Papyri.info

sign in

446 91-93 = Trismegistos 60806 = LDAB 1934



DCLP transcription: 60806 [xml]

[ὠκυπόρων, εἰ καί μιν Ὀ]λύμ[πιος αὐτὸς ἐγείρει.]
[ἦ καὶ σκηπανίῳ γαιήοχος] ἐν̣[νοσίγαιος]
[ἀμφοτέρω κεκοπὼς πλ]ῆσεν μ[ένεος κρατεροῖο,]
[γυῖα δʼ ἔθηκ]ε[ν ἐλα]φρὰ τεωδας(*) [καὶ χεῖρας ὕπερθεν.]
5[αὐτὸς δʼ ὥς τʼ ἴ]ρ[ηξ ὠκ]ύπ<τ>ερος ὦρτ[ο πέτεσθαι,]
[ὅς ῥά τʼ ἀπʼ αἰγ]ίλιπος πέτ[ρ]ης πε[ριμήκεος ἀρθείς]
[ὁρμήσῃ] ποδίοιο(*) διώκειν ὄρ[νεον ἄλλο,]
[ὣς ἀπὸ τῶν] ἤϊξε Ποσειδάων [ἐνοσίχθων.]
[τοῖιν δʼ ἔγν]ω πρόσθεν(*) Ὀειλῆος(*) [ταχὺς Αἴας,]
10[- ca.10 -] θεῶν οἳ Ὄλυμπον [ἔχουσι]
[μάντεϊ εἰδό]μενος κέλεται πα[ρὰ νηυσὶ μάχεσθαι,]
[οὐδʼ ὅ γε Κάλχα]ς ἐστὶ θεοπρόπος οἰ[ωνιστής·]
[ἴχνια γὰρ] μετόπισθεν(*) ποδῶν [ἠδὲ κνημάων]
[ῥεῖʼ ἔγνων] ἀπιόντος· ἀρίγνωτ[οι δὲ θεοί περ·]
15[καὶ δʼ ἐμοὶ α]ὐτῷ θυμὸς ἐνὶ σστ[ήθεσσι](*) [φίλοισι]
[μᾶλλον ἐφο]ρμᾶται πολεμίζ[ειν ἠδὲ μάχεσθαι,]
[μαιμώωσι] δʼ ἔνερθε πόδες ἢ(*) [χεῖρες ὕπερθε.]
[τὸν δʼ ἀπα]μειβόμενος [π]ρ[οσέφη Τελαμώνιος Αἴας·]
[οὕτω νῦν κ]αὶ ἐμοὶ περὶ δούρ[ατι χεῖρες ἄαπτοι]
20[μαιμῶσιν,] καί μοι μένος [ὤρορε, νέρθε δὲ ποσσὶν]
[ἔσσυμαι ἀμ]φοτέροισι· μενοι[νώω δὲ καὶ οἶος]
[Ἕκτορι Πρια]μείδηι(*) ἄμοτον [μεμαῶτι μάχεσθαι.]
[ὣς οἳ μὲν τοι]αῦτα πρὸς ἀλλήλ[ους ἀγόρευον]
[χάρμῃ γηθό]συνη(*), τήν σφιν [θεὸς ἔμβαλε θυμῷ·]
25[τόφρα δὲ το]ὺς ὄπισθεν(*) γαιή[οχος ὦρσεν Ἀχαιούς,]
[οἳ παρὰ νηυσ]ὶν(*) θοῇσιν [ἀνέψυχον φίλον ἦτορ.]
[τῶν ῥʼ ἅμα τʼ ἀρ]γαλέῳ καμ[άτῳ φίλα γυῖα λέλυντο,]
[καί σφιν ἄχος] κατὰ θυμὸν [ἐγίγνετο δερκομένοισι]
[Τρῶας, τοὶ μέγ]α τεῖχος ὑπεκκ[ατέβησαν](*) [ὁμίλῳ.]
30[τοὺς οἵ γʼ εἰσορό]ωντες ὑπʼ ὀφρύσ[ι δάκρυα λεῖβον·]
[οὐ γὰρ ἔφαν] φεύξεσθαι ὑπερ κ̣[ακον](*)· [ἀλλʼ ἐνοσίχθων]
[ῥεῖα μετεισ]άμενος κρατε<ρ>ὰ[ς ὤτρυνε φάλαγγας.]
[Τεῦκρον ἔ]πι πρῶτον καὶ [Λήϊτον ἦλθε κελεύων]
[Πηνέλεών θʼ] ἥρωα Θόα[ν]τά τε [Δηΐπυρόν τε]
35[Μηριόνην] τε καὶ Ἀντ[ί]λοχο[ν μήστωρας ἀϋτῆς·]
[- ca.9 -]ν . [⁦ -ca.?- ⁩]
[αἰδὼς Ἀργε]ῖο[ι, κοῦροι νέοι· ὔμμιν ἔγωγε]
[μαρναμένο]ισι [πέποιθα σαωσέμεναι νέας ἁμάς·]
[εἰ δʼ ὑμεῖς πο]λέμ[οιο μεθήσετε λευγαλέοιο,]
40[νῦν δὴ εἴδε]ται [ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.]
[ὢ πόποι ἦ μ]έ[γα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 4. l. πόδας
^ 7. l. πεδίοιο
^ 9. corr. ex
^ 9. l. Ὀϊλῆος
^ 13. l. μετόπισθε
^ 15. l. στ[ήθεσσι]
^ 17. papyrus : καὶ MSS
^ 22. l. [Πρια]μίδηι
^ 24. l. [γηθό]συνοι
^ 25. l. ὄπιθεν
^ 26. l. [νηυσ]ὶ
^ 29. papyrus : ὑπερκ[ατέβησαν] MSS
^ 31. l. ὑπ᾽ ἐκ κακοῦ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 9.

    This line, Iliad 13.66, immediately precedes Iliad 13.68 in the papyrus.

  • .
  • .