Papyri.info

sign in

58 = Trismegistos 60756 = LDAB 1882



DCLP transcription: 60756 [xml]

column i
[2 lines missing]
3[πείθε’· ἐγὼ δέ κέ τοι εἴδω χάριν ἤ]ματα̣ π̣[άντα.]
[κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσ]σε φαεινώ,̣
5[αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν] φιλότητι.
[δώρα δέ τοι δώσω καλὸν θρόνον, ἄφ]θ̣ι̣τ̣ον αἰεί,
[χρύσεον· Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγ]υήεις
[τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσ]ὶ̣ν ἥσει,
[τῶι κεν ἐπισχοίης λιπαροὺς πό]δ̣ας εἰλαπινάζων.
10[τὴν δ’ ἀπαμειβόμενος προσ]ε̣φώνεε νήδυμος Ὕπν̣[ο]ς̣·
[Ἥρη, πρέσβα θεά, θύγατερ μ]ε̣γάλοιο Κρόνοιο,
[ἄλλον μέν κεν ἔγωγε θεῶν] αἰ̣[ειγ]ενετάων
[ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο] ῥ̣έεθρα
[Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τ]έτυκται·
15[Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσο]ν ἱκοίμην
[οὐδὲ κατευνήσαιμ’, ὅτε μὴ αὐτός γε] κελεύοι.
[ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπί]ν̣υ̣σ̣[σε]ν̣ ἐφετμή,
[ἤματι τῷ, ὅτε κεῖνος ὑπέρ]θυμος Διὸς υἱός
[ἔπλεεν Ἰλιόθεν Τρώων π]όλιν ἐξαλαπάξας·
20[ἦτοι ἐγὼ μὲν ἔλεξα Διὸς νό]ο̣ν̣ αἰγιόχοιο
[νήδυμος ἀμφιχυθείς, σὺ] δ̣έ οἱ κακ’ ἐμήσαο θυμῷ
[ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπὶ] πόντον ἀήτας,
[καί μιν ἔπειτα Κόωνδ’ ἐῢ ναι]ο̣μ̣[έ]ν̣η̣ν̣ ἀπένεικ̣α̣ς
[νόσφι φίλων πάντων. ὁ δ’ ἐπεγρόμενος] χαλέπαινεν,
25[ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ’ ἔ]ξοχα πάντων
[ζήτει· καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβα]λ̣ε πόντῷ,
[εἰ μὴ Νὺξ δμήτειρα θ]εῶν [ἐσάωσε καὶ ἀν]δ̣ρῶν.
[τὴν ἱκόμην φεύγων, ὁ δ’ ἐπαύσατο χωόμεν]ός περ·
[2 lines missing]
31[τὸν δ’ αὖτε προσέει]π̣ε βο[ῶ]π̣ι̣ς π̣[ότνια Ἥρη·]
[Ὕπνε, τίη δὲ σὺ ταῦτα] μετὰ φρεσὶ σῇσι μ[ενοιναῖς;]
[ἦ φὴις ὣς Τρώεσσι]ν ἀρηγέμεν εὐρύο[πα Ζῆν,]
[ὡς Ἡρακλῆος περι]χ̣ώσατο, παιδὸς ἑο̣[ῖο;]
35[ἀλλ’ ἴθ’, ἐγὼ δέ κέ τοι] Χαρίτων μίαν ὁπ̣[λοτεράων]
[6 lines missing]
42[μάρ]τ̣υρ[οι ὦσ’ οἱ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόν]τ̣ε̣ς
[ἦ] μὲν ἐ[μοὶ δώσειν Χαρίτων μίαν ὁπλ]ο̣τ̣[ερά]ων
Πασιθ[έην, ἧς τ’ αὐτὸς ἐέλδομαι ἤματ]α πάν[τα.]
45ὧς ἔφ[ατ’, οὐδ’ ἀπίθησε θεά, λευ]κ̣ώλε̣[ν]ο̣ς Ἥρη,
ὤμνυε δ̣’, ὡ̣ς̣ ἐ̣κ̣[έλευε, θε]ο̣ὺ̣ς̣ δ̣’ ὀν[όμη]ν̣ε̣ν̣ ἅπα̣ν̣τ̣ας
τοὺς ὑποταρταρί̣ους, οἳ Τιτῆνες̣ κ̣αλέον̣τ̣αι.
