Papyri.info

sign in

Trismegistos 60788 = LDAB 1915



Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 60788 [xml]

column 1Imaged 1997-2015 by [unidentified responsible individual]
Imaged 1997-2015 by [unidentified responsible individual]

[ἦ καὶ κυανέῃσιν] ἐ̣π̣’ ὀφρύ̣σ[ι ν]ε̣[ῦσε Κρονίων]·
[ἀμβρόσιαι δ’ ἄρα χαῖ]ται ἐπερρ[ώσαντο ἄνακτος]
[κρατὸς ἀπ’ ἀθαν]ά̣τοιο· μέγα[ν δ’ ἐλέλιξεν Ὄλυμπον].
[τώ γ’ ὣς βουλεύσ]αντε δι̣έτμ[αγεν· ἣ μὲν ἔπειτα]
5[εἰς ἅλα ἆλτο βαθ]εῖαν ἀπ’ αἰγ̣λ̣[ήεντος Ὀλύμπου],
[Ζεὺς δὲ ἑὸν πρὸς] δῶμα· θεοὶ δ’ [ἅμα πάντες ἀνέσταν]
[ἐξ ἑδέων σφοῦ πα]τρὸς ἐναντ̣[ίον· οὐδέ τις ἔτλη]
[μεῖναι ἐπερχό]μ̣ενον, ἀλλ’ ἀντ[ίοι ἔσταν ἅπαντες].
[ὣς ὃ μὲν] ἔ̣[νθα κα]θ̣έζετ’ ἐπὶ θ[ρόνου· οὐδέ μιν Ἥρη]
10[ἠγνοίη]σ̣εν [ἰδοῦσ’ ὅ]τι οἱ συ⟦ο̣⟧μφρά[σσατο βουλὰς]
[ἀργυρό]πεζα Θ[έτι]ς̣ θ̣υγάτηρ [ἁλίοιο γέροντος].
[αὐτίκα] κ̣ερτομ[ί]ο̣[ισι] Δία Κρ[ονίωνα προσηύδα]·
'[τίς δ’ αὖ] σ̣οι δολομῆ̣[τ]α̣ θε̣ῶ̣[ν συμφράσσατο βουλάς];
[αἰεί τοι] φίλον ἐστὶ[ν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα]
15[κρυπτ]ά̣δια φρονέο̣[ντα δικαζέμεν· οὐδέ τί πώ μοι]
[πρόφρ]ω̣ν̣ τέτληκα[ς εἰπεῖν ἔπος ὅττι νοήσῃς].'
[τὴν δ]’ ἠ̣μ̣είβετ’ ἔπ[ειτα πατὴρ ἀνδρῶν τε θεῶν τε]·
'[Ἥρη μὴ δ]ὴ πά̣ν̣τας ἐμο[ὺς ἐπιέλπεο μύθους]
[εἰδήσει]ν̣· χαλεποί τοι ἔ[σοντ’ ἀλόχῳ περ ἐούσῃ]·
20[ἀλλ’ ὃν μ]έν κ’ ἐπιεικὲς ἀ̣[κουέμεν οὔ τις ἔπειτα]
[οὔτε θε]ῶ̣ν πρότερος τὸ̣[ν] ε̣ἴ̣[σεται οὔτ’ ἀνθρώπων]·
[ὃν δέ κ’ ἐγ]ὼ̣ν ἀπάνευθε θεῶν ἐ̣[θέλοιμι νοῆσαι]
[μή τι σὺ] τ̣αῦτα ἕκαστα διείρεο· μ[ηδὲ μετάλλα].'
[τὸν δ’ ἠ]μείβετ’ ἔπειτα βοῶπ̣[ις πότνια Ἥρη]·
25'[αἰνότα]τ̣ε Κρονίδη ποῖον τὸν̣ [μῦθον ἔειπες];
[καὶ λίην σ]ε πάρος γ’ οὔτ’ εἴρομ[α]ι̣ [οὔτε μεταλλῶ],
[ἀλλὰ μάλ’ ε]ὔ̣κηλος τὰ φρά⟦ζεαι⟧\σσεα⟦  ̣  ̣⟧/ ἅσ̣[σ’ ἐθέλῃσθα].
[νῦν δ’ αἰνῶ]ς̣ δείδοικα κατὰ φρέν̣[α μή σε παρείπῃ]
[ἀργυρόπε]ζα Θέτις θυγάτηρ ἁλ[ίοιο γέροντος]·
30[ἠερίη γὰρ] σοί γε παρέζετο καὶ λά̣[βε γούνων]·
[τῇ σ’ ὀΐω] κ̣ατανεῦσαι. ἐτήτυ̣μο̣[ν ὡς Ἀχιλῆα]
[τιμήσῃς, ὀλ]έ̣σῃς δὲ πολέα[ς ἐπὶ νηυσὶν Ἀχαιῶν].'

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.