Papyri.info

sign in

Trismegistos 60520 = LDAB 1644 = michigan.apis.1637



DCLP transcription: 60520 [xml]

fragment 1

column ix
[11 lines missing]
12[⁦ -ca.?- ⁩]ων
-- -- -- -- -- -- -- -- -- --
column x
1,msup ι
Ἀτρεΐδης δ’ ἄρα νῆα θοὴν ἅλαδε προέρυ[σσεν,]
ἐς δ’ ἐρέτας ἔκρι[ν]εν <ἐ>είκοσιν·, ἐς δ’ ἑκατόμ[βη]ν
βῆσε θεῶι· ἀν[ὰ] δὲ Χρυσηΐδα καλλιπάρῃον
εἶσεν ἄγων·· ἐν δ’ ἀρχὸς ἔβη πολύμητις [Ὀ]δυσσ[εύ]ς.
5oἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλε[υθα,]
λαοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν··
οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ’ ἔβαλλον,·
ἕρδον δ’ Ἀπόλ[λ]ωνι τελειέσσας(*) ἑκατόμβας
[τ]α[ύρ]ων ἠδ’ α[ἰγῶν] παρὰ θεῖν’ ἁλὸς ἀτρυγέτ[οιο·]
10[κ]νείση⟦ι⟧ δ’ οὐραν[ὸν] ε[ἷκ]εν ἑλισσομένη περὶ καπνω[ῖ.]
[ὣ]ς οἳ μὲν τὰ π[ένον]το κατὰ στρατόν·· οὐδ’ Ἀγ[αμέμνων]
[λ]ῆγ’ ἔριδος τὴν π[ρῶ]τ[ο]ν ἐπηπείλησ’ Ἀχιλλῆϊ(*),
ἀλλ’ ὅ γε Ταλθύβιόν τ[ε] καὶ Εὐρυβάτην προσέειπε,
τώ ο[ἱ] ἔσαν κήρυκε καὶ ὀτρηρὼ(*) θεράποντ[ε·]
——
15ἔρχεσθον κλισίην Πηληϊ(*)άδεω⟦ι⟧ Ἀχιλλῆος(*)·
[χ]ειρ[ὸς] ἑλόντ’ ἀγ[έ]μεν Βρεισηΐδα(*) καλλιπ[άρῃον.]
[ε]ἰ δέ κε με(*) δ[ώῃ]σιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμα[ι]
ἐλ[θ]ὼν σὺμ(*) πλ[εόν]εσσι· τό οἱ καὶ ῥείγιον(*) ἔσ[ται.]
[ὣ]ς εἰπὼν [π]οΐ(*)[ει κρα]τερὸν δ’ ἐπὶ μῦθον ἔ[τελλεν·]
20[τὼι⟧ δ’ ἀέκ[οντε βάτην] παρὰ θεῖν’ ἁλὸς ἀ[τρ]υ[γέτοιο,]
[Μυ]ρ[μ]ιδό[νω]ν δ’ [ἐπί τε] κλισία[ς καὶ ν]ῆας [ἱκέσθην].·
τὸν δ’ εὗρο[ν] παρά τ[ε] κλισίηι καὶ [νηῒ] μελάνη[ι](*)
ἥμενον· οὐδ’ ἄρα [τώ γ]ε [ἰ]δὼν [γήθη]σ[εν Ἀχιλλεύς.]
