Papyri.info

sign in

Trismegistos 60852 = LDAB 1980 = michigan.apis.3418



DCLP transcription: 60852 [xml]

καὶ τ[ὰ] μ[ὲν] αὐ[τὸς ἔπειτα φόρει μετὰ μῶλον ἄρηος.]
αὐτὰρ ἐ[π]εὶ Λυκ[όοργος ἐνὶ μεγάροισιν ἐγήρα,]
δῶκε δ’ [Ἐρ]ευθα[λίωνι φίλωι θεράποντι φορῆναι·]
τοῦ ὅ γε τεύχε’ ἔ[χων προκαλίζετο πάντας ἀρίστους.]
5οἳ δὲ μάλ’ ἐτρόμ[εον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη,]
ἀλ[λ’ ἐ]μὲ θυμ[ὸ]ς [ἀνῆκε πολυτλήμων πολεμίζειν]
θάρ[σ]εϊ ὧ(*)· γεν[ε]ῆ[ι δὲ νεώτατος ἔσκον ἁπάντων·]
καὶ μαχόμην [ο]ἱ [ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.]
τὸν δὴ μήκιστον [καὶ κάρτιστον κτάνον ἄνδρα·]
10πολλὸς γάρ τις ἔ[κειτο παρήορος ἔνθα καὶ ἔνθα.]
εἴθ’ ὣς ἡβώοιμι,˙ [βίη δέ μοι ἔμπεδος εἴη·]
τώ κε τάχ’ ἀντήσ[ειε μάχης κορυθαίολος Ἕκτωρ.]
ὑμέων δ’ οἵ περ [ἔασιν ἀριστῆες Παναχαιῶν]
οὐδ’ οἳ προφρον[έως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν.]
15ὣς νείκεσσ’’ ὃ γέρω[ν, οἳ δ’ ἐννέα πάντες ἀνέσταν.]
ὦρτο πολὺ πρῶ[τος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,]
τῶ δ’ ἐπὶ Τυδείδ[ης ὦρτο κρατερὸς Διομήδης,]
[τ]οῖσι δ’ ἐπ’ Αἴαντες, [θοῦριν ἐπιειμένοι ἀλκήν,]
[τ]οῖσι δ’ ἐπ(*)’ Ἰ(*)δομε[νεὺς καὶ ὀπάων Ἰδομενῆος]
20[Μηρι]όν[ης] ἀτ[άλαντος Ἐνυαλίωι ἀνδρειφόντηι,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 7. ὧι mss
^ 11. ˙ papyrus
^ 15. νεικεσσ’’ papyrus
^ 19. ἐπ’επ corr. ex επε
^ 19. ϊδομε[νευσ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 13.

    There is ink on the edge of the lacuna above the υ that may be a rough breathing mark.