Papyri.info

sign in

Trismegistos 60949 = LDAB 2079 = michigan.apis.1974



DCLP transcription: 60949 [xml]

r
[ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ] τετελ[εσμένον ἔσται·]
[καί ποτέ τοι τρὶς τόσσα] παρέ[σσεται ἀγλαὰ δῶρα]
[ὕβρι]ο[ς εἵνεκα τῆσδ]ε· σὺ δʼ’ ἴ[σχεο, πείθεο δʼ ἡμῖν.]
τὴ[ν δʼ ἀπαμει]βόμενος προσ[έφη πόδας ὠκὺς Ἀχιλλεύς·]
5χρὴ μὲ[ν σφ]ωΐ(*)τερόν γε, θ[εὰ, ἔπος εἰρύσσασθαι,]
[κα]ὶ μ[άλα π]ε[ρ] θυμῷ κεχολ[ωμένον· ὧς γὰρ ἄμεινον.]
[ὅ]ς κε θε[ο]ῖς ἐπ[ι]πείθηται μ[άλα τʼ ἔκλυον αὐτοῦ.]
[ἦ,] καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σ[χέθε χεῖρα βαρεῖαν,]
[ἂ]ψ δʼ’ ἐς κ[ο]υλεὸν ὦσε μέγα ξ[ίφος, οὐδʼ ἀπίθησε]
10μύθῳ Ἀθηναίης· ἣ δʼ’ Οὔλυ[μπόνδε βεβήκει]
[δ]ώμ[ατʼ] ἐς αἰγιόχοιο Διὸς με[τὰ δαίμονας ἄλλους.]
Πηλεΐδης δʼ’ ἐξαῦτις ἀταρτ[ηροῖς ἐπέεσσιν]
[Ἀ]τρεΐδην προσέειπε, καὶ [οὔ πω λῆγε χόλοιο·]
[ο]ἰνοβαρές, κυνὸς ὄμματʼ [ἔχων, κραδίην δʼ ἐλάφοιο,]
15[ο]ὔτέ ποτʼ’ ἐς πόλεμον ἅμ[α λαῶι θωρηχθῆναι]
[οὔ]τε λόχονδʼ’ ἰέναι σὺν ἀ[ριστήεσσιν Ἀχαιῶν]
τέτληκας θυμῷ· τὸ δέ τοι κ[ὴρ εἴδεται εἶναι.]
ἦ πολὺ λώϊ(*)όν ἐστι κατὰ σ[τρατὸν εὐρὺν Ἀχαιῶν]
δῶρʼ’ ἀποαιρεῖσθαι, ὅς τι[ς σέθεν ἀντίον εἴπηι·]
20[δ]ημοβόρος βασιλεὺς, ἐ[πεὶ οὐτιδανοῖσιν ἀνάσσεις·]
ἦ γὰρ ἂν, Ἀτρεΐδη, νῦν ὕ(*)στα[τα] λω[βήσαιο.]
ἀλλʼ’ ἔκ τοι ἐρέω, καὶ ἐπὶ μ[έγ]αν ὅρκ[ον ὀμοῦμαι·]
ναὶ μὰ τόδε σκ[ῆπ]τρον· τὸ [μ]ὲν οὔ π[οτε φύλλα καὶ ὄζους]
[φ]ύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν [ὄρεσσι λέλοιπεν,]
25[ο]ὐδʼ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χα[λκὸς](*) [ἔλεψεν]
φύλλά τε καὶ φλοιόν·˙ νῦν αὖτέ μ[ιν υἷες Ἀχαιῶν]
[ἐ]ν παλάμηις φορέουσι δικασπ[όλοι, οἵ τε θέμιστας]
πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας [ἔσσεται ὅρκος·]
ἦ ποτʼ’ Ἀχιλλῆος ποθὴ ἵ(*)ξεται υ(*)ἷας Ἀ[χαιῶν]
v
[σύμπαντας· τότε δʼ οὔ τι δυ]νή[σεαι ἀχνύμενός] πε[ρ]
[χραισμεῖν, εὖτʼ ἂν πολλοὶ] ὑφʼ [Ἕκτορος ἀνδ]ροφ[ό]νοι[ο]
[θνήισκοντες πίπτωσι·] σὺ δʼ [ἔνδοθι θυμ]ὸν ἀμύξ[εις]
[χωόμενος, ὅ τʼ ἄριστον] Ἀχαι[ῶ]ν [οὐδὲν ετ]εισας(*).
5[ὣς φάτο Πηλεΐδης, πο]τὶ δὲ [σκ]ῆπ[τρον] βάλε γαίῃ
[χρυσείοις ἥλοισι πε]παρ[μ]ένον, ἕζετο δʼ’ αὐτός·
[Ἀτρεΐδης δʼ ἑτέρωθεν] ἐμήνιε. τοῖ[σ]ι δὲ Νέστωρ
[ἡδυεπὴς ἀνόρουσε, λι]γὺς Πυλίων ἀγορητής,
[τοῦ καὶ ἀπὸ γλώσσης μ]έλι[τος γ]λ[υκ]ίων ῥέεν αὐδ[ή.]
10[τῶι δʼ ἤδη δύο μὲν γενε]αὶ μ[ε]ρόπων ἀνθρώπω[ν]
[ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅ]μα [τ]ράφεν ἠδʼ’ ἐγένοντο
[ἐν Πύλωι ἠγαθέηι, μετὰ δ]ὲ τριτάτοισιν ἄνασσεν·
[ὅ σφιν ἔϋ φρονέων ἀγορ]ήσατο καὶ μετέειπεν·
[ὦ πόποι, ἦ μέγα πένθο]ς Ἀχαιΐ(*)δα γαῖαν ἱ(*)κάνει.
15[ἦ κεν γηθήσαι Πρίαμος] Πρι[ά]μοιό τε παῖδες,˙
[ἄλλοι τε Τρῶες μέγα κεν] κεχαροία[τ]ο θυμῷ,
[εἰ σφῶϊν τάδε πάντα πυθοία]το μαρναμένοιι(*)ν,
[οἳ περὶ μὲν βουλὴν Δαναῶν, π]ερὶ δʼ’ [ἐστ]ὲ μάχεσθαι.
[ἀλλὰ πίθεσθʼ· ἄμ]φω δὲ νεω[τέρω] ἐστὸν ἐμεῖ(*)ο.
20[ἤδη γάρ ποτʼ ἐγὼ] καὶ ἀρείο[σιν ἠ]έ περ ὑμῖν
[ἀνδράσιν ὡμίλ]ησα, καὶ [οὔ] πο[τέ] μʼ’ [ο]ἵ γʼ’ ἀθέριζον.
[οὐ γάρ πω τοίους ἴ(*)]δον [ἀ]νέρ[α]ς οὐδὲ ἴ(*)δωμαι,
[οἷον Πειρίθοόν] τε Τ̣ρύ[αν]τά(*) τε ποιμένα λαῶν˙
[Καινέα τʼ Ἐξάδιόν] τε καὶ ἀντίθεον Πολύφημον.
25[κάρτιστοι δὴ κεῖν]οι ἐπιχθονίων τράφεν ἀνδρῶ[ν·]
[κάρτιστοι μὲν ἔσα]ν καὶ καρτίστοις ἐμάχοντο,