τ[ὼ] μὲν [ταρ]βήσα[ντε] καὶ αἰδοημένω⟦ι⟧ βα[σιλῆα]
25στήτην, ο[ὐ]δέ τί μ[ι]ν προσεφώ[νε]ον οὐδ’ ἐρέ[οντο·]
αὐτὰρ ὃ ἔγ[ν]ω⟦ι⟧ ἧισιν [ἐ]νὶ φρεσὶ(*) φώνησέν τε·
——
χαίρετε κή[ρ]υκες, Δ[ιὸ]ς ἄγγελοι ἠδὲ καὶ ἀνδ[ρῶν]
ἆσσον ἴτ’·· οὔ τί μοι ὔμμες ἐπαίτ[ι]οι,· ἀλλ’ Ἀγαμ[έμνων,]
ὃ σ[φ]ῶϊν προΐει Βρεισ[η]ΐ(*)δος(*) εἵνεκα κούρης.·
——
30ἀλλ’ ἄγε, δειογενὲς(*) Πατρόκλεις, ἔξαγε κού[ρην]
καὶ σφωϊν δὸς ἄγει[ν].· τὼ⟦ι⟧ δ’ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέ[ος],· εἴ ποτε δὴ α[ὖ]τ̣ε
column xi
1,msup ια
χρειὼ ἐμεῖο γέν[ητ]αι [ἀεικ]έα λο[ι]γὸν ἀμῦναι
τοῖς ἄλλοις· ἥ(*) γὰρ ὅ γ’ ὀλοιῆ[ισι φ]ρεσὶ θύει,·
οὐδέ τι οἶδε νοῆσαι ἅμα [πρό]σσω καὶ ὀπίσσω{ι},·
ὅππως οἱ παρὰ νη[υ]σὶ σ[όο]ι μαχέονται Ἀχαιοί.·
——
5ὣς φάτο Πάτροκλος δὲ [φί]λωι ἐπεπείθετ’(*) ἑταίρωι,·
ἐκ δ’ ἄγαγε κλισίης Βριση[ΐδ]α καλλιπάρῃον,·
δῶκε δ’ [ἄ]γειν· τὼ⟦ι⟧ δ’ αὖτις ἴ(*)την παρὰ νῆας Ἀχαιῶν·
ἣ δ’ ἀέκουσ’ ἅμα τοῖσι γυνὴ κ[ί]εν.· αὐτὰρ Ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθ[ε]ίς,
10θῖνι ἔφ’ ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον·
πολλὰ δὲ μητρὶ φίληι ἠρ[ή]σατο χεῖρας ὀρεγνύς·
——
μῆτερ ἐπεί μ’ ἔτεκές γε [μ]ινυνθάδιόν πε[ρ ἐ]όντα,
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐ[γ]γυαλ[ίξαι]
Ζεὺς ὑψιβρεμέτης· νῦν δ’ ο[ὐ]δέ με τυτθὸν ἔτεισεν·
15ἦ γάρ μ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἠτίμησεν,· ἑλὼν γὰρ ἔχ[ει γέρ]ας(*) α[ὐ]τὸς ἀπούρας.
——
ὣς φάτο δάκρυ χέων, τοῦ δ’ ἔκλ[υ]ε πότνια μήτηρ
ἡμένη ἐν βένθεσ[σ]ιν ἁλὸς [π]αρὰ πατρὶ γέροντι·
καρπαλίμως δ’ ἀνέ[δυ πολ]ιῆς ἁ[λὸς] ἠΰτ’ ὀμίχλη,
20καί ῥα πάροιθ’ αὐ[τοῖο καθέ]ζε[το δά]κρυ χέοντ[ος,]
χειρί τ[έ μιν κατέρεξεν, ἔπος τ’ ἔφ]ατ’ ἔκ τ’ ὀ[νόμ]α[ζ]ε·
——
τέ[κ]νον [τί κλαίεις; τί δέ σε φρ]ένας ἵκετο πένθος;
[ἐ]ξαύδ[α, μὴ κεῦθε νόωι, ἵν]α εἴδομεν ἄμφω{ι}.·
——
τὴν δ[ὲ βαρὺ στενάχων προς]έφη πόδ[α]ς ὠκὺς Ἀχιλλ[εύς.]
