Papyri.info

sign in

2747 = Trismegistos 61080 = LDAB 2217



DCLP transcription: 61080 [xml]

r
[Ἰλιάδος] β
[Ἄλλοι μέν ῥα θεοί] τε καὶ ἀνέρες ἱπποκορυσταὶ̣
[εὗδον παννύχιοι, Δ]ία δ’ οὐκ ἔχε νήδυμος ὕπνος,
[ἀλλ’ ὅ γε μερμήριζε] κατὰ φρένα ὡς Ἀχιλῆ̣α̣
5[τιμήσῃ, ὀλέσῃ δὲ π]ολέας ἐπὶ νηυσὶν Ἀχαι̣ῶν
[ἥδε δέ οἱ κατὰ θυμὸ]ν ἀρίστη φαίνετο βουλή,
[πέμψαι ἐπ’ Ἀτρεΐδῃν] Ἀ̣γ̣α̣μέμν<ον>α οὖλον ὄνειρον·
[καί μιν φωνήσας ἔπ]εα πτερόεντα προσηύδα·
[βάσκ’ ἴθι, οὖλε ὄνειρε] θ̣οὰς ἐπὶ νῆας Ἀχαιῶν·
10[ἐλ]θὼν [ἐς κλισίην Ἀγ]αμέμνονος Ἀτρεΐδαο
[π]άντα μά[λ’ ἀτρεκέως ἀ]γορευέμεν ὡς ἐπιτέλλω.
θωρῆξαί [ἑ κέλευε κάρ]η̣ κ̣ομόωντας Ἀχαιούς
πανσσυδίῃ· [νῦν γάρ κε]ν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων: ο̣[ὐ γὰρ ἔτ’ ἀμφὶς] Ὀ̣λύμπια δώματ’ ἔχοντε[ς]
15ἀθάνατ[οι φράζονται,] ἐπέγναμψεν γὰρ ἅπαντα[ς]
Ἥρη λισσομ[ένη, Τρώ]εσσι δὲ κήδε’ ἐφῆπτα̣ι̣.
ὣς φάτο, βῆ [δ’ ἄρ’ ὄ]νειρος ἐπεὶ τὸν μῦθον ἄκουσε<ν>.
καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
βῆ̣ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
20εὕδοντ’\α/ ἐν κλισίηι, περὶ δ’ ἀμβρόσιος κέχυ[θ’ ὕ]π̣ν̣ο̣ς̣.
στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐ(*)ῳ υ(*)ἷͅ(*) ἐ̣ο̣ι̣[κώς]
Νέστορι, τόν ῥα μάλιστα γερόντω̣[ν τῖ’ Ἀγαμέμνων·]
τῶι μιν ἐεισάμενος προσεφώνε[ε θεῖος ὄνειρος·]
‘εὕ[δε]ις, Ἀτρέος υ(*)ἱὲ δαΐφ̣ρονος ἱππ̣[οδάμοιο·]
25ọὐ̣ χ̣ρ̣ὴ̣ παννύχιον ε̣[ὕ]δειν βουληφ̣[όρον ἄνδρα]
[ᾧ λαοί τ’ ἐ]πιτετρά[φ]αται καὶ τό[σσα μέμηλεν.]
[νῦν δ’ ἐμ]έθεν ξύν[ες] ὦκα· Διὸς δέ τοι [ἄγγελός εἰμι,]
[ὃς σεῦ ἄν]ευθεν ἐὼν μέγα κήδ[εται ἠδ’ ἐλεαίρει.]
[θωρῆξαί σ]ε κ̣έλευσε κάρη κομόωντ̣α̣ς̣ Ἀ̣χ̣[αιούς]
30[πασσυδίῃ· νῦν] γάρ κεν ἕλοις πόλιν εὐρυάγυι[α]ν̣
[Τρώων: οὐ γὰ]ρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
[ἀθάνατοι φ]ρ̣ά̣ζονται, ἐπέγναμψεν γὰρ ἅπαντας
[Ἥρη λισσο]μ̣ένη, Τρώεσσι̣ δὲ̣ κήδε’ ἐ̣φῆπται
[ἐκ Διός. ἀλ]λ̣ὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
35[αἱρείτ]ω̣ εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήηι̣.
ὣ̣ς̣ ἄρ̣[α] φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ
[τὰ] φρ̣[ο]νέοντ’(*) ἀνὰ θυμόν, ἅ ῥ’ οὐ τελέεσθαι ἔμελλεν·
φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
ν̣ή̣πιος, οὐδὲ τὰ ᾔδη, ἅ ῥα Ζεὺς μήδετο ἔργα·
v
40θ̣ή̣σειν γὰρ ἔτ’ ἔμελλ̣εν ἐπ’ [ἄλγεά τε στοναχάς τε]
Τ̣ρ̣ωσί τε καὶ Δαναοῖσι διὰ [κρατερὰς ὑσμίνα]ς̣.
ἔ̣γ̣ρ̣ε̣τ̣ο̣ δ’ ἐξ ὕπνου, θείη δέ μ[ιν ἀμφέχυτ’ ὀμφή·]
