Papyri.info

sign in

3 = Trismegistos 60447 = LDAB 1569



DCLP transcription: 60447 [xml]

-- -- -- -- -- -- -- -- -- --
1[Ἀντίνο’, ἦ και μοι νεμεσήσεαι ὅττ]ι̣ κε[ν εἴπω·]
[καί κεν τοῦτ’ ἐθέλοιμι Διός γε διδό]ντος ἀρ[έσθαι.]
[ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώ]π̣οισι τετ[ύχθαι·]
[οὐ μὲν γάρ τι κακὸν βασιλευέμε]ν· αἶ̣ψά τέ [οἱ δῶ]
5[ἀφνειὸν πέλεται καὶ τιμηέστερος] α̣ὐ̣τ̣ό̣ς̣.
[ἀλλ’ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ] ἄ̣λ̣λ̣ο̣ι
[πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠ]δ̣ὲ̣ π̣αλαιοί,
[τῶν κέν τις τόδ’ ἔχῃσιν, ἐπεὶ θάν]ε̣ δῖος Ὀδυσσε̣[ύς·]
[αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ ἡμετέ]ρ̣ο̣ι̣ο̣
10[καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀ]δ̣υ̣σ̣σ̣εύς.
[τὸν δ’ αὖτ’ Εὐρύμαχος Πολύβου πάϊς ἀ]ν̣τίον ηὔ̣δ̣[α·]
[Τηλέμαχ’, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι] κ̣εῖτ̣αι,
[ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀ]χ̣αι̣ῶ̣ν·
[κτήματα δ’ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀν]ά̣σ[σοις.]
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.