——
25οἶσθα· τ[ίη τοι] ταῦτ[α ἰδυίηι] πάντ’ ἀγορεύω;·
ᾠχόμεθ’ [εἰ]ς Θήβ[ην ἱερὴ]ν πόλιν Ἠετίωνο[ς],·,
τὴν δὲ διαπράθο[μέν](*) [τε κ]αὶ ἤγομεν ἐνθάδε πάν[τα·]
καὶ τα [μ]ὲν εὖ δάσσα[ντ]ο [με]τὰ σφίσιν υ(*)(*)\ε/ς(*) Ἀχαιῶ[ν,]
ἐ\κ/(*) δ’ ἕλον Ἀτρεΐδηι Χρυση[ΐ]δα καλλιπάρ̣ῃον.·
30Χρύ[σης] δ’ αὖθ’ ἱερεὺς ἑκατη[β]όλου Ἀπόλλωνος
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι ἄποινα,
στέμματ’ ἔχων ἐν χ[ερ]σὶν ἑκηβόλου Ἀπόλλωνο[ς]
χρυσέῳ ἀνὰ σκήπτρωι, κα[ὶ] ἐλίσσετο πάντας Ἀχα[ιούς]
35Ἀτρεΐδα⟦ς⟧ δὲ μάλιστα δύω [κοσ]μήτορε λαῶν..
fragment 2

column xii
[21 lines missing]
1[ε]ὐχομ[ένης, ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι]
[οἴ]η ἐν ἀθαν[άτ]οισιν ἀεικέα λ[οιγὸν ἀμῦναι,]
[ὁπ]π[ότ]ε [μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι]
[Ἥρ]η τ’ ἠδὲ [Ποσειδάων καὶ Παλλὰς Ἀθήνη,]
5[ἀλλὰ] σὺ [τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,]
[ὦ]χ’ ἑκατόνχειρον κ[αλέσασ’ ἐς μακρὸν Ὄλυμπον,]
[ὃ]ν Βρ[ι]άρεω\ν/ καλέουσι θεοί, ἄνδ[ρε]ς δέ τε πάντε[ς]
[Α]ἰγαίων’, ὃ γὰρ [α]ὖτε βίηι οὗ π[ατρὸ]ς ἀ[μείνων·]
[ὅς] ῥα π[α]ρὰ Κρο[ν]ίωνι κ[α]θέζετο [κύ]δεϊ γαίων··
10[τὸ]ν καὶ ὑ(*)πέδεισαν μάκαρες θεοί, οὐδ’ ἔτ’ ἔδησαν.·
τῶ\ν/ νῦν μ[ι]μνήσασα παρέζεο̣ [καὶ] λαβὲ [γ]ούνων
αἶ κέν πως [ἐθέλ]ῃσιν ἐπὶ Τρώεσσιν ἀ[ρῆξ]αι,·
[τ]οὺς δὲ κατὰ [πρ]ύμνας τε καὶ ἀμφ’ ἅ[λ]α ἔλ[σ]αι Ἀχαιοὺς
κτεινομένο[υ]ς, ἵ(*)να πάντες ἐπαύρω[ντ]αι βασιλῆας,
15γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμ[έμ]ν[ω]ν
fragment 3

column xiii
[ἥν ἄτην ὅ] τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισεν.
[τὸν δ’ ἠμείβ]ετ’ ἔπ[ει]τα Θέτις κατὰ δάκρυ χέουσα··
[ὤ μοι τέκν]ον ἐμόν, τί νύ σ’ ἔτραφον(*)αἰνὰ τεκοῦσα;
[αἴθ’ ὄφελες] πα[ρὰ] νηυσὶν ἀδάκρυτος καὶ ἀπήμ[ων]
5[ἧσθαι, ἐπεί ν]ύ το[ι] αἶσα μίνυνθα περ, οὔ τι μά[λα δ]ήν··
[νῦν δ’ ἅμα τ’] ὠκύμορος καὶ ὀϊ(*)ζυρὸς περ[ὶ] πά[ντ]ων
[ἔπλεο· τώ σ]ε κακῆι αἴσηι τέκ[ο]ν ἐν [μεγάροισι]ν.·
[τοῦτο δέ τ]οι ἐρέο[υ]σα ἔπος Διὶ τερπικ[εραύνω]ι
[εἶμ’ αὐτὴ] πρὸς Ὄλυμπον ἀγάνν[ι]φον, [αἴ κε πί]θηται.