ἕ̣ζ̣ε̣τ̣ο̣ δ’ ὀρθωθείς, μαλακὸ[ν δ’ ἔνδυνε χιτῶνα,]
κ̣α̣λ̣ὸ̣ν̣ ν̣η̣γ̣άτεον, περὶ δὲ μ[έγα βάλλετο φᾶρος,]
45π̣ο̣σ̣σ̣ὶ̣ δ̣’ ὑ̣πὸ λιπαροῖσιν ἐδ[ήσατο καλὰ πέδιλα,]
ἀ̣μ̣φ̣ὶ̣ δ̣’ ἄ̣ρ̣’ ὤ̣μοισιν βάλετο [ξίφος ἀργυρόηλον:]
ε̣ἵ̣λ̣ε̣τ̣ο̣ δὲ σκῆπτρον πατ̣ρ̣[ώϊον, ἄφθιτον αἰεὶ]
σ̣υ̣ν̣ τ̣ῷ̣ ἔ̣β̣η κατὰ νῆας Ἀ̣[χαιῶν χαλκοχιτώνων.]
Ἠ̣ὼ̣ς̣ μ̣έ̣ν̣ ῥ̣α θεὰ προσεβή̣σ[ετο μακρὸν Ὄλυμπ]ον
50[Ζ]η̣νὶ φ̣ό̣ως ἐρέουσα καὶ ἄ[λλοις κέλευσε]
[α]ὐ̣τ̣ὰ̣ρ̣ ὃ̣ κηρύκεσσι λιγυφ[θόγγοισι κέλευσε]
κ̣η̣ρύσσειν ἀγορήνδε κάρ[η κομόωντας] Ἀχαιούς.
ο̣ἳ μὲν ἐκήρυ̣σσον, τοὶ δ’ ἠγ[είροντο μάλ’ ὦ]κ̣α.
[β]ουλὴ δὲ πρῶτον μεγαθύμ[ων ἷζε γερόντ]ω̣ν
55[Ν]ε̣στορεήι παρὰ νη(*) Πυλοι[γενέος βασιλῆο]ς̣.
[τ]οὺς ὅ γε συγκαλ̣έσας πυκ̣ινὴν ἠ[ρτύνετ]ο̣ βο̣υλήν·
Κλ̣ῦ̣τ̣ε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνε̣ι̣ρ̣ο̣ς̣
ἀμβρο[σ]ίην διὰ νύκτα· μάλιστα δὲ Νέ[στορι δίῳ]
[εἶδός τε μ]έγεθός τε φυήν τ’ ἄ̣γχ̣ιστα ἐῴκει.
60[στῆ δ’ ἄρ’ ὑπ]ὲρ κεφαλῆς καί μιν(*) πρὸς μῦθον [ἔε]ι̣π̣ε̣ν̣·
[Εὕδεις, Ἀτρέος υ]ἱ̣ὲ δαΐφρον[ο]ς̣ ἱπποδάμοι̣ο̣·
[οὐ χρὴ παννύχ]ιον εὕδειν [β]ουληφόρον ἄ̣ν̣δ̣ρ̣α̣,
[ᾧ λαοί τ’ ἐπιτετ]ράφαται καὶ τόσσα μέμηλε̣<ν>.
[νῦν δ’ ἐμέθεν] ξύνες ὦκα· Διὸς δέ τοι [ἄγγελός εἰμι,]
65[ὃς σεῦ ἄνευθεν ἐὼ]ν μέγα κή̣δ̣[ετ]αι ἠδ’ ἐλε̣α̣[ίρει.]
[θωρῆξαί σε κέλ]ευσε κάρη κ̣ομ̣ό̣ω̣ντας Ἀχα[ιούς]
[πασσυδίῃ· νῦν γ]άρ κεν ἕλο̣ι̣ς̣ π̣ό̣λιν εὐρυάγυ[ιαν]
[Τρώων· οὐ γὰρ] ἔτ’ ἀμφὶς Ὀλ̣ύ̣μπια δώματ’ [ἔχοντες]
ἀθ[ά]ν̣[α]τ̣[ο]ι̣ φ̣ράζονται: ἐπέγν̣αμψεν γὰρ ἅ[παντας]
70Ἥρ̣η̣ λ̣ι̣σ̣σ̣ο̣μ̣έ̣ν̣η̣, Τρώεσσι δὲ κήδε’ ἐ[φῆπται]
ἐ̣κ̣ Δ̣ι̣ό̣ς̣· ἀ̣λ̣λ̣ὰ̣ σ̣ὺ̣ σ̣ῇσ̣ι̣ν̣ ἔχε φρεσίν. ὣς [ὃ μὲν εἰπὼν]
ᾤ̣χ̣ε̣τ̣’ ἀ̣π̣ο̣π̣τάμενος, ἐμὲ δὲ γλυκὺς ὕπν[ος ἀνῆκεν.]
ἀ̣λ̣λ̣’ ἄ̣γ̣ε̣τ̣’ αἴ κέμ(*) πως θωρήξομεν υἷας Ἀχα[ιῶν.]
π̣ρ̣ῶ̣τ̣α̣ δ̣’ ἐ̣γὼν ἔπεσιν πειρήσομαι, ἣ θέμι[ς ἐστί,]
75κ̣α̣ὶ̣ φ̣ε̣ύ̣γ̣ε̣ιν ἐν(*) νηυσὶ πο̣λ̣υ̣κλήϊ̣σ̣ι̣ κελεύσω·
ὑ̣μ̣ε̣ῖ̣ς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἤτ̣ο̣ι̣ ὅ̣ γ̣’ ὣ̣ς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστη
Ν̣έ̣σ̣τ̣ω̣ρ̣, ὅ̣ς̣ ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
ὅ̣ σ̣φ̣ι̣ν̣ ἔ̣ϋ φρονέων ἀγορήσατο καὶ μετέειπε̣ν·

Apparatus


^ r.21. νηληϊω papyrus
^ r.21. υἷι mss. : ϋιͅ papyrus
^ r.24. ϋιε papyrus
^ r.37. corr. ex φρονεωντ
^ v.55. νηϊ papyrus
^ v.60. με mss.
^ v.73. l. κεν
^ v.75. σὺν mss.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 55.

    The scribe has marked the quantity of eta using an overstroke.