Papyri.info

sign in

Trismegistos 60737 = LDAB 1863 = yale.apis.0015460000



Introduction

The hand in lines 1-6 is slightly larger than the rest of the papyrus which the original editor took to be two separate hands, however the most recent edition by Stephens (1985) thinks the whole papyrus is just one hand. Also the original editor took a fragment to be a title, while the later edition took it to instead be beginning of lines 5 and 6.

DCLP transcription: 60737 [xml]

r
[μῆνιν ἄειδε, θεὰ, Πηληϊάδεω Ἀχιλῆο]ς
[οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔ]θηκεν,
[πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προ]ΐαψεν
ἡρ[ώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κ]ύνεσσιν
5οἰ[ωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο β]ουλή,
[ἐξ οὗ δ]ὴ τ[ὰ πρῶτα διαστήτην ἐρίσ]αντε
[Ἀτρεΐδ]ης τε [ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύ]ς̣.
[τίς τʼ ἄρ σφ]ωε θ̣[εῶν ἔριδι ξυνέηκε μάχεσθαι;]
[Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶ]ς̣
10[νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο] δὲ λαοί,
[οὕνεκα τὸν Χρύ]σ̣[ην] ἠ̣[τίμασεν ἀρητῆρα]
[Ἀτρεΐδης. ὃ] γ[ὰ]ρ ἦλθε θ[οὰ]ς ἐπ[ὶ νῆας Ἀχαιῶν]
[λυσόμεν]ός τε θύγα[τ]ρα [φέ]ρων̣ [τʼ ἀπερείσιʼ ἄποινα,]
[στέμμα]τʼ’ ἔχων ἐν χ[ερ]σὶν [ἑκηβόλου Ἀπόλλωνος]
15[χρυσέῳ] ἀνὰ σκήπτρῳ, καὶ [λίσσετο πάντας Ἀχαιούς,]
[Ἀτρεΐ]δα δὲ μάλιστα δύω, κοσμ̣[ήτορε λαῶν·]
[Ἀτρεΐ]δ̣αι τε καὶ ἄλλοι ἐϋ[κνήμιδες Ἀχαιοί,]
[ὑμῖν μ]ὲν θεοὶ δοῖεν [Ὀλύμπια δώματʼ ἔχοντες]
[ἐκπέρσ]αι Πριάμο[ι]ο π̣[όλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·]
20[παῖδα δʼ ἐμοὶ λύσαιτ]ε φ[ίλην, τὰ δʼ ἄποινα δέχεσθαι,]
[ἁζόμενοι Διὸς υἱὸ]ν ἑ[κηβόλον Ἀπόλλωνα.]
[ἔνθʼ ἄλλοι μὲν πάν]τες ἐπ[ευφήμησαν Ἀχαιοὶ]
αἰδε[ῖσθαί θʼ ἱερῆα] καὶ ἀ[γλαὰ δέχθαι ἄποινα·]
ἀλλʼ [οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,]
25ἀλλὰ [κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλεν·]
μ[ή σ]ε, γέ[ρο]ν, κοίλῃ[σιν ἐγὼ παρὰ νηυσὶ κιχείω]
[ἢ] νῦν δηθύνοντʼ’ ἢ [ὕστερον α]ὖτις ἰ(*)όντα,
[μ]ή νύ τοι οὐ χραίσμ[ῃ] σ[κῆ]πτρον καὶ στέμμα θεοῖο.
τ̣ὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
30ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρη̣ς
(*)στὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν.
ἀλλʼ’ ἴθι, μή μʼ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.
ὣς ἐφαθ’’(*)· ἔδδεισεν δʼ’ ὃ γέρ[ω]ν καὶ ἐπείθετο μύθῳ,
βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσ[η]ς.
35πολλὰ δʼ’ ἔπειτʼ’ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὃ γερ[αιὸς]
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰ̣κομος τέκ[ε] Λητ[ώ·]
κλῦθί μοι, ἀργυρότοξ⟦ε⟧, ὃς Χρύσην ἀμφιβ̣[έβ]η̣κ̣α̣ς̣
Κίλλάν τε ζαθέην Τενέδο[ι]ό τε ἶ(*)φι ἀνάσσεις̣,
Σμινθεῦ· εἴ ποτέ τοι χαρίεντʼ’ ἐπὶ νη̣ὸν ἔρε[ψα,]
40ἢ̣ εἰ δή ποτέ τοι κατὰ πίονα μ̣η̣ρ̣ί̣ʼ ἔ[κηα]
τα̣ύ̣ρω[ν] ἠδʼ’ αἰ[γ]ῶ̣ν, τόδε μ[ο]ι [κρήηνον ἐέλδωρ·]
τε[ίσειαν] Δαναοὶ ἐμὰ δάκρυα σ[οῖσι βέλεσσιν.]
[ὣς ἔφα]τʼ’ εὐχόμενος, τοῦ δʼ ἔκλ[υε Φοῖβος Ἀπόλλων,]
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χω[όμενος κῆρ,]
45τ̣όξʼ ὤμοισιν ἔχων ἀμφηρεφ̣έα τ[ε φαρέτρην·]
ἔ̣κλαγξα[ν] δʼ ἄρʼ ὀϊστοὶ ἐ̣π̣ʼ ὤ̣μων̣ χ[ωομένοιο,]
αὐτοῦ κιν[ηθ]έντ[ος· ὃ δʼ ἤϊε ν]υ̣κ̣τὶ ἐ̣[οικώς.]
v
ἕ̣ζ[ετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκεν.]
δει̣[νὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο.]
