Papyri.info

sign in

Trismegistos 61191 = LDAB 2331 = yale.apis.0005184100



DCLP transcription: 61191 [xml]

[κυάνεαι πίτναντο, κ]άρη⟦ι⟧ δʼ ἅπ[αν ἐν κονίηισιν]
[κεῖτο πάρος χαρίεν· τότ]ε̣ δὲ Ζεὺς δ̣[υσμενέεσσιν]
[δῶκεν ἀεικίσσασθαι] ἑῆι ἐν πατ[ρίδι γαίηι.]
[ὣς τοῦ μὲν κεκόνιτο κ]άρη ἅπαν· ἣ̣ [δέ νυ μήτηρ]
5[τίλλε κόμην, ἀπὸ δὲ λι]παρὴν̣ ἔ̣ρ̣ρ̣[ιψε καλύπτρην]
[τηλόσε, κώκυσεν δὲ μά]λ̣α μέγα παῖδ̣ʼ [ἐσιδοῦσα·]
[ὤιμωξεν δʼ ἐλεεινὰ πατὴ]ρ φίλ̣ο̣[ς], ἀμ̣φ̣[ὶ δὲ λαοί]
[κωκυτῶι τʼ εἴχοντο καὶ οἰ]μωγη<ι> κατὰ [ἄστυ.]
[τῶι δὲ μάλιστʼ ἄρʼ ἔην ἐ]ναλίγκιον [ὡς εἰ ἅπασα]
10[Ἴλιος ὀφρυόεσσα πυρὶ] σ̣μ⟦η̣⟧ύχοιτο [κατʼ ἄκρης.]
[λαοὶ μέν ῥ]α̣ [γέρον]τ̣α̣ [μόγι]ς ἔχον ἀ̣[σχαλόωντα]
[ἐξελθεῖ]ν̣ μεμαῶτα π[υ]λάων Δαρ̣[δανιάων.]
[πάντας δʼ] ἐλιτάνευε κυ̣λ[ι]νδόμ[ενος κατὰ κόπρον,]
[ἐξ ονομα]κλήδην ὀνομάζων ἄν[δρα ἕκαστον·]
15[σχέσθε φί]λοι, καί μʼ οἶον ἐάσατε κ[ηδόμενοί περ]
[ἐξελθό]ν̣τα πόληος ἱκέσθʼ ἐπὶ νῆ̣[ας Ἀχαιῶν.]
[λίσσωμʼ] ἀ̣νέρα τοῦτον ἀτάσθαλο̣[ν ὀβριμοεργόν,]
[ἤν πως] ἡλικίην αἰδέσσεται ἠδʼ ἐ̣[λεήσηι]
[γῆρας· κ]αὶ δέ νυ τῶι γε πατὴρ τ[οιόσδε τέτυκται]
20[Πηλεύς,] ὅς μιν ἔτικτε καὶ ἔτρεφ[ε πῆμα γενέσθαι]
[Τρωσί·] μάλιστα δʼ ἐμοὶ περὶ πάν̣[των ἄλγεʼ ἔθηκε.]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.