Papyri.info

sign in

Trismegistos 60443 = LDAB 1565



Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60443 [xml]

column 1Imaged 1993-1995 by [unidentified responsible individual]

[ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρό]ε̣ς̣· αὐτὰρ̣ Ἀχαιο[ὶ]
[τριπλῇ τετραπλῇ τ’ ἀποτίσομεν], α̣ἴ̣ κέ ποθι Ζεὺς
[δῷσι πόλιν Τροίην εὐτείχεον ἐξ]αλαπάξαι.
[τὸν δ’ ἀπαμειβόμενος προσέφη κ]ρ̣είων Ἀγαμ<έμ>νω̣[ν·]
5'[μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοε]ί̣κ̣ελ̣’ Ἀχιλλεῦ
[κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσε]αι ο̣ὐ̣δέ με̣ πείσει̣[ς.]
[ἦ ἐθέλεις ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐ]τ̣ὰρ̣ ἔ̣μ̣’ αὔτως
[ἧσθαι δευόμενον, κέλεαι δέ με τ]ή̣νδ̣’ ἀποδοῦνα[ι];
[ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυ]μ̣οι Ἀχαιοὶ
10[ἄρσαντες κατὰ θυμὸν ὅπως ἀν]τ̣άξιον ἔσται·
[εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτ]ὸς ἕλωμαι
[ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδ]υ̣σῆος'

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.