10[ἀλλὰ σὺ μὲ]ν νῦν νηυσὶ παρήμενος ὠ[κυπόροισι]
[μήνι Ἀχα]ιοῖσιν,· πολέμου δ’ ἀποπα[ύ]εο πάμ[παν·]
[Ζεὺς γὰρ ἐ]ς Ὠκ[ε]α[νὸ]ν μετ’ [ἀ]μύμονας Αἰθι[οπῆας]
[χθιζὸς ἔβη   ̣  ̣]τ[ὰ](*) [δαῖ]τα, θεοὶ δ’ ἅμα πάντε[ς ἕποντο·]
[δω]δε[κάτηι δέ τ]οι αὖ[τ]ις ἐλεύσεται Οὔλυμπ[όνδε,]
15[καὶ] τότ’ ἔ[παιτά τ]οι εἶμι Διὸς ποτὶ χαλχοβατ[ὲς](*) [δῶ,]
[καί μι]ν γ[ου]νάσομαι καί μιν πείσεσθαι ὀΐ(*)ω.
[ὣς ἄρα] φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτ[οῦ]
[χωόμενο]ν θυμὸν ἐϋζώνοιο γυνα[ικὸ]ς,
[τήν ῥα βίηι] ἀέκοντος ἀπηύρων·· αὐτὰρ Ὀδυσ[σε]ὺ[ς]
20[ἐς Χρύση]ν ἵκανεν ἄγων ἱ(*)ερὴν ἑκα[τόμβην.]
[οἳ δ’ ὅτε δὴ λι]μένος πολυ[β]ενθέος ἐντὸς ἵκ[ο]ντο
[ἱστία μὲν στ]είλαντο,· θέσ[α]ν δ’ ἐν νηῒ(*) μελα[ίν]ηι,·
[ἱστὸν δ’ ἱστο]δόκῃ πέλα[σα]ν προτόνοισιν ὑ[φέν]τες
[καρπαλίμ]ως, τὴν δ’ εἰς ὅ[ρ]μον προέρυσσαν ἐρετμοῖς.·
25[ἐκ δ’ εὐνὰς ἔβ]αλον,· κατὰ δὲ πρυμνήσ[ι’ ἔ]δησαν··
[ἐκ δὲ καὶ αὐτ]οὶ βαῖνον ἐπ[ὶ] ῥηγμεῖνι(*) θαλάσσης,·
[ἐκ δ’ ἑκατόμβ]ης(*) βῆσαν ἑ[κ]ηβόλωι Ἀπόλλωνι··
[ἐκ δὲ Χρυσηῒς ν]ηὸς βῆ ποντοπόροιο.·
[τὴν μὲν ἔπειτ’ ἐπὶ] βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
30[πατρὶ φίλωι ἐν χερσὶ τίθ]ει κα[ί μιν] προσέειπε<ν>·
[ὦ Χρύση, πρό μ’ ἔπεμ]ψε[ν] ἄ[ναξ ἀνδρῶν Ἀγαμέ]μνων
παῖδα [τε σοὶ ἀγέμεν, Φοίβωι θ’ ἱερὴν ἑκατόμβην]
ῥ[έ]ξαι ὑπ[ὲρ Δαναῶν ὄφρ’ ἱλασόμεσθα ἄνακτα,]
ὃς νῦν Ἀ[ργείοισι πολύστονα κήδε’ ἐφῆκεν.]
——
35ὣς εἰπὼ[ν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων]
παῖδα φ[ίλην· τοὶ δ’ ὦκα θεῶι ἱερὴν ἑκατόμβην]
ἑξείη[ς ἔστησαν ἐΰδμητον περὶ βωμὸν,]
fragment 4

column xiv
1,msup ιδ
[χερνί]ψαντ[ο] δ’ ἔπειτα καὶ οὐλοχύτας ἀνέλον[το.]