αὐτὰρ ἐπεὶ ῥ’ ὄμοσέν τε τελ̣ε̣ύ̣τ̣η̣σέ̣ν τε τὸν ὅρκ̣ο̣ν̣,
τὼ βήτην Λή̣[μνου] τ̣ε̣ καὶ Ἴμβ̣ρ̣ο̣υ̣ ἄστυ λιπόντε,
50ἠέρα ἑσσαμένω ῥ̣ί̣μφα πρήσσ[ο]ν̣τ̣ε̣ κ̣έλευ̣θον.
[Ἴ]δην δ’ ἱκέσθην πολυπεί[δ]ακα(*), μ̣ητέρα̣ θ̣η̣ρῶν,
Λεκτόν, <ὅθι πρῶτον> λιπέτην ἅλα· τ̣ὼ δ̣’ ἐπὶ χέρσου
βήτην, ἀκροτά̣τ̣η δὲ ποδῶ̣ν̣ [  ̣  ̣]ελ̣ει̣[  ̣]το ὕλ̣η.
ἔνθ’ Ὕπνος μ̣ὲν ἔμεινε π̣ά̣ρος Διὸς ὄσ̣σε ἰδέσθα̣ι,
55εἰς ἐλάτην ἐπιβὰς περιμήκετον, [ἣ τότ’ ἐ]ν̣ Ἴδῃ
μακροτάτη πεφυυῖα δι’ ἠέρος αἰθ̣[έρ’ ἵκανεν·]
ἔνθ’ ἧστ’ ὄζοισι πεπυκασμέν̣[ος εἰλατίνοισιν,]
ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν [τ’ ἐν ὄρεσσι]
χαλκίδα κικλήσκουσι θεοί, ἄ[νδρες δὲ κύμινδιν.]
60[Ἥρ]η δὲ [κ]ρ̣αιπνῶς προσεβ̣[ήσετο Γάργαρον ἄκρον]
Ἴδης ὑψ[ηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.]
ὡς δ’ ἴδεν̣, [ὧς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,]
ο̣ἷον ὅτε [πρῶτόν περ ἐμισγέσθην φιλότητι]
ε̣ἰ̣ς̣ εὐνὴ[ν φοιτῶντε φίλους λήθοντε] τ̣οκ[ῆας.]
65[στῆ δ’ αὐτῆς προπάροιθεν, ἔπος] τ’ ἔφα[τ’ ἔκ τ’] ὀνόμαζε·
[1 line missing]
67[ἵπποι δ’ οὐ παρέασι καὶ ἅρ]μ̣ατα, τῶν κ’ [ἐπιβαίης.]
[τὸν δὲ δολοφρονέουσα προση]ΰ̣δ̣α̣ πότνι̣α̣ [Ἥρη·]
[ἔρχομαι ὀψομένη πολυφόρ]βου πείρατα γαίης,
70[Ὠκεανόν] τε θ[εῶ]ν̣ [γένε]σ̣ι̣ν καὶ μητέρα Τηθύν,
[οἵ με σφ]οῖσι δόμ[οισιν ἐῢ τρέφον ἠ]δ̣’ ἀτίταλ̣λ̣[ον.]
[τοὺς εἶμ’ ὀψ]ομένη κ̣[αί σφ’ ἄκριτα νείκεα λύ]σ̣ω·
column iii
[2 lines missing]
75[ἵπποι δ’ ἐν πρυ]μ̣νωρείῃ π̣ο̣λ̣[υπίδακος Ἴδης]
ἑστᾶσ’, ο̣ἵ̣ μ’ οἴσουσιν̣ ἐπὶ τραφε̣[ρήν τε καὶ ὑγρήν.]
νῦν δὲ̣ σ̣ε̣ῦ εἵνεκα δεῦρο [κ]α̣τ̣’ Οὐλύμπου̣ [τόδ’ ἱκάν]ω,
μή πώς μοι μετόπισθε χ̣[ο]λ̣[ώσ]εαι, αἴ κε σιω̣[πῇ]
οἴχωμα[ι] πρὸς δῶμα βαθυρ<ρ>ό[ου] Ὠκεανο[ῖο.]
80τ[ὴν δ’] ἀ̣π̣α̣μ̣ε̣ι̣β̣όμενος π̣ρ̣[οσέφ]η̣ νεφελη̣[γερέτα Ζ]εύς·
Ἥ[ρη, κεῖσε μὲν ἔστι κα]ὶ̣ ὕ̣σ̣τ̣ε̣[ρον ὁρμηθῆναι·]
νῶι δέ κεν φιλότητι τραπ[είομεν εὐνηθέντ]ε.
