Papyri.info

sign in

202 = Trismegistos 60814 = LDAB 1942



DCLP transcription: 60814 [xml]

Μ̣η̣ρι̣ό̣νης ἀτάλαντος Ἐνυαλίωι ἀνδρειφόντηι̣(*),
τ[οῖ]σι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός˙
Τε̣ῦκρος δʼ εἴνατος ἦλθε παλίντονα̣ τ̣όξα τιταίνω[ν,]
στ̣ῆ̣ δ̣ʼ ἄ̣ρ̣ʼ ὑ̣πʼ Αἴαντος σάκει(*) Τελα[μ]ωνι̣[ά]δ̣αο.˙
5ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σά[κ]ος·˙ αὐτὰρ ὅ γ’(*) ἥρως
[π]α̣[πτήνα]ς̣, ἐ̣π̣[ε]ὶ̣ ἄ̣ρ τι̣νʼ ὀϊ(*)στεύ̣σ̣ας ἐν ὁμίλω̣ι
[βεβλ]η̣κ̣ο̣ι(*),˙ ὃ μὲν α̣ὖθι πεσὼ̣ν̣ ἀπὸ θυμ̣ὸ̣ν ὄλ[ε]σ̣σ[ε]ν,
[αὐτ]ὰ̣ρ ὃ α̣[ὖ]τις ἰ(*)ὼν πάϊ(*)ς ὣ̣[ς] ὑ̣πὸ μη̣τέ̣[ρα δ]ύσκ̣εν̣˙
[εἰς] Αἴ̣α̣ν̣θ̣ʼ· ὃ̣ δ̣έ̣ μ̣ιν̣ σ̣ά̣κ̣εϊ(*) κ̣ρ[ύ]π̣τασκ[ε φαε]ι̣[νῶι.]
10[ἔν]θ̣α̣ τίνα̣ π̣[ρ]ῶ̣τ̣ο̣[ν] Τ̣ρ̣ώ̣ων [ἕλ]ε Τεῦκ[ρ]ο̣ς̣ [ἀ]μ̣ύ̣μ̣ω̣ν;
Ὀρ̣σί̣λ̣ο[χο]ν μὲν̣ π̣[ρ]ῶ̣τ̣α καὶ Ὄρμ̣ενο̣ν ἠδʼ Ὀφ̣ε[λ]έ̣σ̣τη̣ν
Δα̣[ίτ]ο[ρά] τ̣ε Χρο̣μί̣ον̣ τε κα[ὶ] ἀντ̣ί̣θ̣[εον] Λ̣υκο̣φόντην
κα̣ὶ Πο̣λυαιμονί̣δην ’αμ’ [οπά]ονα [κ]α̣ὶ Μελάνι̣ππο̣ν̣,
τὸ̣ν δὲ̣ ἰ(*)δὼν γήθησεν ἄν[αξ ἀ]νδρῶ̣ν Ἀγαμέμνω[ν]
15[τό]ξ̣ου ἄπο κρατεροῦ Τρώ[ων] ὀλέκοντα̣ φάλα̣γ̣γας·.
[στῆ δ]ὲ παρʼ αὐτὸν ἰ(*)ὼν καί [μιν] π̣ρὸς μ̣[ῦθο]ν̣ [ἔ]ει[πε·]
[Τεῦκ]ρε̣ φ̣ίλη κεφαλήι, Τ[ελα]μ̣ών̣ι̣ε [κοίρανε λα]ῶν
[βάλλʼ οὕ]τ[ως, αἴ κ]έ̣ν τι φοω̣[ς](*)[Δα]ν̣[α]οῖσι̣ [γένηαι]
[πατρί τε σῶι Τελ]α̣μ̣ῶν̣[ι, ὅ σʼ ἔτρεφε] τ̣υτ̣[θὸν ἐόντα,]
20[καί σε νόθον π]ε̣ρ ἐόντ̣α̣ [κομίσσατο] ὧ̣[ι ἐνὶ] οͅ[ἴ]κͅῳιͅ·
[τὸν καὶ τηλόθʼ] εοντ'(*) ἐ[ϋκλείης ἐπί]βησ̣ο̣ν̣.
[σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμέν]ο̣ν ἔ̣[στ]α̣ι̣·
[αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθ]ήνη̣
[Ἰλίου ἐξαλαπάξα]ι̣ ἐϋ(*)κ̣τ̣ίμ̣[ενο]ν̣ πτο̣[λ]ί̣εθρον,
25[πρώτωι τοι μετʼ ἐ]μ̣ὲ̣ πρεσβ̣ήϊον ἐν χερὶ θήσω,
[ἢ τρίποδʼ ἠὲ δύω ἵ]ππο̣υ̣ς α̣ὐ̣τοῖσιν ὄχεσφιν˙
[ἠὲ γυναῖχʼ, ἥ κέν] τ̣οι ὁ̣μ̣ὸν̣ λ̣έχο̣ς εἰσ̣αναβα[ί]νε̣ι.
[τὸν δʼ ἀπαμειβόμε]νος προσεφ\ώνεε/(*) Τε̣ῦκρος ἀμύμων·
[Ἀτρεΐδη κύδιστε τ]ί̣ με σπ̣ε̣ύδοντα̣ κ̣αὶ αὐτόν
30[ὀτρύνεις; οὐ μέν το]ι̣ ὅση [δ]ύ̣ν̣α̣[μίς γ]ε̣ π̣άρ̣εστι
[παύομαι, ἀλλʼ ἐξ οὗ π]ρ̣οτ̣ὶ Ἴ̣λιον ωσομεθ’(*) αὐτο̣ύς.
[ἐκ τοῦ δὴ τόξοισι δεδε]γ̣μέ̣ν̣ο̣ς̣ ἄ̣νδρας ἐνα̣ίρωι.˙
[ὀκτὼ δὴ προέηκα τανυγλώ]χ̣[ι]ν̣ας̣ ὀϊ(*)στούς,˙
[πάντες δʼ ἐν χροῒ πῆχθεν] ἀ̣ρ̣[ηϊ]θό̣ων αἰζηῶν·
35[τοῦτον δʼ οὐ δύναμαι β]α̣λέε̣ι̣ν̣ κ̣ύ̣να λ̣υ̣σση̣τ̣[ῆ]ρα.˙
[ἦ ῥα καὶ ἄλλον ὀϊστὸν] ἀπὸ νευρῆφιν ἴ(*)α̣[λ]λ̣εν

