Papyri.info

sign in

95 = Trismegistos 60928 = LDAB 2058 = yale.apis.0005320000



DCLP transcription: 60928 [xml]

-- -- -- -- -- -- -- -- -- --
1[ἔσκ]ε δʼ ἐνὶ Τρώε[σσι Ποδῆς, υἱὸς Ἠετίωνος,]
ἀ[φ]νειός τʼ ἀγαθό[ς τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ]
δήμου, ἐπεί οἱ ἑτα[ῖρος ἔην φίλος εἰλαπιναστής·]
τόν ῥα κατὰ ζω[στῆρα βάλε ξανθὸς Μενέλαος]
5ἀΐ(*)ξαντα φόβον[δε, διάπρο δὲ χαλκὸν ἔλασσεν·]
δο[ύ]πησεν δὲ πεσ[ών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος]
νεκρὸν ὕπεκ Τρώ[ων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.]
Ἕκτορα δʼ ἐγγύθεν [ἱστάμενος ὤτρυνεν Ἀπόλλων]
Φαίν[ο]πι Ἀσιάδῃ ἐν[αλίγκιος, ὅς οἱ ἁπάντων]
10ξείνων φίλτατος ἔ[σκεν Ἀβυδόθι οἰκία ναίων·]
Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλ[λος Ἀχαιῶν ταρβήσειεν;]
οἷον δὴ Μενέλαον [ὑπέτρεσας, ὃς τὸ πάρος γε]
μαλθακὸς αἰχμη[τής; νῦν δʼ οἴχεται οἶος ἀείρας]
νεκρὸν ὕπεκ [Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον]
15[ἐσ]θλὸν ἐνὶ προ[μάχοισι, Ποδῆν υἱὸν Ἠετίωνος.]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 5. αϊξαντα papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.