Apparatus


^ r.3. δʼ’ papyrus
^ r.5. σφ]ωϊτερον papyrus
^ r.9. δʼ’ papyrus
^ r.10. δʼ’ papyrus
^ r.12. δʼ’ papyrus
^ r.15. ποτʼ’ papyrus
^ r.16. λοχονδʼ’ papyrus
^ r.18. λωϊον papyrus
^ r.19. δωρʼ’ papyrus
^ r.21. ϋστα[τα] papyrus
^ r.22. αλλʼ’ papyrus
^ r.25. [ο]υδʼ’ papyrus
^ r.25. corr. ex κα[λκοσ]
^ r.26. ˙ papyrus
^ r.29. ποτʼ’ papyrus
^ r.29. ϊξεται papyrus
^ r.29. ϋιασ papyrus
^ v.4. ἔτισας mss
^ v.6. δʼ’ papyrus
^ v.11. ηδʼ’ papyrus
^ v.14. αχαιϊδα papyrus
^ v.14. ϊκανει papyrus
^ v.15. ˙ papyrus
^ v.17. μαρναμενοιϊν papyrus
^ v.18. δʼ’ papyrus
^ v.19. εμεῖο papyrus
^ v.21. μʼ’ papyrus
^ v.21. γʼ’ papyrus
^ v.22. ϊδωμαι papyrus
^ v.23. l. Δρύ[αν]τά
^ v.23. λαων˙ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 22.

    The right dot of the trema is extant.

  • 24.

    Line 265 is omitted by the scribe, similar to many codd. The following line is 266