Apparatus


^ 1. or ἀνδρειφόντη
^ 2. υιοσ˙ papyrus
^ 4. σακεϊ papyrus
^ 4. ˙ papyrus
^ 5. ˙ papyrus
^ 5. or γ’’ : γ’’ papyrus
^ 6. οϊστευ̣σ̣ασ papyrus
^ 7. or [βεβλ]η̣κ̣ει
^ 7. ˙ papyrus
^ 8. ϊων papyrus
^ 8. παϊσ papyrus
^ 8. δ]υσκ̣εν̣˙ papyrus
^ 9. σ̣α̣κ̣εϊ papyrus
^ 13. ’αμ’ papyrus
^ 14. ϊδων papyrus
^ 15. . papyrus
^ 16. ϊων papyrus
^ 18. or φοο[ς]
^ 21. l. ἐ̣ό̣ν̣τ̣α
^ 24. εϋκ̣τ̣ιμ̣[ενο]ν̣ papyrus
^ 26. οχεσφιν˙ papyrus
^ 28. corr. ex προσεφη
^ 31. l. ὠσάμεθʼ : ωσομεθ’ papyrus
^ 31. αυτο̣υσ. papyrus
^ 32. ˙ papyrus
^ 33. οϊστουσ papyrus
^ 33. ˙ papyrus
^ 35. ˙ papyrus
^ 36. ϊα̣[λ]λ̣εν papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.