50[ο]ὐρ̣[ῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,]
αὐτὰ[ρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς]
βάλλʼ’· [αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.]
ἐ̣[ν]νῆ̣[μαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,]
τῇ δεκ̣[άτῃ δʼ ἀγορὴνδε καλέσσατο λαὸν Ἀχιλλεύς·]
55τῷ γὰρ [ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρ]η·
κήδε̣[το γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας] ὁρᾶτο.
οἳ δʼ ἐ[πεὶ οὖν ἤγερθεν ὁμηγερέες τ’ ἐγ]ένον[το,]
τοῖσι δʼ [ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·]
Ἀτρ[εΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω]
60ἂ̣ψ̣ ἀ̣[πονοστήσειν, εἴ κεν θάνατό]ν̣ [γε] φ̣[ύγοιμεν,]
[εἰ δὴ ὁμοῦ πόλεμός τε] δαμ[ᾷ] κ̣αὶ λο[ι]μ̣[ὸς Ἀχαιούς.]
[ἀλλʼ ἄγε δή τινα μάντιν] ἐρεί[ομ]εν [ἠ’ἱ]ερῆα,
[ἢ καὶ ὀνειροπόλον, καὶ] γάρ τʼ ὄναρ ἐ̣κ̣ Διός ἐσ[τιν,]
[ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχ]ώσατο Φοῖβος Ἀπόλλ[ων,]
65[εἴ ταρ ὅ γʼ εὐχωλῆς ἐπιμέ]μ̣φεται ἠδʼ ἑκα̣[τ]όμβης,
[αἴ κέν πως ἀρνῶν κνίσης αἰ]γῶν τε τελείων
[βούλεται ἀντιάσας ἡμῖν ἀπὸ] λοιγὸν ἀμῦνα̣[ι.]
[ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσ]ι̣ [δʼ] ἀνέσ[τη]
[Κάλχας Θεστορίδης, οἰωνοπό]λω[ν ὄχʼ ἄριστος,]
70[ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσό]μενα̣ [πρό τʼ ἐόντα,]
[καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶ]ν̣ Ἴ(*)λιο[ν εἴσω]
ἣ̣ν [διὰ μαντοσύνην, τήν ο]ἱ π[όρε Φοῖβος Ἀπό]λλων.
ὅ σφι[ν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν·]
ὦ Ἀχ[ιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι]
75μῆνι̣ν Ἀπόλλωνος [ἑκατηβελ]έταο ἄνακτος.
τοὶ γὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύν[θεο] καί μοι ὄμοσσον
ἦ μέν μοι πρόφρων ἔπεσσιν(*) καὶ χερσὶν ἀρήξειν·
ἦ γὰρ ὀΐ(*)ομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί.
80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ(*)·
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει̣ κότον, ὄφρα τελέσσῃ,
[ἐν σ]τήθεσσιν ἑοῖσι. σ̣ὺ δὲ φ̣ρ̣άσαι εἴ με σαώσεις.
[τὸ]ν δʼ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
85θ̣α̣ρσ̣ήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ(*) φίλον, ᾧ τ̣ε̣ σὺ Κάλχαν
ε̣ὐ̣χόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις̣,
[ο]ὔ τις [ἐ]μεῦ ζῶντος καὶ ἐπὶ χθ̣ο̣νὶ δερκομέν[οιο]
[σοὶ] κ̣ο̣ί̣λ̣ῃ̣ς̣ π̣[αρὰ νηυ]σὶ β̣α̣ρ̣ε̣ίας [χεῖ]ρ̣α̣ς̣ ἐ̣π̣ο̣ί̣σ̣ει
90[συμπάντων Δανα]ῶν, οὐδʼ ἢν Ἀγαμ[έμνονα εἴπῃς,]
[ὃς νῦν πολλὸ]ν ἄρι[σ]τος ἐνὶ στρατῷ εὔχεται εἶναι.
[καὶ τότε δὴ θάρ]σησε καὶ ηὔδα μάντις ἀμύμων·
[οὔτʼ ἄρ ὅ γʼ εὐχω]λ̣[ῆς] ἐ̣π̣ιμέμ̣φεται οὐδʼ [ἑ]κ̣ατόμβης̣,
[ἀλλʼ ἕνεκʼ ἀρητ]ῆ̣ρ̣ο̣ς̣ ὃ̣ν̣ ἠ̣τ̣ί̣μ̣η̣σ̣ʼ Ἀγαμέμνων,

Apparatus


^ r.14. [στεμμα]τʼ’ papyrus
^ r.27. δηθυνοντʼ’ papyrus
^ r.27. ϊοντα papyrus
^ r.31. ϊστον papyrus
^ r.32. αλλʼ’ papyrus
^ r.33. l. ἔφατʼ : εφαθ’’ papyrus
^ r.33. δʼ’ papyrus
^ r.35. δʼ’ papyrus
^ r.35. επειτʼ’ papyrus
^ r.38. ϊφι papyrus
^ r.39. χαριεντʼ’ papyrus
^ r.41. ηδʼ’ papyrus
^ r.43. εφα]τʼ’ papyrus
^ v.52. βαλλʼ’ papyrus
^ v.71. ϊλιο[ν papyrus
^ v.77. l. ἔπεσιν
^ v.78. οϊομαι papyrus
^ v.80. χερηϊ papyrus
^ v.84. δʼ’ papyrus
^ v.86. διϊ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 37.

    There is a dot above the ε in αργυροτοξε marking deletion.

  • 80.

    In the papyrus there are dots above ρ and β in γαρ βασιλευς for which the function is unclear.