Papyri.info

sign in

Trismegistos 60730 = LDAB 1856 = toronto.apis.36



DCLP transcription: 60730 [xml]

column i
-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩]  ̣[  ̣  ̣]  ̣  ̣[⁦ -ca.?- ⁩]
[τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμέν]ων ἐριμύκων,
[οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκ]ὺ̣ς Ἀχιλλεύς·
[ἐν δ’ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τ]ε·˙
5[κρητῆρ’ αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδ]υ̣σσεύς,
[ὡς ἦλθε φθάμενος: ὃ δὲ βοῦν ἕλε φαίδιμο]ς Αἴας.
[στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς] ἀ̣γραύλοιο˙
[ὄνθον ἀποπτύων, μετὰ δ’ Ἀργείοισιν ἔ]ειπεν·
[ὢ πόποι ἦ μ’ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πά]ρος περ
10[μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρ]ήγει.˙
[ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γ]έλασσαν.
[Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’] ἄεθλον
[μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπ]ε̣[ν]· ˙
-- -- -- -- -- -- -- -- -- --
column ii
-- -- -- -- -- -- -- -- -- --
1χ̣ρ̣[εώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου]
ποιμὴν οὐδ’ ἀρ̣ο̣τ̣ὴ̣ρ̣ ε̣ἶ̣[σ’ ἐς πόλιν, ἀλλὰ παρέξει.]
ὣς̣ ἔφ̣ατ’’, ὦρτο δ’ ἔπειτα μενεπτό[λεμος Πολυποίτης,]
ἂν δὲ Λεοντῆος̣ κ̣ρατερὸν̣ μένος̣ [ἀντιθέοιο,]
5ἂν δ̣’ Αἴας Τελαμωνιάδης καὶ δῖος [Ἐπειός.]
ἑξείης δ’’ ἵ(*)σταντο, σόλο̣ν δ’ ἕλε δῖο̣ς̣ Ἐ̣π̣[ειός,]
ἧκε δὲ δινήσας· γέλα̣σαν δ’’ ἐπὶ π̣[αν]τ̣ες Ἀχαι̣οί.˙
δεύ̣τερος αὖτ’’ ἀφέ(*)ηκ̣ε Λεοντεὺ(*)ς [ὄζος] Ἄ̣ρ̣[ηος·]
τὸ τρί̣τον αὖτ’’ ἔρριψε μέγας Τελα̣[μών]ιος Αἴας
10χειρὸς ἄπο στιβα̣ρ̣ῆ̣ς, καὶ ὑπέρβα[λ]ε̣ σ̣ή̣ματα πάντων.
ἀλλ’’ ὅτε δὴ σόλο̣ν̣ ε̣[ἷ]λ̣ε μενεπτόλ̣εμ̣[ο]ς̣ Πολυποίτης,
ὅ̣[σσ]ό̣ν̣ τίς τ’’ ἔρρι̣ψ̣ε̣ κα̣λ̣αύροπα βο̣υ̣[κόλο]ς ἀνήρ,
[ἣ δέ ἑλ]ι̣[σ]σ̣ο̣[μ]έν̣η̣ πέτεται διὰ [βο]ῦ̣ς̣ ἀ̣γελαίας̣,
[τόσσον παντὸς ἀγῶνος ὑ]π̣έρπτα̣το· τοὶ δ’’ ἐβόη̣σαν.
15[ἀνστάντες δ’ ἕταροι Πολυποίταο κρατερο]ῖ̣[ο]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ i.4. ˙ papyrus
^ i.7. α̣γραυλοιο˙ papyrus
^ i.10. ˙ papyrus
^ i.13. ˙ papyrus
^ ii.3. εφ̣ατ’’ papyrus
^ ii.6. δ’’ papyrus
^ ii.6. ϊσταντο papyrus
^ ii.7. δ’’ papyrus
^ ii.7. ˙ papyrus
^ ii.8. αυτ’’ papyrus
^ ii.8. αφἑηκ̣ε papyrus
^ ii.8. λεοντεύσ papyrus
^ ii.9. αυτ’’ papyrus
^ ii.11. αλλ’’ papyrus
^ ii.12. τ’’ papyrus
^ ii.14. δ’’ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Image [open in new window]

Notice: Each library participating in APIS has its own policy concerning the use and reproduction of digital images included in APIS. Please contact the owning institution if you wish to use any image in APIS or to publish any material from APIS.