Papyri.info

sign in

Trismegistos 61293 = LDAB 2435



DCLP transcription: 61293 [xml]

folio 1

r
1,msupΙΑ
[συν]έ̣φαγεν αὐτοῖς καὶ συνέπειεν ὡς σαρκι̣κ̣[ῶς,]
καὶ πνευματικῶς ἡνωμένος τῷ π(ατ)ρί. Ταῦτ[α]
δὲ παραινῶ ὑ(*)μῖν, ἀγαπητοί, εἰδὼ̣ς̣ ὅ̣τ̣ι̣ κ[αὶ] ὑ(*)μεῖ̣ς̣
οὕτως ἔχετε. προφ̣υ̣λ̣ά̣σ̣σ̣ω δὲ ὑ̣(*)μ̣ᾶς ἀ[π]ὸ τῶν
5[θη]ρ̣ίων τῶν ἀνθρωπ̣ο̣μόρφων, οὓς οὐ μόνον
δ[εῖ ὑμ]ᾶς μὴ παραδέχεσθαι, ἀλλ' εἰ δυνατόν ἐστιν
μηδὲ συναντᾶν· μόνον προσεύχεσθε ὑ(*)πὲρ
αὐτῶν, ἐάν πως μετανοήσωσιν· ὅπερ ἐστιν
δύσκολον· τούτου δὲ ἔχει ἐξουσίαν Ἰ(ησοῦ)ς Χ(ριστό)ς, τὸ
10ἀληθινὸν̣ ἡ̣μ̣ῶν ζῆν· εἰ γὰρ τῷ δοκεῖν ταῦτα
ἐπράχθη ὑ(*)πὸ τοῦ κ(υρίο)υ ἡμῶν, κἀγὼ τῷ δοκεῖν
δέδεμαι· τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα
τῶι θανάτωι πρὸς πῦρ· πρὸς μάχαιραν· πρὸς
θηρία· ἀλλ' ἐγγὺς μαχαίρης· ἐγγὺς θ(εο)ῦ· μεταξὺ
15θηρίων[·] μεταξὺ θ(εο)ῦ· μόνον ἐν τῶι ὀνόματι
Ἰ(ησο)ῦ Χ(ριστο)ῦ· εἰς τὸ συμπαθεῖν αὐτῶ[ι (?)] πάντα ὑ(*)πομένω,
αὐτοῦ μ[ε] ἐνδυναμοῦντος τ̣[ο]ῦ̣ τελείου ἀνθρώ-
που· ο(*)ἵτ[ιν]ες ἀγνοοῦντες ἀρνοῦνται· μᾶλλον
δὲ ἠρνήθ̣η̣σαν ὑ(*)π' αὐτοῦ ὄντες συνήγοροι μᾶλ-
20λον τοῦ θανάτ[ου] ἢ τῆς ἀληθείας· οὓ(*)ς οὐκ ἔπει-
[σαν αἱ προφητεῖαι ο]ὐδέ ὁ νόμος Μωυ(*)σέως·
ἀλλ' οὐδὲ μέχρι ν[ῦν] τὸ εὐαγγέλιο[ν], οὐδὲ τὰ
ἡμέτερα τῶν κατ' ἄ̣[ν]δ̣ρα παθήματα. καὶ γὰ[ρ]
[περὶ ἡμ]ῶν τὸ α̣ὐ̣τ̣ὸ̣ φ̣ρ̣[ο]νοῦσιν· τί γάρ με ὠφελεῖ
25τ[ι]ς̣· εἰ ἐμὲ [ἐπαινεῖ, τὸν δὲ κ(ύριό)ν] μου βλασφημεῖ μ[ὴ]
ὁμολογῶν αὐτὸν σαρκο[φόρ]ο̣ν· ὁ δὲ τοῦτο λέγ[ων]
τελείως αὐτὸ[ν ἀ]πή[ρνηται] ὢ(*)ν νεκροφόρος·
τὰ δὲ ὀν̣[όματα αὐτῶν ὄντα ἄπισ]τα οὐ̣[κ] ἔδο-
