Papyri.info

sign in

P. Sorb. 3 = Trismegistos 60725 = LDAB 1851



DCLP transcription: 60725 [xml]

fragment a
-- -- -- -- -- -- -- -- -- --
1[σφῶιν δὲ πρίν περ τρ]ό̣μ̣[ος ἔλλαβε φαίδιμα γυῖα,]
[πρὶν πόλεμόν τ’ ἰδ]έειν πολέμοι[ό τε μέρμερα ἔργα,]
[ὧδε γὰρ ἐξερέω, τὸ δέ] κεν τετελεσμ[ένον ἦεν·]
[οὐκ ἂν ἐφ’ ὑμετέρω]ν ὀχέων πληγέν[τε κεραυνῷ]
5[ἂψ ἐς Ὄλυμπον ἵ]κεσθον, ἵν’ ἀθαν[άτων ἕδος ἐστίν.]
[ὣς ἔφαθ’, αἱ δ’ ἐπέμ]οιξαν(*) Ἀθηναίη τ[ε καὶ Ἥρη·]
[ἤτοι Ἀθηναίη ἀκ]έων ἦν οὐδέ τι εἶ[πε]
[σκυζο]μέ[νη Διὶ πα]τρί, χόλος δέ μι[ν ἄγριος ᾕρει·]
[Ἥρῃ δ’] οὐκ [ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·]
10[αἰνό]τατε [  ̣]  ̣  ̣ \[Κρ]ονίδ[η]/(*) [ποῖον τὸν μῦθον ἔειπες,]
[εὖ ν]υ καὶ ἡμεῖς ἴσμ[εν](*) [ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·]
[ἀλλ’ ἔ]μπης Δαν[αῶν ὀλοφυρόμεθ’, αἰχμητάων,]
[οἵ κε]ν δὴ κακὸν [οἶτον ἀναπλήσαντες ὄλωνται.]
τὴν δ’ ἀπα\μ/ειβ[όμε]νο[ς](*) [προσέφη νεφεληγερέτα Ζεύς·]
15ἠοῦς δὴ καὶ μᾶ[λλον] ὑπ[ερμενέα Κρονίωνα]
[ὄ]ψεαι \αἴ/(*) κ’ ἐθέλῃ[σθα], βο[ῶπις πότνια Ἥρη,]
[ὀ]λλύντ’ Ἀργείω[ν πο]υλ[ὺν στρατὸν αἰχμητάων·]
[οὐ γ]ὰρ π[ρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ,]
-- -- -- -- -- -- -- -- -- --
fragment b
-- -- -- -- -- -- -- -- -- --
1[χωομένης, οὐδ’ εἴ κε τὰ] νία[τα](*) [πείραθ’ ἵκηαι]
[γαίης καὶ πόντοιο, ἵν’ Ἰα]πε[τός τε Κρόνος τε]
[ἥμενοι οὔτ’ αὐγῇς Ὑπερί]ον[ος Ἠελίοιο]
[τέρποντ’ οὔτ’ ἀνέμοισι, β]αθ[ὺς δέ τε Τάρταρος ἀμφίς·]
5[οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλω]μέν[η, οὔ σευ ἔγωγε]
[σκυζομένης ἀλέγω, ἐ]πεὶ ο[ὐ σέο κύντερον ἄλλο.]
-- -- -- -- -- -- -- -- -- --
fragment c
-- -- -- -- -- -- -- -- -- --
1[δόρπα] τ̣’ [ἐ]φ̣[οπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους]
[λύ]σατ’ ὑπ’ ἐξ ὀχέ[ων, παρὰ δέ σφισι βάλλετ’ ἐδωδήν·]
[ἐ]κ πόλιος δ’ ἄξασ[θε βόας καὶ ἴφια μῆλα]
[κ]αρπαλίμως, οἶν[ον δὲ μελίφρονα οἰνίζεσθε]
5[σῖ]τον τ’ [ἐ]κ μεγά[ρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,]
[ὥ]ς κεν [π]αν<ν>ύχ[ιοι μέσφ’ ἠοῦς ἠριγενείης]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ a.6. l. [ἐπέμ]υξαν
^ a.10. corr. ex ισμ
^ a.11. papyrus : ἴδμ[εν] mss.
^ a.14. corr. ex απαβειβ[ομε]νο[σ]
^ a.16. corr. ex η
^ b.1. l. νεία[τα]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.