ̣[ειόμενοι· σὺ δ’ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.]
30μὴ ἐμέ̣ [γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις]
αἰναρ̣έ[τη τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ]
νηλεές̣, [οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,]
οὐδὲ Θέ̣[τις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα]
35πέτραι̣ [τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. ]
εἰ δέ τ̣[ινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις]
[κ]α̣ί̣ τ̣ι̣[νά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1.5. δεϊ[δων papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.