ξέν μοι γ̣[ράψαι. ἀλλὰ μηδὲ γένοι]τό̣ με αὐτῶν
v
1,msup[ΙΒ]
μνημονεύειν μέχρις οὗ(*) μετανοήσω[σιν]
εἰς τὸ πάθος· ὅ(*) ἐστιν ἡμῶν ἀνάστασις· μ[ηδε]ὶς
πλ[α]νάσθω καὶ ἐπουράνια καὶ ἡ δόξα τῶν ἀγγέ-
λων καὶ οἱ ἄρχοντες [ὁρατ]οί τε καὶ ἀόρατοι, ἐὰν
5ἐὰν (sic) μὴ πιστεύσωσ̣[ιν εἰς τὸ α]ἷμα Χ(ριστο)ῦ· κἀκεί[νοι]ς̣
κρίσις ἐστίν· ὁ χωρῶν χωρείτω, [τόπος μηδέν]α
[φυσ]ι̣ούτω· τὸ γὰρ ὅ(*)λον ἐστὶ{η}<ν> πίστις καὶ ἀγά-
πη ὧ(*)ν οὐδὲν προκέκριται· καταμάθετε τοὺς
ἑτεροδοξοῦντας εἰς τὴν χάριν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ τὴν εἰς
10ἡμᾶς ἐλθοῦσαν, πῶς ἐναντίοι [εἰσίν τῇ] γνώ-
μῃ τοῦ θ(εο)ῦ τῇ ἀγάπῃ· οὐ μέλει αὐτοῖς οὐ περὶ
χήρας· οὐ περὶ ὀρφανοῦ· οὐ περὶ θλειβομένου·
οὐ περὶ δεδεμένου ἢ(*) λελυμένου· οὐ περὶ
πεινῶν<τ>ος ἢ(*) διψῶντος· εὐχαριστείας καὶ
15προσευχῆς ἀπέχονται διὰ τὸ μ[ὴ] ὁμολογεῖν
τὴν εὐχαρισ[τεία]ν σάρκα εἶναι τοῦ σωτῆρος
ἡμῶν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ [τ]ὴν ὑ(*)πὲρ τῶν ἁμ[αρ]τ̣ιῶν ἡμῶν
παθοῦσαν· ἣ(*)ν τῇ χρηστότητι ὁ [πα]τὴρ ἤγειρεν·
οἱ οὖν ἀντιλέγοντες τῆι δωρεᾷ τοῦ θ(εο)ῦ συν-
20ζητοῦντες ἀποθνῄσκου̣[σιν·] συνέφερεν
δὲ αὐτοῖ̣ς̣ [ἀ]γ̣απᾶν, ἵ(*)να καὶ [ἀναστ]ῶσ̣ι̣ν̣· πρέ-
πον ἐστὶν ἀπέχεσθ[α]ι τ[ῶ]ν τοιούτων· καὶ
μήτε κατ' ἰ(*)δίαν περὶ [α]ὐτῶν λαλε[ῖ]ν μήτε
κοινῇ· προσέχειν [δ]ὲ τοῖς προφή[ταις],
25[ἐ]ξαιρέτως δὲ τ[ῷ ε]ὐαγγελίῳ, ἐν ᾧ(*) τὸ π[άθ]ος
ἡμῖν δεδήλω[ται] καὶ ἡ ἀνάστασις τετελείω-
ται· τοὺς δὲ μερι̣[σμοὺς] φεύγετε· ὡς ἀρχὴν
κα[κ]ῶν· π[άντες τῷ ἐπισκόπῳ ἀ]κολουθεῖτε,
ὡς Ἰ(ησοῦ)ς Χ̣(ριστὸ)ς [τῷ πατρί, καὶ τῷ πρε]σ̣βυτερίῳ
folio 2