οὐ̣ [γ]ά̣ρ̣ π̣ώ ποτέ μ’ ὧδε θεᾶ̣[ς ἔρος οὐδὲ γυναικός]
θ̣υμὸν ἐ̣ν̣ὶ στήθεσσι περιπρ̣[οχυθεὶς ἐδάμασσεν,]
85[οὐ]δ̣’ ὁπότ’ ἠρασάμην [Ἰξιονίης ἀλόχοιο,]
ἣ τέκε Πειρί̣θοον [θ]ε̣ό̣φ[ιν μήστωρ’ ἀτάλαντον·]
οὐδ’ ὅτ̣[ε] περ Δανάης καλ̣λ[ισφύρου Ακρισιώνης,]
[ἣ τέκε Περ]σ̣ῆ̣[α πάντων ἀριδείκετον ἀνδρῶν·]
[οὐδ’ ὅτε Φοίνικ]ο̣ς κούρ̣[ης τηλεκλειτοῖο,]
90[ἣ τέκε μο]ι̣ Μίν̣ω τε καὶ ἀ[ντίθεον Ῥαδάμανθυν·]
[οὐ]δ’ ὅτε περ Σεμ̣έ̣λης, οὐ̣[δ’ Ἀλκμήνης] ἐνὶ Θ̣[ήβ]η̣,
[ἥ ῥ’] Ἡρακλῆα κρατερ̣όφρονα γ̣ε̣[ί]ν̣α̣[το πα]ῖ̣δα·
[ἡ δὲ] Δ̣ιώνυσον Σεμέλη τέκε, χάρ̣[μ]α βροτοῖσιν·
[οὐδ’ ὅτε Δήμη]τ̣ρος καλ̣λ̣ιπλ̣ο̣κ̣ά̣μ̣ο̣ιο ἀνάσση̣ς,
95[οὐδ’ ὁπότε Λητοῦ]ς ἐρικυδ̣έος, ο̣ὐδὲ̣ σεῦ α̣ὐ̣τ̣ῆ̣ς̣,
[ὡς σέο νῦν ἔραμαι] καί με γλυκὺς ἵμερος αἱρεῖ.
[τὸν δὲ δολοφρο]νέουσα προσηΰδα πότνια Ἥρη·
[αἰνότατε Κρονί]δ̣η̣, π̣[ο]ῖ̣ο̣[ν τὸ]ν̣ μῦθον ἔειπας.
εί νῦν ἐν φιλότητι λιλαίεαι ε̣[ὐνηθῆνα]ι̣
100Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
πῶς κ̣’ ἔ̣οι, εἴ τις νῶι θεῶν αἰειγενετάων
[εὕδοντ’ ἀθρήσειε, θεοῖσι δ]ὲ πᾶσι μετελθών
[π]εφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
[ἐ]ξ̣ ε̣ὐ̣ν̣ῆ̣ς̣ ἀ̣[νστ]ᾶ̣σ̣α̣, [ν]ε̣μ̣ε̣σ̣[σ]η̣τὸν δέ κεν εἴη.
105[ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις καί τοι φί]λ̣ον ἔπλετο θυμῷ,
[ἔστιν τοι θάλαμος, τόν τοι φίλος] υἱός ἔτευξε
[Ἥφαιστος, πυκινὰς δὲ θύρας στ]α̣θ̣μοῖσι̣ν ἐπῆρσεν̣·
column iv
[2 lines missing]
110[Ἥρη,] μ̣ή̣τ̣[ε θεὸν τό γε δείδιθι μήτε τιν’ ἄλλον]
ἀθανά̣των· τ̣[οῖόν] τ̣[ο]ι̣ ἐγὼ [νέφος ἀμφικαλύψω]
χρύσεον· οὐδ’ ἂν ν[ῶ]ι̣ διαδράκ̣[οι Ἠέλιός περ,]
οὗ τε καὶ ὀξύτατον πέλ[εται φάος εἰσοράασθαι.]
ἦ ῥα καὶ ἀγκὰς ἔμαρ[πτε Κρόνου παῖς ἣν παράκοιτιν·]
115τοῖσ̣ι̣ δ̣’ ὑπ[ὸ] χθὼν δῖ̣[α φύεν νεοθηλέα ποίην,]
λω[τόν θ’ ἑ]ρ̣[σήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον]
πυκνὸν καὶ μ[αλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργε.]
