Papyri.info

sign in

11-14 3 = Trismegistos 60869 = LDAB 1998 = columbia.apis.p366



DCLP transcription: 60869 [xml]

column i
-- -- -- -- -- -- -- -- -- --
1[τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλε]ύ̣ς·
[χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθ]αι
[καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧ]ς̣ γὰρ ἄμεινον·
[ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυο]ν̣ αὐτοῦ.
5[ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖ]αν,
[ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθη]σ̣ε̣
-- -- -- -- -- -- -- -- -- --
column ii
-- -- -- -- -- -- -- -- -- --
1[τῷ δʼ ἤδη δύ]ο̣ μ̣[ὲν γενεαὶ μερόπων ἀνθρώπων]
ἐ̣φθία̣θ̣ʼ, οἵ οἱ πρόσ[θεν ἅμα τράφεν ἠδʼ ἐγένοντο]
ἐ̣ν Πύλῳ ἠγαθέ[ῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·]
ὅ̣ σφιν ἐὺ φρονέ̣[ων ἀγορήσατο καὶ μετέειπεν·]
5ὦ πόποι ἦ μέγα̣ [πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·]
ἦ κεν γη̣θήσαι Π[ρίαμος Πριάμοιό τε παῖδες]
[ἄ]λλοι τε̣ Τρῶες [μέγα κεν κεχαροίατο θυμῷ]
[εἰ] σ̣φῶϊν τάδ̣ε [πάντα πυθοίατο μαρναμένοιϊν,]
οἳ̣ περ̣ὶ̣ μ̣ὲν β̣ουλ̣[ὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.]
10ἀ̣λ̣λὰ πί̣θ̣εσ̣θ̣ʼ· ἄμ̣[φω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·]
ἤδη γά̣[ρ] ποτʼ ἐγ[ὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν]
ἀνδράσ̣ι̣ν̣ ὡμ̣[ίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.]
οὐ γάρ πω̣ τ̣οίους ἴ̣δ̣[ον ἀνέρας οὐδὲ ἴδωμαι,]
ο̣ἷον Πε̣[ι]ρ̣ίθοόν [τε Δρύαντά τε ποιμένα λαῶν]
15Κα̣ινέα̣ τʼ Ἐξά[διόν τε καὶ ἀντίθεον Πολύφημον]
κ̣ά̣ρτ̣ι̣σ̣τ̣οι̣ δ̣ὴ̣ [κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·]
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 15.

    this line corresponds to line 264 of the poem, the papyrus omits line 265

  • 16.

    This line corresponds to line 266.

Images [open in new window]

Notice: Each library participating in APIS has its own policy concerning the use and reproduction of digital images included in APIS. Please contact the owning institution if you wish to use any image in APIS or to publish any material from APIS.