r
1,msupΙΓ
ὡ[ς τ]οῖς ἀποστόλοις· τοὺς δὲ διακόνους
ἐντρέπεσθε ὡς θ(εο)ῦ ἐντολήν· μηδεὶς χωρὶς
ἐπισκόπου τι πρασ̣[σέ]τω τῶν ἀνηκόντων
[εἰς] τὴν ἐκκλησία[ν· ἐκ]είνη βεβα[ία] εὐχαριστία
5[ἡγείσθ]ω ἡ ὑ(*)πὸ [τὸν ἐπί]σκοπον οὖσα̣ ἢ(*) ᾧ [ἂν]
αὐ[τ]ὸ̣[ς ἐπι]τρέψῃ. [ὅ(*)]που ἂν φανῇ(*) ὁ [ἐ]πίσκοπος,
[ἐ]κ̣ε̣ῖ̣ τὸ πλῆθος ἤ(*)τω· ὥ(*)σπερ ὅ(*)που ἂν ᾖ(*) Ἰ(ησοῦ)ς Χ(ριστό)ς,
ἐκεῖ ἡ καθολικὴ ἐκκλησία· οὐκ ἐξόν ἐστιν
χωρὶς ἐπισκόπου οὔτε βαπτείζειν οὔτε
10ἀγάπην [π]οιεῖν· ὃ(*) ἂν ἐκεῖνος δοκιμάσῃ,
τοῦτο καὶ τῶι θ(ε)ῷ εὐάρεστον· ἵ(*)να ἀσφαλὲς
(*) καὶ βέβαιον πᾶν ὃ(*) πράσσετε· εὐλογόν ἐστι
λοιπὸν ἀνανῆψαι ἡμᾶς· ἕως ἔτι καιρὸν
ἔχομεν εἰς θ(εὸ)ν μετανοεῖν· κ[α]λ̣ῶς ἔχει
15θ(εὸ)ν καὶ ἐπίσκοπον εἰδέναι· ὁ τ̣ι̣μ̣ῶν ἐπίσκ[ο-]
πον ὑ(*)πὸ θ(εο)ῦ τετί[μ]ηται· ὁ λ[ά]θ̣ρα ἐ̣π̣ι̣[σκό]που
τι πράσσων· τῷ διαβόλ̣ῳ λατρεύει· πάντ[α]
οὖν ὑ(*)μῖν ἐν χάριτι περισ\σ/ευέτω· ἄξιοι γάρ
ἐστε. κατὰ πάντα με ἀνεπαύσατε· καὶ ὑ(*)μᾶς
20Ἰ(ησοῦ)ς Χ(ριστό)ς· ἀπόντα καὶ πάροντά με ἠγαπήσατε·
ἀμοιβὴ ὑ(*)μῖν ὁ θ(εό)ς· δι' ὃ(*)ν πάν̣τα ὑ(*)πομέ-
νοντες αὐτοῦ τεύξεσθε· Φίλωνα καὶ Γάϊον
Ἀγαθοποιουν, οἳ(*) ἐπηκολούθησάν μοι εἰς
[λό]γον θ(εο)ῦ, καλῶς ἐποιήσατε ὑ(*)ποδεξάμε-
25νοι ὡς διακόνους θ(εο)ῦ· οἳ(*) καὶ εὐχαριστοῦσιν
τῷ κ(υρί)ῳ(*)πὲρ ὑ(*)[μ]ῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε
κα̣τὰ πάντα τ[ρόπο]ν[· ο]ὐδὲν ὑ(*)μῶν οὐ μὴ
[ἀπ]όληται· [ἀντίψυ]χον ὑ(*)μῶν τὸ πν(εῦμ)ά μου
v
1,msup[ΙΔ]
καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑ(*)περηφανή[σατε]
οὐδὲ ἐπῃσχύνθητε. οὐδὲ ὑμᾶς ἐπ[α]ισχυν-
θήσεται ἡ τελεία ἐλπ[ίς, Ἰ](ησοῦ)ς Χ(ριστό)ς· ἡ προσευχὴ
(*)μῶ[ν ἀ]πῆλθεν [ἐπι τὴ]ν Ἀντιόχειαν τ̣[ῆς]
5Συρία[ς], ὅθεν δεδεμέν̣[ος] θεοπρε[πεστάτοις]
δεσμ[οῖ]ς πάντας ἀσπάζομαι οὐκ ὢ̣[ν ἄξιος]
ἐκεῖθεν εἶναι ἔσχατος αὐτῶν. κατὰ θέλ[ημα]
δὲ κατηξιώθην· οὐκ ἐκ συνειδότος ἀλλ' ἐκ
χάριτος θ(εο)ῦ· ἣ(*)ν εὔχομαι τελείαν μοι δοθῆναι,
10(*)να ἐν τῇ προσευχῇ ὑ(*)μῶν θ(εο)ῦ ἐ̣πιτύχω(*).
(*)να οὖν ὑ(*)μῶν τέλειον γένηται τὸ ἔργον
ἐπ' ἴ(*)σης(*) καὶ ἐν οὐρανῷ, πρέπει εἰς τιμὴν
θ(εο)ῦ χειροτ[ον]ῆσαι τὴν ἐκκλησίαν ὑ(*)μῶν
θεοπρεσ̣βευτήν· εἰς τὸ γενόμενον ἐν Συρίᾳ
15σ̣υ̣[ν]χ[αρ]ῆνα[ι] αὐτοῖς, ὅτ[ι] εἰρηνεύουσιν· καὶ
ἀπέλ[α]βον τὸ ἴδι̣ο̣ν̣ μέγεθος· καὶ ἀπεκατε-
στάθη αὐτοῖς τὸ ἴδιον σωματεῖον. ἐφάνη
μοι οὖν θ(εο)ῦ ἄξιον πρᾶγμα πέμψαι τινὰ τῶν
ἡμετέρων μετ' ἐπιστολῆς, ἵ(*)να συνδοξάσῃ
20τὴν κατὰ θ(εὸ)ν̣ αὐτοῖς γενομένην εὐδίαν,
καὶ ὅτι λιμέ̣νος ἤδη ἔτυχον ἐν τῇ προσ-
ευχῇ ὑ(*)μῶν· τέλειο̣ι οὖν ὄντες· τέλεια
καὶ φρονεῖτε· θέλο̣υσι γὰρ ὑ(*)μῖν εὖ π[ράσ-]
σειν θ(εὸ)ς ἕτοιμος εἰς τὸ παρέχειν· ἀσ[πά-]
25ζομαι ὑ(*)μᾶς· ἡ ἀγάπη τῶν ἀδελφῶν
τῶν ἐν Τρωάδι ὅθεν κ[αὶ] γρά̣φ̣ω ὑ(*)μῖν
διὰ Βόρρου, ὃ[ν] ἀπεσ[τείλατε] μετ' ἐμοῦ
ἅ̣μ̣α̣ Ἐφεσίοις, τοῖς ἀδε[λφοῖς] ὑ(*)μῶν, ὅς

