Papyri.info

sign in

Trismegistos 61176 = LDAB 2315 = michigan.apis.2631



DCLP transcription: 61176 [xml]

[Θε]ρσῖτα ἀκριτόμυθε, [λιγύς περ ἐὼν ἀγορητής,]
[ἴσχεο,] μηδ’ ἔθελ’ οἶο[ς ἐριζέμεναι βασιλεῦσιν·]
[οὐ γ]ὰρ ἐγὼ σέο φ[ημὶ χερειότερον βροτὸν ἄλλον]
[ἔμ]μεναι, ὅσσοι(*) ἅ[μ’ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.]
5τὼ οὐκ ἂν βασι[λῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις,]
[καί σφιν ὀνεί]δεά [τε προφέροις, νόστόν τε φυλάσσοις.]
[οὐδέ τί πω] σάφα ἴσμ[εν](*) [ὅπως ἔσται τάδε ἔργα,]
[ἢ εὖ ἦε κακ]ῶς νοστήσομ[εν υἷες Ἀχαιῶν.]
[τὼ νῦν Ἀτρ]ε̣ΐδηι Ἀγαμέμ[νονι ποιμένι λαῶν]
10[ἧσαι ὀνειδί]ζων, ὅτι οἱ μά[λα πολλὰ διδοῦσιν]
[ἥρωες Δαν]αοί· σὺ δὲ κερτ[ομέων ἀγορεύεις.]
[ἀλλ’ ἔκ τοι ἐρ]έω⟦ι⟧, τὸ δὲ καὶ τετελεσμέν[ον ἔσται·]
[εἴ κ’ ἔτι σ’ ἀφρ]αίνο[ντα κιχήσομαι ὥς νύ περ ὧδε,]
15[μηκέτ’ ἔπει]τ’ Ὀδ[υσῆϊ κάρη ὤμοισιν ἐπείη,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 4. corr. ex οτσοι
^ 7. l. ἴδμ[εν]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 13.

    Deletion by raised dot