Papyri.info

sign in

Trismegistos 60405 = LDAB 1526



Introduction

This papyrus has been digitally edited and revised by Holger Essler as part of the course on Digital Editions of Fragmentary Texts at Ca'Foscari University of Venice.

DCLP transcription: 60405 [xml]

σοὶ δέ τις ἐν στ[ήθεσσιν ἀκήλητος νόος ἐστίν.]
ἦ σύ γ’’ ᾿Οδυσσεύς̣ [ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ]
φάσκεν ἐλεύ̣[σεσθαι χρυσόρραπις ᾿Αργεϊφόντης,]
ἐκ Τροιηο(*) ἀν[ιόντα θοῇ σὺν νηῒ μελαίνῃ.]
5ἀλλ’ ἄγε δὴ κολ̣[εῷ μὲν ἄορ θέο, νῶϊ δ’ ἔπειτα]
εὐνῆς ἡμετέ̣[ρης ἐπιβήομεν, ὄφρα μιγέντε]
εὐνῇ καὶ φιλό̣[τητι πεποίθομεν ἀλλήλοισιν.]
ὣς ἔφατ’, αὐτ̣[ὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·]
ὦ Κίρκη, πῶ[ς γάρ με κέλῃ σοὶ ἤπιον εἶναι,]
10ἥ μοι σῦς μ[ὲ]ν̣ [ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,]
αὐτὸν δ’ ἐνθά[δ’ ἔχουσα δολοφρονέουσα κελεύεις]
ἐς θάλαμόν τ’ [ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,]
εἰ μή μοι τλαί[ης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,]
μή τί τοι(*) αὐτῷ̣ [πῆμα κακὸν βουλευσέμεν ἄλλο.]
15ὣς ἐφά̣μ̣ην, ἡ̣ [δ’ αὐτίκ’ ἀπώμνυεν, ὡς ἐκέλευον.]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 2. γ’’ papyrus
^ 4. l. Τροίης (corr)
^ 14. l. μοι (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.