[τοῖσιν] δὲ Χ[ρύσ]ης μεγάλ’ εὔχετο [χεῖρ]ας ἀνασχώ[ν·]
[κλῦ]θ[ί] με[υ ἀρ]γυρότοξ{ε}, ὃς Χρύσην [ἀμ]φιβέβηκας
[Κίλ]λ[αν] τ[ε ζα]θέην Τενέδοιό τε [ἶφ]ι ἀνάσσεις·
5[ἤδη μ]ὲν ποτ’ ἐμεῦ πάρος ἔκλυ[ες] εὐξαμένοιο,·
[τίμ]ησας μὲν ἐμέ, μέγα δ’ ἴψαο [λ]αὸν Ἀχαιῶν··
[ἠδ’] ἔτι καὶ νῦν μοι τόδ{ε} ἐπικ[ρ]ήηνον ἐέλδωρ·
[ἤ]δη νῦν Δαναοῖσιν ἀεικέα λο[ιγὸ]ν ἄμυμον.
[ὣς] ἔφατ’ εὐχόμενος,· τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων.·
10[αὐτ]ὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλ\ο/χύτας(*) προβάλοντο,
[αὐέρ]υσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μ[ηρούς] τ’ ἐξέταμον κα[τ]ά τε κνε[ί]σηι(*) ἐκάλυψαν
δ[ίπτυχα ποιήσαν]τες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν·
κ[αῖε δ’ ἐπὶ σχίζηις ὁ γέρων ἐ]πὶ δ’ αἴθοπα ο[ἶ]νον
15λε[ῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχ]ον πεμπώβολα χερσίν.·
α[ὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη κ]αὶ σπλάγχν’ [ἐπ]άσαντο,
μ[ίστυλλον] τ’ ἄρα τἄλλα καὶ [ἀμ]φ’ ὀβελοῖσιν ἔπειραν,
ὤ[πτησά]ν τε περιφραδέως, [ἐρ]ύσαντό τε πάντα.·
α[ὐτὰρ ἐπ]εὶ παύσαντο πόνου τε[τύκ]οντό [τε] δαῖτα
20δα[ί]νυντ’,· οὐδέ τι θυμὸς ἐδ[ε]ύετο δαιτὸς ἐεΐσης(*)..
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κοῦ[ρ]οι μὲν [κρ]ητῆρας ἐπεστρέψαντο ποτοῖο,·
νώμησ[α]ν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπά[εσσιν·]
ο[ἳ] δὲ πανημέριοι μολπῇ θεὸν ἱ(*)λάσκοντα[ι](*)
25καλὸν ἀείδο[ν]τες παιήονα κοῦρ[οι] Ἀχαιῶν,
μέλπο[ν]τε[ς Ἑκ]άε[ργ]ον·· ὃ δὲ φρένα τέρπετ’ ἀκο[ύων.]
ἦμος δ’ ἠέ[λιος] κατέδυ καὶ ἐπὶ κνέφας ἦλ[θε,]
δὴ τότε κ[οι]μήσαντο παρὰ π[ρ]υμνήσια νη[ός·]
ἦμος δ’ ἠριγ[έ]νεια φάνη ῥοδ[οδάκτυλος Ἠώς,]
30καὶ τότ’ ἔπ[ει]τ’ ἀνάγοντο μετὰ [στρατὸν εὐρὺν Ἀ]χαιῶν··
τ[ο]ῖσιν δ’ ἴκμενον οὖρον ἵ(*)ει ἑκάεργος Ἀπόλλων·
ο[ἳ] δ’ [ἱ]στὸν \σ/[τ]ήσαντ’(*) ἀνά θ’ ἱστία λε[υ]κὰ πέτα[σσαν,]
ἐν [δ’] ἄν[εμος π]ρῆσεν μέσον ἱσ[τίον,] ἀμφὶ [δὲ] κῦμα
στείρῃ π[ορφύρεο]ν μέγαλ’ ἴ(*)αχε ν[ηὸς] ἰο[ύ]σ[ης·]
35ἣ δ’ ἔθεε[ν κατ]ὰ κῦμα διαπρήσσουσα κέλ[ευ]θον.·
αὐτὰρ ἐπε[ί ῥ’] εἵκοντο(*) μετὰ στρατὸν εὐρὺν [Ἀχαι]ῶν,·
column xv
1,msup ιε
νῆα μὲν οἵ γε μέ[λαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν]
ὑψ[ο]ῦ ἐπὶ ψαμάθοις,· ὑπ[ὸ δ’ ἕρματα μακρὰ τάνυσσαν·]
αὐτο[ὶ] δ’ ἐσκίδναντο κ[ατὰ κλισίας τε νέας τε.]