Apparatus


^ 1.r.3. ῦμιν papyrus
^ 1.r.3. ϋμει̣σ̣ papyrus
^ 1.r.4. ϋ̣μ̣ασ papyrus
^ 1.r.7. ϋπερ papyrus
^ 1.r.11. ϋπο papyrus
^ 1.r.16. ϋπομενω papyrus
^ 1.r.18. ὁιτ[ιν]εσ papyrus
^ 1.r.19. ϋπ papyrus
^ 1.r.20. οὑσ papyrus
^ 1.r.21. μωϋσεωσ papyrus
^ 1.r.27. ῶν papyrus
^ 1.v.1. οῦ papyrus
^ 1.v.2. ὁ papyrus
^ 1.v.7. ὁλον papyrus
^ 1.v.8. ὡν papyrus
^ 1.v.13. ἠ papyrus
^ 1.v.14. ἠ papyrus
^ 1.v.17. ϋπερ papyrus
^ 1.v.18. ἡν papyrus
^ 1.v.21. ϊνα papyrus
^ 1.v.23. ϊδιαν papyrus
^ 1.v.25. ὡ papyrus
^ 2.r.5. ϋπο papyrus
^ 2.r.5. ἠ papyrus
^ 2.r.6. φανῆ papyrus
^ 2.r.7. ἠτω papyrus
^ 2.r.7. ὡσπερ papyrus
^ 2.r.7. ὁπου papyrus
^ 2.r.7. ῆ papyrus
^ 2.r.10. ὁ papyrus
^ 2.r.11. ϊνα papyrus
^ 2.r.12. ῆ papyrus
^ 2.r.12. ὁ papyrus
^ 2.r.16. ϋπο papyrus
^ 2.r.18. ϋμιν papyrus
^ 2.r.19. ϋμασ papyrus
^ 2.r.21. ϋμιν papyrus
^ 2.r.21. ὁν papyrus
^ 2.r.21. ϋπομε papyrus
^ 2.r.23. οἱ papyrus
^ 2.r.24. ϋποδεξαμε papyrus
^ 2.r.25. οἱ papyrus
^ 2.r.26. ϋπερ papyrus
^ 2.r.26. ϋ[μ]ων papyrus
^ 2.r.27. ϋμων papyrus
^ 2.r.28. ϋμων papyrus
^ 2.v.1. ϋπερηφανη[σατε] papyrus
^ 2.v.4. ϋμω[ν papyrus
^ 2.v.9. ἡν papyrus
^ 2.v.10. ϊνα papyrus
^ 2.v.10. ϋμων papyrus
^ 2.v.10. ε̣πιτυχῶ papyrus
^ 2.v.11. ϊνα papyrus
^ 2.v.11. ϋμων papyrus
^ 2.v.12. l. ἐπὶ γῆς (corr) : ϊσησ papyrus
^ 2.v.13. ϋμων papyrus
^ 2.v.19. ϊνα papyrus
^ 2.v.22. ϋμων papyrus
^ 2.v.23. ϋμιν papyrus
^ 2.v.25. ϋμασ papyrus
^ 2.v.26. ϋμιν papyrus
^ 2.v.28. ϋμων papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.