Papyri.info

sign in

97 = Trismegistos 61162 = LDAB 2301 = yale.apis.0016234200



DCLP transcription: 61162 [xml]

πὰρ δʼ’ ἄρα οἱ φ[ᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,]
δῶκαν δὲ χ[ρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,]
ἤνωγον δʼ’ ἄ[ρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.]
δή ῥα τότʼ ἀ[μφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·]
5ἀμφίπολοι, [στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς]
ἅλμην ὤμ[οιϊν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ]
χρείσομαι(*)· [ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.]
ἄντην [δʼ] οὐκ [ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ]
γυμνο[ῦσ]θ[αι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.]
10ὣ\ς/ ἔφαθʼ, [αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.]
αὐτὰρ ὁ [ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεύς]
ἅλμην, [ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,]
ἐκ κεφ[αλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.]
αὐτὰρ ἐπ[εὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,]
15ἀμφὶ δὲ [εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,]
τὸν μὲν [Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα]
μείζον[ά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος]
οὔλας ἧ[κε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.]
ὡς δʼ ὅτ[ε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ]
20[ἴ]δρις, ὃ[ν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη]
τέχν[ην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,]
ὣς ἄρα [τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.]
ἕζετʼ’ ἔ[πειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,]
κά(*)λεϊ(*) [καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.]
25δή ῥα τ[ότʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα·]
κλῦτέ(*) [μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.]
οὐ πάν[των ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1. δʼ’ papyrus
^ 3. δʼ’ papyrus
^ 7. l. χρίσομαι
^ 23. εζετʼ’ papyrus
^ 24. l. κάλλεϊ : κάλει papyrus
^ 26. κλυτέ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.