Papyri.info

sign in

198 = Trismegistos 60539 = LDAB 1663



DCLP transcription: 60539 [xml]

-- -- -- -- -- -- -- -- -- --
1[ἦ ῥά νύ μοι ξεῖνος πατ]ρ̣[ώϊός ἐσσι παλαιός·]
[Οἰνεὺς γάρ ποτε δῖ]ος ἀ[μύμονα Βελλεροφόντην]
[ξείνισʼ ἐνὶ με]γά[ρ]οισ̣ιν̣ ἐε̣[ίκοσιν ἤματʼ ἐρύξας·]
[οἳ δὲ καὶ ἀλλήλο]ισι̣ π̣όρον ξ[εινήϊα καλά·]
5[Οἰνεὺς μὲν ζω]σ̣τῆρα δίδ[ου φοίνι]κ̣ι̣ φαε[ινόν,]
[Βελλεροφόντ]η̣ς δὲ χρύσε̣ον̣ [δέπα]ς ἀ̣μφ[ικύπελλον]
[καί μιν ἐγὼ κατ]έλειπον ἰὼν̣ [ἐ]ν̣ δώ̣μασʼ ἐμ̣[οῖσι.]
[Τυδέα δʼ οὐ μέμ]νημαι, ἐπεί μʼ ἔτι τυτθὸν̣ [ἐόντα]
[κάλλιφʼ, ὅτʼ ἐν Θ]ή̣βηισιν ἀπώλετο λαὸς Ἀχ̣[αιῶν.]
10[τὼ νῦν σοὶ μὲ]ν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μ̣[έσσωι]
[εἶμι, σὺ δʼ ἐν Λυκί]ηι ὅτε κεν τῶν δῆμον ἵκ̣[ωμαι.]
[ἔγχεα δʼ ἀλλή]λ̣ων ἀλεώμεθα καὶ διʼ ὁμί̣[λου·]
[πολλοὶ μὲν γὰ]ρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκ̣[ουροι]
[κτείνειν ὅν κε θ]ε̣ός γε πόρῃ καὶ ποσσὶ κιχ̣[είω,]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 6.

    Above τ is a mark (as the editor notes) that resembles an acute accent in the same ink as the text. Its significance is uncertain.