αὐτ[ὰρ] ὃ [μ]ήνιε νηυσὶ πα[ρήμενος ὠκυπόροισι]
5διογενὴς Πηλέως υ(*)[ἱ]ὸς π[όδας ὠκὺς Ἀχιλλεύς·]
οὔτ[ε] ποτ’ [ε]ἰς ἀγορὴν πωλέσ[κετο κυδιάνειραν]
οὔτε ποτ’ ἐς πόλεμ[ον,] ἀλλ[ὰ φθινύθεσκε φίλον κῆρ]
αὖθι μένων,· ποθέε[σ]κε [δ’ ἀϋτήν τε πτόλεμον τε.]
ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δ[υωδε]κά[τη γένετ’ ἠώς,]
10καὶ τότ[ε] δὴ πρὸς Ὄλυμ[πον ἴσαν θεοὶ αἰὲν ἐόντες]
πάντε[ς ἅμα, Ζ]εὺς δ’ [ἦρχ]ε·· [Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων]
παιδὸς ἑοῦ, ἀλ[λ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης.]
ἠερίη δ’ ἀ[νέβη μέγαν] οὐρα[νὸν Οὔλυμπόν τε.]
εὗρεν δ’ [εὐρύοπα Κρ]ον[ίδην ἄτερ ἥμενον ἄλλων]
15ἀκρο[τάτηι] κο[ρυφῆι πολυδειράδος Οὐλύμποιο·]
καί [ῥ]α πάροιθ’ αὐτοῖ[ο καθέζετο, καὶ λάβε γούνων]
σκαιῆι,· δεξιτερῆι δ’ ἄ[ρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα]
λισσομένη προσέειπ[ε Δία Κρονίωνα ἄνακτα·]
Ζεῦ πάτερ εἴ ποτε δή [σε μετ’ ἀθανάτοισιν ὄνησα]
20ἢ ἔπι(*) ἢ ἔργωι,· τόδε μο[ι κρήηνον ἐέλδωρ·]
(added at left: Ε) τίμησόν μοι υ(*)(*)ὸν ὃς [ὠκυμορώτατος ἄλλων]
ἔπλετ’·· ἀτάρ μιν νῦν [γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων]
ἠτιμήσεν(*)·· ἑλὼν γὰ[ρ ἔχει γέρας αὐτὸς ἀπούρας.]
ἀλλὰ σύ πέρ μιν τ[εῖσον](*) [Ὀλύμπιε μητίετα Ζεῦ·]
25[τ]όφρα δ’ ἐπὶ Τρώεσσι [τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ]
υἱ(*)ὸν ἐμὸν τείσω[σιν](*) [ὀ]φ[έλλωσίν τε ἑ τιμῆι.]
ὣς φάτο·· τὴν δ’ οὔ τι π[ροσέφη νεφεληγερέτα Ζεύς,]
[ἀ]λλ’ ἀκέων δὴν ἧστ[ο· Θέτις δ’ ὡς ἥψατο γούνων]
[ὣ]ς ἔχετ’ ἐμπεφυυῖ(*)α, [καὶ εἴρετο δεύτερον αὖτις·]
30νημερτὲς μὲν δή μ[οι ὑπόσχεο καὶ κατάνευσον,]
ἢ ἀπόειπ’,· ἐπεὶ οὔ τοι(*) ἔ[πι δέος, ὄφρ’ εὖ εἴδω]
ὅσσον ἐγὼ μετὰ πᾶσ[ιν ἀτιμοτάτη θεός εἰμι.]
