Papyri.info

sign in

P. Oslo 7 = Trismegistos 60877 = LDAB 2006 = oxford-ipap.apis.1646 = oslo.apis.124



DCLP transcription: 60877 [xml]

column i
[ἣ δ’ ἔτεκε τρία τέκνα δαΐιφρονι Βελλεροφ]ό̣ντ̣ῃ̣
[Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμεια]ν.˙
[Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύ]ς̣,˙
[ἣ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστ]ήν.˙
5[ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσι]ν,˙
[1 line missing]
7[ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλε]είνων,
[1 line missing]
9[μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλί]μοισι,
10[τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις] ἔκτα.
[Ἱππόλοχος δ’ ἔμ’ ἔτικτε, καὶ ἐκ τοῦ φημι γε]νέσθαι·
[πέμπε δέ μ’ ἐς Τροίην, καί μοι μάλα πόλλ’ ἐπ]έ̣τελλεν,
[3 lines missing]
16[ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι ε]ἶ̣ν̣α̣ι̣.
[ὣς φάτο· γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδ]η̣ς̣.˙
[ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβο]τε̣ίρη
[αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λα]ῶ̣ν̣·˙
20[ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαι]ό̣ς̣·
[Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφό]ν̣την
[2 lines missing]
24[Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαειν]ό̣ν,
25[Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπ]ελλο̣ν̣·
[καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ’ ἐ]μοῖσι.
[Τυδέα δ’ οὐ μέμνημαι, ἐπεί μ’ ἔτι τυτθὸν ἐό]ντα
[κάλλιφ’ ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαι]ῶ̣ν̣.˙
[τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσ]σ̣[ω]
[11 lines missing]
column ii
χρύσε̣α χαλκε̣ίων ἑκατόμβοι’ ἐ[ννεαβοίων].
Ἕκ̣τωρ δ’ ὡς Σκαιάς τε πύλας κ̣α̣[ὶ πύργον ἵκανεν],
ἀμφ’ ἄρα μιν Τ̣ρώων ἄλοχοι θ[εὸν ἠδὲ θύγατρες],
εἰρόμενοι παῖδάς τε κασιγνή[τους τε ἔτας τε]
5καὶ πόσιας·˙ ὃ δ’ ἔπειτα θεοῖς εὔ̣[χεσθαι ἀνώγει]
πά̣σ̣ας ἑξείης·˙ πολλῇσι δὲ κή[δε’ ἐφῆπτο].
ἀλ̣λ’ ὅτε δὴ Πριάμοιο δόμον περ̣[ικαλλέ’ ἵκανε]
ξεστῇς αἰθούσῃσι τετυγμέν[ον αὐτὰρ ἐν αὐτῷ]
πεντήκοντ’ ἔνεσαν θάλαμοι [ξεστοῖο λίθοιο],
10πλησίοι ἀλλήλων δεδμημέ[νοι· ἔνθα δὲ παῖδες]
