Papyri.info

sign in

387-389 = Trismegistos 60538 = LDAB 1662 = columbia.apis.p236



DCLP transcription: 60538 [xml]

[κείμενον, ἔ]νθα δε δαι[τρὸς ἐφίζεσκε κρέα πολλὰ]
[δαιόμενος] μ̣νηστῆρσ[ι δόμον κάτα δαινυμένοισιν·]
[τὸν κατέθηκ]ε φέρων πρ̣ὸ[ς Τηλεμάχοιο τράπεζαν]
[ἀντίον, ἔνθα δʼ ἄ]ρʼ αὐτὸ̣ς ἐ̣φέ̣ζετ̣[ο· τῶι δʼ ἄρα κῆρυξ]
5[μοῖραν ἑλὼν πρ]ο̣τίθει κανέ̣ο̣υ̣ τ̣ʼ [ἐκ σῖτον ἀείρας.]
[ἀγχίμολον δὲ] μετʼ αὐτὸν ἐδύσατ[ο δώματʼ Ὀδυσσεύς,]
[πτωχῶι λευγαλ]έωι ἐναλίγκιος ἠ̣[δὲ γέροντι,]
[σκηπτόμενο]ς· τὰ δὲ λυγρὰ π̣ερὶ χ[ροῒ εἵματα ἕστο].
[ἷζε δʼ ἐπὶ μελίνο]υ οὐδοῦ ἔντοσ[θε θυράων,]
10[κλινάμενος σταθ]μῶι κυπαρισσ[ίνωι, ὅν ποτε τέκτων]
[ξέσσεν ἐπισταμ]ένως καὶ ἐπὶ [στάθμην ἴθυνεν.]
[Τηλέμαχος δʼ ἐπὶ] ο̣ἷ καλέσας προ[σέειπε συβώτην]
[ἄρτον τʼ οὖλον ἑλ]ὼν περικα[λλέος ἐκ κανέοιο]
[καὶ χρέας, ὥς οἱ χεῖρ]ες ἐχάν̣δ̣α̣[νον ἀμφιβαλόντι·]
15[δὸς τῶι ξείνωι ταῦ]τ̣α φέρων αὐτόν τ[ε κέλευε]
[αἰτίζειν μάλα πά]ντας ἐποιχόμε[νον μνηστῆρας·]
[αἰδὼς δʼ οὐκ ἀγαθὴ] κεχρημένωι ἀνδ[ρὶ παρεῖναι.]
[ὣς φάτο, βῆ δὲ συφ]ορβός, ἐπεὶ τὸν μ[ῦθον ἄκουσεν,]
[ἀγχοῦ δʼ ἱστάμενο]ς ἔπεα πτερόεντ̣ʼ [ἀγόρευεν·]
20[Τηλέμαχός τοι, ξ]εῖνε, διδοῖ τάδε, κ̣[αί σε κελεύει]
[αἰτίζειν μάλα πάν]τας ἐποιχόμεν[ον μνηστῆρας·]
[αἰδῶ δʼ οὐκ ἀγαθ]ή̣ φησʼ ἔμμεναι ἀν̣[δρὶ προΐκτηι.]
[τὸν δʼ ἀπαμειβόμ]ενος προσέφη π̣[ολύμητισ Ὀδυσσεύς·]
[Ζεῦ ἄνα, Τηλέμαχό]ν δός ἐν ἀνδράσ[ιν ὄλβιον εἶναι,]
25[καί οἱ πάντα γένοιθʼ ὅ]σσα φρεσὶ\ν/ σῆισι μ[ενοινᾷ.]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 10.

    The editor observes that a horizontal line was drawn through several of the letters in κυπαρισσ[ιν]

Image [open in new window]

Notice: Each library participating in APIS has its own policy concerning the use and reproduction of digital images included in APIS. Please contact the owning institution if you wish to use any image in APIS or to publish any material from APIS.