τὴν δὲ μέγ’ ὀχθήσας π[ροσέφη νεφεληγερέτα Ζεύς·]
ἦ δὴ λοίγια ἔργ’ [ὅ] τέ μ’ [ἐχθοδοπῆσαι ἐφήσεις]
35Ἥρη,ͅ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀ[νειδείοις ἐπέεσσιν·]
ἣ δὲ καὶ αὔτως μ’ αἰεὶ [ἐν ἀθανάτοισι θεοῖσι]
[ca.36 lines missing]
fragment 5

column xvii
[3 lines missing]
1[δαιμ]ονί[η αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·]
πρῆξαι δ’ ἔ[μπης οὔ τι δυνήσεαι, ἀλλ’ ἀπὸ θυμοῦ]
μᾶλλον ἐμ[οὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.]
εἰ δ’ οὕτ[ω] τ[οῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·]
5ἀλλ’ ἀκέουσ[α κάθησο, ἐμῶι δ’ ἐπιπείθεο μύθωι,]
μή νύ τοι [οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπωι]
ἆσσον ἰ(*)ό[νθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.]
ὣς ἔφατ’· ἔδ[εισεν δὲ βοῶπις πότνια Ἥρη,]
——
[κ]αί ῥ’ ἀκέουσα κ[αθῆστο ἐπιγνάμψασα φίλον κῆρ·]
10[ὄ]χθησας(*) δ’ ἀνὰ [δῶμα Διὸς θεοὶ Οὐρανίωνες·]
[τ]οῖσιν δ’ Ἥφα[ιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν]
[μ]ητρὶ φί[λ]η[ι ἐπὶ ἦρα φέρων λευκωλένωι Ἥρηι·]
ἦ δὴ λοίγ[ια ἔργα τάδ’ ἔσσεται, οὐδ’ ἔτ’ ἀνεκτά,]
εἰ δὴ σφὼ [ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,]
15ἐν δὲ θεο[ῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς]
ἐσθῆς(*) ἔ[σσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾶι.]
μητρὶ δ’ [ἐγὼ παράφημι καὶ αὐτῆι περ νοεούσηι]
πατ[ρὶ φίλωι ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτε]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1.x.2. · papyrus
^ 1.x.3. θεωι· papyrus
^ 1.x.4. · papyrus
^ 1.x.6. · papyrus
^ 1.x.7. · papyrus
^ 1.x.8. l. τεληέσσας
^ 1.x.11. · papyrus
^ 1.x.12. l. Ἀχιλῆϊ
^ 1.x.14. corr. ex οτηηρω
^ 1.x.15. πηληϊαδεω⟦ι⟧ papyrus
^ 1.x.15. l. Ἀχιλῆος (corr)
^ 1.x.16. l. Βρισηΐδα
^ 1.x.17. l. μὴ
^ 1.x.18. l. σὺν
^ 1.x.18. l. ῥίγιον
^ 1.x.19. [π]οϊ[ει papyrus
^ 1.x.21. · papyrus
^ 1.x.22. l. μελαίνη[ι]
^ 1.x.26. corr. ex νρεσι
^ 1.x.28. · papyrus
^ 1.x.29. l. Βρισ[η]ΐδος : βρεισ[η]ϊδοσ papyrus
^ 1.x.29. · papyrus
^ 1.x.30. l. διογενὲς
^ 1.x.31. · papyrus
^ 1.x.33. · papyrus
^ 1.xi.2. ῆ papyrus
^ 1.xi.2. · papyrus
^ 1.xi.3. · papyrus
^ 1.xi.4. · papyrus
^ 1.xi.5. l. ἐπεπείθεθ’
^ 1.xi.5. · papyrus
^ 1.xi.6. · papyrus
^ 1.xi.7. ϊτην papyrus
^ 1.xi.8. · papyrus
^ 1.xi.16. · papyrus
^ 1.xi.16. corr. ex [γερ]αρ
^ 1.xi.23. · papyrus
^ 1.xi.25. · papyrus
^ 1.xi.26. · papyrus
^ 1.xi.27. l. διεπράθο[μέν] (corr)
^ 1.xi.28. corr. ex υιασ
^ 1.xi.29. corr. ex εγ
^ 1.xi.29. · papyrus
^ 1.xi.35. . papyrus
^ 2.xii.9. · papyrus
^ 2.xii.10. ὑπεδεισαν papyrus
^ 2.xii.10. · papyrus
^ 2.xii.12. · papyrus
^ 2.xii.14. ϊνα papyrus
^ 3.xiii.2. · papyrus
^ 3.xiii.3. pap. : ἔτρεφον mss.