κοιμῶντο Πριάμοιο παρὰ μν[ηστῇς ἀλόχοισιν]·
κουράων δ’ ἑτέ̣ρωθεν ἐ̣ν̣α̣ντίο[ι ἔνδοθεν αὐλῆς]
δώδεκ’(*)σαν τέγεοι θάλαμοι ξ̣[εστοῖο λίθοιο]
πλησίοι ἀλλήλων δεδμημέ[νοι· ἔνθα δὲ γαμβροί]
15κοιμῶντο Πριάμοιο παρὰ μν[ηστῇς ἀλόχοισιν]·
ἔνθά οἱ ἠπι̣όδωρος ἐναντί̣η ἤ̣[λυθε μήτηρ]
Λαοδίκην ἐσάγουσα θυγατρῶ̣[ν εἶδος ἀρίστην],
ἔν τ’ ἄ̣ρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔ(*)φατ’ [ἔκ τ’ ὀνόμαζεν]·
τ̣έκ̣νον, τίπτε λιπὼν πόλε[μον θρασὺν εἰλήλουθας];
20ἦ̣ μ̣[ά]λ̣α̣ δὴ τείρουσι̣ δυσώνυμο̣[ι υἷες Ἀχαιῶν]
μ[αρνά]μενοι περὶ ἄστυ,˙ σὲ δ’ ἐν̣[θάδε θυμὸς ἀνῆκεν]
ἐ̣λ[θόν]τ’ ἐξ ἄκρης πόλιος Διὶ(*) χ[εῖρας ἀνασχεῖν].
ἀλ̣[λὰ] μ̣έν’,˙ ὄφρα κέ τοι μελιηδ[έα οἶνον ἐνείκω],
ὡ[ς σπε]ί̣σης Διὶ(*) πατρὶ καὶ ἄλλ[οις ἀθανάτοισι]
25π[ρ]ῶ̣[τον], ἔ̣πειτα δὲ καὐτὸς ὀνή[σεαι, αἴ κε πίῃσθα].
ἀν̣[δρὶ δὲ] κ̣[ε]κμηῶτι μένος μ[έγα οἶνος ἀέξει],
ὡς τ̣ύ̣[ν]η̣ κ̣[έ]κμηκας ἀμύνω̣[ν σοῖσι ἔτῃσι].
τὴν δ’ ἀ̣πα̣μείβομενος προσέ[φη κορυθαιόλος Ἕκτωρ]·
μή μ̣ο̣ι̣ [ο]ἶν̣ον ἄειρε μελίφρον̣[α, πότνια μῆτερ],
30[μή μ’ ἀπογ]υ̣ιώσῃς μένεος ἀλ̣[κῆς τε λάθωμαι].
χερ̣[σὶ δ’] ἀ̣ν̣[ί]π̣ποισιν Διὶ(*) λείβειν α̣[ἴθοπα οἶνον]
ἅ̣ζομ̣ενα̣ι̣(*)· οὐδέ πή ἐστι πελα[ινεφέϊ Κρονίωνι]
[αἵματ]ι̣ κ̣αὶ λ̣ύ̣θ̣ρω πεπαλαγμ̣[ένον εὐχετάασθαι].
ἀ̣λλὰ σύ̣ τε(*) πρὸς νηὸν Ἀθηνα[ίης ἀγελείης]
35ἔρ̣χεο σὺ[ν] θ̣υέεσσιν, ἀολλίσσα[σα γεραιάς],
πέπ̣λον δ̣’ ὅ̣ς̣ τίς το̣ι̣ [χα]ρ̣ι̣έστατ[ος ἠδὲ μέγιστος]
ἔσ̣τιν ἐνὶ̣ [μ]ε̣γ̣ά̣ρ̣[ω, καί] τ̣ο̣ι πολὺ̣ [φίλτατος αὐτῇ],
τ̣[ὸν θὲς Ἀθηναίης ἐπ]ὶ̣ γ̣ο̣ύ̣νασ̣[ιν ἠϋκόμοιο],
καὶ ο̣ἱ̣ [ὑποσχέσθαι δυο]κ̣α̣ίδεκα [βοῦς ἐνὶ νηῷ]
40ἤνεις(*) [ἠκέστας ἱερευσέ]μ̣ε̣ν̣, α̣ἴ̣ κ̣’ [ἐλεήσῃ]
[ἄστύ τε καὶ Τρώων ἀλόχο]υ̣ς̣ [καὶ νήπια τέκνα],

Apparatus


^ i.2. ˙ papyrus
^ i.3. ˙ papyrus
^ i.4. ˙ papyrus
^ i.5. ˙ papyrus
^ i.17. ˙ papyrus
^ i.19. ˙ papyrus
^ i.28. ˙ papyrus
^ ii.5. ˙ papyrus
^ ii.6. ˙ papyrus
^ ii.13. έσαν papyrus
^ ii.18. έφατ’ papyrus
^ ii.21. ˙ papyrus
^ ii.22. διϊ papyrus
^ ii.23. ˙ papyrus
^ ii.24. διϊ papyrus
^ ii.31. διϊ papyrus
^ ii.32. l. ἅζομαι (corr)
^ ii.34. pap. : γε mss.
^ ii.40. pap. : ἤνις mss.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.