τῷ ἔνι λεξάσθην, ἐπ̣[ὶ δὲ νεφέλην ἕσσαντο]
καλὴν χρ̣υσείην· [στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.]
120ὧς ὁ μὲν ἀ̣[τρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,]
ὕ̣πνῳ κα[ὶ φιλότητι δαμείς, ἔχε δ’ ἀγκὰς ἄκοιτιν·]
βῆ̣ δ[ὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος]
ἀγγελί̣[ην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ.]
ἀγχο[ῦ δ’ ἱσ]τάμε[νος ἔπεα πτερόεντα προσΰηδα·]
125πρόφρ̣ω̣ν νῦν Δ̣[αναοῖσι, Ποσείδαον, ἐπάμυνε]
καί σφιν κῦδος̣ [ὄπαζε μίνυνθά περ, ὄφρ’ ἔτι εὕδει]
Ζεύς, ἐπεὶ αὐτῷ ἐ[γὼ μαλακὸν περὶ κῶμ’ ἐκάλυψα·]
Ἥρη δ’ ἐν̣ φιλότητι π̣[αρήπαφεν εὐνηθῆναι.]
ὧς εἰπ̣ὼ̣ν ὁ μὲν ὤ[ιχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων,]
130τὸ̣ν δ̣’ ἔτι μᾶλλον ἀνῆ̣[κεν ἀμυνέμεναι Δαναοῖσιν.]
[αὐτ]ί̣κα δ’ ἐν π̣ρ̣ώτοισ̣ι̣ μ̣[έγα προθορὼν ἐκέλευσεν·]
[Ἀργ]εῖοι, καὶ δ’ αὖτε μεθείε̣[μεν](*) [Ἕκτορι νίκην]
[Πρια]μ̣ίδῃ, ἵνα νῆας ἕλῃ κ̣[α]ὶ [κῦδος ἄρ]η̣τα[ι;]
[ἀ]λλ’ ὁ μὲν οὕτω φησὶ καί εὔ[χεται, οὕν]ε̣κ’ Ἀχ[ιλλ]ε̣ύς
135ν̣ηυσὶν ἔπι γλαφυρῇσι μένει κ̣[ε]χολωμένος ἦτορ.
κείνου δ’ οὔ τι λίην πο̣θὴ̣ ἔσσετ̣α[ι,] εἴ̣ κεν οἱ ἄλλοι
ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμ̣[εν] ἀλλήλοισιν.
ἀλλ’ ἄγ̣εθ’, ὡς ἂν ἐγὼ εἴπω, πε̣[ι]θώμεθα πάντες·
ἀσπ̣ίδες ὅσσαι ἄρισται ἐνὶ στ̣[ρ]ατῷ ἠδὲ μεγίσται,
140ἑσσά̣μ̣ενοι, κεφαλὰς δὲ π̣[α]ν̣αίθῃσιν κορύθεσσι
κρύψαντες, χ[ε]ρσὶν δὲ τ[ὰ] μακρότατ’ ἔγχε’ ἑλόντες,
εἴομεν(*)· αὐτὰρ ἐγὼν ἡ̣γή[σ]ο̣μαι, οὐδ’ ἔτι φ̣ημί
Ἕκτορα Πριαμίδην με̣[νέ]μεν μάλα περ μεμα̣ῶτα.
column v
[3 lines missing]
147[τοὺς δ’ αὐτοὶ β]ασιλῆες̣ ἐ̣κόσ̣[με]ον οὐτά[μενοί περ,]
[Τυδεΐδης Ὀ]δ̣υσ{σ}εύς̣ τ̣ε καὶ Ἀτ̣[ρεΐ]δης Ἀγ[αμέμνων,]
[οἰχόμενοι δ’] ἐπὶ π[ά]ν̣τες(*) ἀρ̣[ήι]α̣ τ̣[εύχε’ ἄμειβον·]
150[ἐσθλὰ μὲν ἐσθ]λ̣ὸ̣ς ἔδυνε, χέ[ρεια δὲ χείρονι δόσκεν.]
[αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο πε]ρὶ χ[ροῒ νώροπα χαλκόν,]
[βάν ῥ’ ἴμεν· ἦρχε] δ’ ἄρα [σφ]ι̣ Ποσιδ̣[άων](*) [ἐνοσίχθων]
[δεινὸν ἄορ τανύ]ηκες [ἔ]χ̣ων ἐν [χειρὶ παχείῃ,]
[εἴκελον ἀστερ]οπῇ· [τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι]
155[ἐν δαῒ λευγαλέ]ῃ, ἀλλ[ὰ δέος ἰσχάνει ἄνδρας.]
[1 line missing]
157[δή ῥα τότ’ αἰνοτάτη]ν̣ ἔρι̣[δα πτολέμοιο τάνυσσαν]
[κυανοχαῖτα Ποσειδ]άων κα[ὶ φαίδιμος Ἕκτωρ,]
[ἦτοι ὁ μὲν Τρώεσσ]ι̣ν, ὁ δ’ Ἀρ̣[γείοισιν ἀρήγων.]
160[ἐκλύσθη δὲ θάλα]σ̣σ̣α ποτὶ κ̣λι̣σ̣[ίας τε νέας τε]
[Ἀργείων·] οἱ̣ [δὲ] ξύνισαν μεγά̣λ̣ῳ [ἀλαλητῷ.]
[οὔτε θαλ]άσσης κῦμα τόσον βοάᾳ π̣ο[τὶ χέρσον,]
[πο]ντόθεν ὀρνύμενον πν̣[οι]ῇ Βορέω̣ [ἀ]λ̣εγ̣[εινῇ,]
[ο]ὔ̣τε πυρὸς τόσσος γε ποθὶ βρόμος αἰθομέν[οιο]
165οὔρεος ἐν βήσσῃς, ὅτε τ’ ὤρετο καιέμε̣ν̣ [ὕλην,]
οὔτ’ ἄνεμος τόσσος γε πε̣ρ̣ὶ̣ δρυσὶν ὑψικ̣ό̣[μοισι]
ἠπύει, ὅς τε μάλιστα μέ̣γ̣α̣ β[ρ]έμεται χαλεπ̣[αίνων,]
τόσση ἄρα Τρώων καὶ Ἀχα̣ι̣ῶ̣ν ἔπλετο φ[ωνή]
[δ]εινὸν ἀϋσάντων, ὅτ’ ἐπ’ ἀλλήλοισιν ὄρουσαν.
170Α̣ἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτ̣ω̣ρ
(added at left: Δ) ἔγχει, ἐπεὶ τέτραπτο πρὸς εἰ̣θὺν(*) οὐδ’ ἀφάμαρτε,
τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην
ἦτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου·
τώ οἱ ἐρυσάσθην τέρ̣ε̣ν̣α̣ χρό̣α. χώσατο δ’ Ἕκτωρ
175ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον̣ ἔκφυγ̣ε χειρός,
ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.
τὸν μὲν ἔπειτ’ ἀπιόντα μέγα[ς] Τελαμώνιος Αἴας
χερμαδίῳ, τό ῥα πολλὰ θοάων ἔχματα νηῶν
column vi
[26 lines missing]
205[ἑζόμ]εν[ος δ’ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν.]
α[ὖτ]ι̣ς̣ δ’ ἐξοπ̣[ίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε]
νὺξ ἐκάλυψ[ε μέλαινα, βέλος δ’ ἔτι θυμὸν ἐδάμνα.]
Ἀργεῖοι δ’ ὡ[ς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα,]
μᾶλλ̣ο̣ν̣ ἐ̣πὶ̣ [Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.]
210ἔνθα πολὺ̣ [πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας]
Σάτνιον οὔ̣[τασε δουρὶ μετάλμενος ὀξυόεντι]
Ἠνοπίδη[ν, ὃν ἄρα νύμφη τέκε νηὶς ἀμύμων]
Ἤνοπι̣ β̣ου̣[κολέοντι παρ’ ὄχθας Σατνιόεντος.]
τὸν μὲν Ὀϊ[λιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθών]
215οὖτα κατὰ λ[απάρην· ὁ δ’ ἀνετράπετ’, ἀμφὶ δ’ ἄρ’ αὐτῷ]

Apparatus


^ i.51. l. πολυπί[δ]ακα
^ iv.132. l. μεθίε[μεν]
^ iv.142. l. ἴομεν
^ v.149. l. π[ά]ντας
^ v.152. l. Ποσειδ[άων]
^ v.171. l. ἰθὺν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 171.

    There is a small semicircular mark above the Δ