Papyri.info

sign in

Trismegistos 60847 = LDAB 1975 = michigan.apis.1386



DCLP transcription: 60847 [xml]

[αὐτὰρ] ἐ̣π̣ε̣ὶ̣ κ̣[όσμηθεν ἅμʼ ἡγ]εμόνεσσιν ἕκαστοι,˙
[Τρῶες μὲν κλα]γγῇ \τʼ/ ἐν[οπῇ τʼ ἴ]σαν ὄρνειθες(*) ὣς
[ἠΰτε περ κλαγγ]ὴ γεράν̣ω̣ν̣ [π]έλει οὐρανόθι πρό·
[αἵ τʼ ἐπεὶ οὖν χει]μῶνα φύγον κα[ὶ] ἀθέσφατον ὄμβρον
5[κλαγγῇ ταί γε π]έτονται ἀπʼ(*) Ὠκεανοῖο ῥοάων˙
[ἀνδράσι Πυγμαί]οισι φόνον καὶ κῆρα φέρουσαι(*)· .
[ἠέριαι δʼ ἄρα ταί] γε κακὴν ἔριδα προφέρονται. ˙
[οἳ δʼ ἄρʼ ἴσαν σιγῇ] μένεα πνείοντες Ἀχαιοὶ
[ἐν θυμῷ μεμαῶ]τες ἀλεξέμεν ἀλλήλοισιν.˙
10[εὖτʼ ὄρεος κορυφ]ῇσι Νότος κατέχευεν ὀμίχλην
[ποιμέσιν οὔ τι φ]ίλην,˙ κλέπτῃ δέ τε νυκτὸς ἀμείνων,˙
[τόσσον τίς τʼ ἐπι]λεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵ(*)ησιν·˙
[ὣς ἄρα τῶν ὑπʼ ὄ]χεσφι(*) κονείσαλος(*) ὤρνυτʼ’ ἀελλὴς
[ἐρχομένων·] μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.˙
15[οἳ δʼ ὅτε δὴ σχεδ]ὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰ(*)όντες, ˙
[Τρωσὶν μὲν πρ]ομάχιζεν Ἀλέξαν[δ]ρος θεοειδὴς
[παρδαλέην ὤμ]οισιν ἔχων καὶ καμπύλα τόξα
[καὶ ξίφος· αὐτὰ]ρ δοῦρε δύω{ι} κεκο[ρ]υθμένα χαλκῶι˙
[πάλλων Ἀργείων] προκαλίζετο πά[ν]τας ἀρίστους
20[ἀντίβιον μαχέσ]ασθαι ἐν αἰνῇ δη[ϊο]τῆτι.˙
[τὸν δʼ ὡς οὖν ἐνό]ησε[ν] ἀρηΐ(*)φιλος Μενέλαος
[ἐρχόμενον προπάροιθ]εν ὁμίλ[ο]υ μακρὰ βιβών[τα],
[ὥς τε λέων ἐχάρη μεγά]λῳ ἐπὶ σώ[μα]τι κύρσας
[εὑρὼν ἢ ἔλαφον κεραὸν] ἢ ἄγρ[ι]ον [αἶγα]
25[πεινάων· μάλα γάρ τε κατ]ε̣[σθίει, εἴ περ ἂν α]ὐ̣τ̣ὸ̣[ν]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1. ˙ papyrus
^ 2. l. ὄρνιθες
^ 5. επʼ mss
^ 5. ροαων˙ papyrus
^ 6. corr. ex φερουσα
^ 6. . papyrus
^ 7. ˙ papyrus
^ 9. ˙ papyrus
^ 11. ˙ papyrus
^ 12. ϊησιν papyrus
^ 12. ˙ papyrus
^ 13. ὑπὸ ποσσὶ mss
^ 13. l. κονίσαλος
^ 13. ωρνυτʼ’ papyrus
^ 14. ˙ papyrus
^ 15. ϊοντεσ papyrus
^ 15. ˙ papyrus
^ 18. χαλκωι˙ papyrus
^ 20. ˙ papyrus
^ 21. αρηϊφιλοσ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.