Papyri.info

sign in

31 = Trismegistos 61101 = LDAB 2238



DCLP transcription: 61101 [xml]

r
-- -- -- -- -- -- -- -- -- --
1τὸ̣[ν δ’ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ˙]
Ἀ̣τ̣[ρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον]
[1 line missing]
4ἐ̣κ̣τ̣ε̣[λέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω]
5κ̣ήδε[σι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς]
ἐκ χόλ̣[ου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.]
σοὶ δὲ μ[άλ’ ἕψομ’ ἐγώ· ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους]
ἠμὲν [Τυδεΐδην δουρὶ κλυτὸν ἠδ’ Ὀδυσῆα]
ἠδ’ Αἴ̣α̣[ντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.]
10ἀλλ’ εἴ τι[ς καὶ τούσδε μετοιχόμενος καλέσειεν]
ἀντίθεό[ν τ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·]
τῶν γὰρ νῆε̣[ς ἔασιν ἑκαστάτω, οὐδὲ μάλ’ ἐγγύς.]
ἀλλὰ φίλον πε[ρ ἐόντα καὶ αἰδοῖον Μενέλαον]
ν̣εικ̣έ̣σω ((high-punctus)) εἴ π̣[έρ μοι νεμεσήσεαι, οὐδ’ ἐπικεύσω]
15(*)ς εὕδει, σοὶ̣ [δ’ οἴῳ ἐπέτρεψεν πονέεσθαι.]
νῦν ὄ̣φελεν κ̣[ατὰ πάντας ἀριστῆας πονέεσθαι]
λισσόμενος· χ[ρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός.]
τὸν δ’ αὖτε προ[σέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·]
ὦ γέρον̣ ἄλλο[τε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·]
20πολλά[κι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι]
οὔτ’ ὄκ[νῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο,]
ἀλλ’ ἐμέ [τ’ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.]
νῦν δ’ ἐ̣[μέο πρότερος μάλ’ ἐπέγρετο καί μοι ἐπέστη·]
τὸν μὲ̣[ν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.]
25ἀ̣λ̣λ̣’ ἴ̣ο̣μ̣[εν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων]
-- -- -- -- -- -- -- -- -- --
v
-- -- -- -- -- -- -- -- -- --
26[Ἀργείων, ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγ]ῃ̣.
[2 lines missing]
29[ἀμφὶ δ’ ἄρα χλαῖναν περονήσατο φοιν]ι̣κόε̣σ̣σ̣αν
30[διπλῆν ἐκταδίην, οὔλη δ’ ἐπενήνοθ]ε λάχνη.
[εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον] ὀξέϊ(*) χαλκῷ,
[βῆ δ’ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλ]κ̣οχιτώνων.
[πρῶτον ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτ]άλα̣ν̣[το]ν
[ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα] Ν̣έ̣σ̣τωρ̣
35[φθεγξάμενος· τὸν δ’ αἶψα περὶ φρέν]ας ἤλυθ’ ἰωή(*),
[ἐκ δ’ ἦλθε κλισίης καί σφεας πρὸς μῦ]θον ἔειπεν·
[τίφθ’ οὕτω κατὰ νῆας ἀνὰ στ]ρατὸν οἶοι ἀλᾶσθε
[νύκτα δι’ ἀμβροσίην, ὅ τι δὴ χ]ρειὼ τόσον ἵ(*)(*)κει; ((high-punctus))
[τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερ]ήνιος ἱ(*)ππ[ό]τ̣α Νέ̣[σ]τωρ·
40[διογενὲς Λαερτιάδη πολυμ]ή̣χαν’ Ὀδυσσεῦ
[μὴ νεμέσα· τοῖον γὰρ ἄχος] βεβίηκεν Ἀχαιού[ς.]
[ἀλλ᾽ ἕπε’, ὄφρα καὶ ἄλλον ἐγεί]ρομεν ὅν̣ τ’ ἐπέοικ̣ε
[βουλὰς βουλεύειν, ἢ φευγέμ]εν ἠὲ μάχεσθαι.
[ὣς φάθ’, ὃ δὲ κλισίην δὲ κιὼν πο]λύμη[τι]ς Ὀδυσσεὺς
45[ποικίλον ἀμφ’ ὤμοισι σάκος θ]έ̣το, βῆ̣ [δ]ὲ̣ μ̣ε̣τ’ αὐτούς.
[βὰν δ’ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δ’ ἐ]κίχανον
[ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφ]ὶ δ’ ἑταῖροι
[εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας· ἔγ]χεα δέ σφιν
[ὄρθ’ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χ]αλκὸς̣
50[λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτ]ὰ̣ρ ὅ̣ γ̣’ ἥ̣ρ̣ω̣ς̣
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ r.9. ἠδ’ papyrus
^ r.10. ἀλλ’ papyrus
^ r.15. ὼσ papyrus
^ r.18. δ’ papyrus
^ r.21. οὔτ’ papyrus
^ r.22. ἀλλ’ papyrus
^ r.23. δ’ papyrus
^ r.25. ’ papyrus
^ v.31. οξεϊ papyrus
^ v.35. ἤλυθ’ papyrus
^ v.35. ιωή, papyrus
^ v.38. ϊκει; ((high-punctus)) papyrus
^ v.39. ϊππ[ο]τ̣α papyrus
^ v.40. ’ papyrus
^ v.42. τ’ papyrus
^ v.45. μ̣ε̣τ’ papyrus
^ v.57. δ’ papyrus
^ v.50. γ̣’ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.