^ 3.xiii.5. · papyrus
^ 3.xiii.6. οϊζυροσ papyrus
^ 3.xiii.7. · papyrus
^ 3.xiii.11. · papyrus
^ 3.xiii.13. or [κα]τὰ, or [με]τὰ
^ 3.xiii.15. corr. ex χαλκοβατ[εσ]
^ 3.xiii.16. οϊω papyrus
^ 3.xiii.19. · papyrus
^ 3.xiii.20. ϊερην papyrus
^ 3.xiii.22. · papyrus
^ 3.xiii.22. νηϊ papyrus
^ 3.xiii.24. · papyrus
^ 3.xiii.25. · papyrus
^ 3.xiii.26. l. ῥηγμῖνι
^ 3.xiii.26. · papyrus
^ 3.xiii.27. l. [ἑκατόμβ]ην
^ 3.xiii.27. · papyrus
^ 3.xiii.28. · papyrus
^ 4.xiv.5. · papyrus
^ 4.xiv.6. · papyrus
^ 4.xiv.9. · papyrus
^ 4.xiv.10. corr. ex ουλυχυτασ
^ 4.xiv.12. l. κν[ί]σηι
^ 4.xiv.15. · papyrus
^ 4.xiv.18. · papyrus
^ 4.xiv.20. · papyrus
^ 4.xiv.20. l. ἐΐσης
^ 4.xiv.20. . papyrus
^ 4.xiv.22. · papyrus
^ 4.xiv.24. pap. : ἱλάσκοντο mss. : ϊλασκοντα[ι] papyrus
^ 4.xiv.26. · papyrus
^ 4.xiv.30. · papyrus
^ 4.xiv.31. ϊει papyrus
^ 4.xiv.32. corr. ex
^ 4.xiv.34. ϊαχε papyrus
^ 4.xiv.35. · papyrus
^ 4.xiv.36. l. ἵκοντο
^ 4.xiv.36. · papyrus
^ 4.xv.2. · papyrus
^ 4.xv.5. ϋ[ι]οσ papyrus
^ 4.xv.8. · papyrus
^ 4.xv.11. · papyrus
^ 4.xv.17. · papyrus
^ 4.xv.20. l. ἔπει
^ 4.xv.20. · papyrus
^ 4.xv.21. ϋϊον papyrus
^ 4.xv.22. · papyrus
^ 4.xv.23. l. ἠτείμησεν
^ 4.xv.23. · papyrus
^ 4.xv.24. l. τ[ῖσον]
^ 4.xv.26. υϊον papyrus
^ 4.xv.26. l. τίσω[σιν]
^ 4.xv.27. · papyrus
^ 4.xv.29. εμπεφυυϊα papyrus
^ 4.xv.31. · papyrus
^ 4.xv.31. corr. ex τιι
^ 5.xvii.7. ϊο[νθ’ papyrus
^ 5.xvii.10. l. [ὄ]χθησαν
^ 5.xvii.16. l. ἐσθλῆς (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 30.

    "...on the left edge of the papyrus, ]ν. When Col. 14 is lined up with the preceding column, this line is even with line 441 where v is missing at the end of προσεειπε, the final ε of which has a long, curving middle stroke and is followed by a blank. The ν would follow this blank. It may have been added as a marginal correction, or possibly the scribe simply left a blank before continuing with ν." Priest ZPE 46 no. 5 ing with v.

  • 21.

    "marg.: The stichometric letter E indicates approximately the 500th line of the book" Priest ZPE 46 no. 5

  • 8.

    "ως: interlinear ink may be interpreted as τ, which would give 'τ'ως ; the suprascription has in any case been cancelled by a dot. It may be that τ was added by a second hand, especially as the ink here is somewhat lighter in color. But the papyrus is badly abraded, which may account for the appearance that τ is by a second hand. No firm evidence of m. 2 appears anywhere else in the text." Priest ZPE 46