Papyri.info

sign in

Trismegistos 60851 = LDAB 1979 = michigan.apis.2499



DCLP transcription: 60851 [xml]

ἵπποισιν κ[αὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν]
ἂψ ἀπονοσ[τήσειν](*) [προτὶ Ἴλιον ἠνεμόεσσαν·]
πρόσθεν [γ]ά[ρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν]
ἔγχεϊ Ἰδο[μενῆος ἀγαυοῦ Δευκαλίδαο.]
5εἴσατο γὰρ ν[ηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶ]
ἐκ πεδίου [νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφιν·]
[τ]ῆ ῥ’ ἵππους [τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν]
εὗρ’’ ἐπικεκ[λιμένας σανίδας καὶ μακρὸν ὀχῆα,]
ἀλλ’ ἀναπ[επταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρων]
10ἐκ πολέμο[υ φεύγοντα σαώσειαν μετὰ νῆας.]
[τ]ῇ ῥ’ ἰθὺς [φρονέων ἵππους ἔχε, τοὶ δ’ ἅμ’ ἕποντο]
ὀξέα κεκλή[γοντες· ἔφαντο γὰρ οὐκ ἔτ’ Ἀχαιοὺς]
σχήσεσθ’’, ἀλ[λ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι]
νήπιοι, ἐν δ[ὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους]
15υἷας ὑπερθ[ύμους Λαπιθάων αἰχμητάων,]
τὸν μὲν Πε[ιριθόου υἷα κρατερὸν Πολυποίτην,]
τὸν δὲ Λ[εοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.]
τὼ μὲν ἄρα [προπάροιθε πυλάων ὑψηλάων]
ἕστασαν ὡ[ς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,]
20αἵ τ’ ἄνεμ[ον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα]
ῥίζῃσιν μ[εγάλῃσι διηνεκέεσσ’ ἀραρυῖαι·]
ὣς ἄρα τὼ χε[ίρεσσι πεποιθότες ἠδὲ βίηφι]
[μ]ίμνον ἐπ[ερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.]
[οἳ] δ’’ ἰθὺς πρ[ὸς τεῖχος ἐΰδμητον βόας αὔας]
25[ὑ]ψόσ’ ἀνασχ[όμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ]
[Ἄ]σιον ἀμφ[ὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην]
[Ἀσ]ιάδην τ’ [Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.]
[οἳ δ’ ἤτοι] ἧ[ος](*) [μὲν ἐϋκνήμιδας Ἀχαιοὺς]
[ὤ]ρνυον ἔν[δον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·]
30αὐτὰρ ἐπεὶ δ[ὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν]
[Τ]ρῶας, ἀτ[ὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,]
[ἐκ] δὲ τὼ [ἀΐξαντε πυλάων πρόσθε μαχέσθην]
[ἀγρ]οτέ[ροισι σύεσσιν ἐοικότε, τώ τ’ ἐν ὄρεσσιν]

Apparatus


^ 2. corr. ex απενοσ[τησειν]
^ 8. ευρ’’ papyrus
^ 13. σχησεσθ’’ papyrus
^ 24. δ’’ papyrus
^ 28. εἵως mss

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 21.

    The iota in ῥίζῃσιν is marked with a macron in the papyrus.