Papyri.info

sign in

Trismegistos 61353 = LDAB 2497



Introduction

This papyrus has been digitally edited by Annemarie Frank and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 61353 [xml]

fragment 1

column 1Imaged 2010-2015 by [unidentified responsible individual]

ὁ[μοί]ως γὰρ αἰ̣σ̣χρὸν ἐν ταὐτῷ χ̣ρ̣ή̣σ̣ι̣μ̣ο̣ν̣
λό̣γ̣ο̣ν μὴ μα̣θεῖν καὶ διδόμενόν̣ τι παρὰ τῶν
φίλων ἀγαθὸν μὴ λαβεῖν ⁦ vac. 1-2⁩ κατανάλισκε τὴν
——
ἐν τῷ βίωι σχολὴν εἰς τὴν ἐν τοῖς λόγοις φιλη-
5κο[ί]αν οὕτω γὰρ τὰ τοῖς ἄλλοις χαλεπῶς εὑρη-
μ[έ]να σοι συ[μ]βήσεται ῥᾳδίως μ̣α̣ν̣θάνειν̣ ἡγοῦ
πολλὰ τῶν ἀ̣κουσμάτων πολλῶν εἶναι κρείτ-
τωι χρημάτ̣ων̣ ⁦ vac. 1-2⁩ τὰ μὲν γὰρ ταχέως ἐπιλείπει
τὰ δὲ παντ̣ὶ χρόνωι παραμένε̣ι̣ ⁦ vac. 1-2⁩ σοφία γ̣ὰ̣ρ̣
10ὁ πάντω̣ν̣ μ̣όνον τῶν κτημά̣τ̣ων ἀθάνατόν
ἐσ̣τιν μὴ κα̣τόκνει καὶ̣ μακρ[ὰ]ν ὁδὸν πορεύ-
εσ̣θαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγ-
[γ]ελλομένους ⁦ vac. 1-2⁩ αἰσχρὸν γὰρ τοὺς μὲν ἐμπόρους
τ̣η̣λικαῦτα πελάγηι διαπερᾶν ἕνεκα τοῦ πλείωι
15πο̣ι̣ῆ̣σαι τὴν ὑπάρχουσαν οὐσίαν τοὺς δὲ
ν̣ε̣ω̣τέρου̣ς μηδὲ τὰς κατὰ γῆν π̣ορείας ὑπο-
[μ]έ̣νει̣ν ἐπὶ τῶι βελτείωι κατα[σ]τῆσαι [τὴ]ν
[αὑ]τῶν διάνοιαν ⁦ vac. 1-2⁩ τῷ μὲν τ̣ρόπωι \γ/είνου
[φ]ι̣λ̣ο̣προσήγορος τῶι δὲ λόγωι εὐπρεπής
20[ἔ]στι [δ]ὲ φ[ι]λ̣ο̣προσηγορίας̣ τὸ προσφωνεῖν
[τ]ο̣ῖ̣ς̣ ἀπαντῶσιν εὐπροσηγορ[ία]ς̣ δὲ τὸ τοῖς
[λό]γοις ο̣ἰκεί̣ω̣ς ἐντυγχάνειν̣ π̣ρ̣ὸς ἕκαστον
[ἡ]δέως μὲν ἔχε πρὸς πάντας̣ χρῶ δὲ τοῖς
[β]ελτί̣σ̣τοι̣ς οὕτω γὰρ τοῖς μὲν οὐκ ἀπεχθὴς
25[ἔ]σηι τοῖς δὲ φίλος γενήσηι τὰς ἐντεύξεις
μὴ ποιοῦ ἀστόχους μηδὲ μα̣κρὰς περὶ
[τ]ῶν αὐτῶ̣[ν] πλησμονὴ γὰρ ἁ̣πάντων
[γ]ύ̣μναζ[ε σ]αυτὸν πόνοις ἑ̣κ̣ουσίοις
[ὅπω]ς δύνηι τοὺς ἀκουσί̣ο̣υ̣ς̣ ὑ̣ποφέρειν
30ὑφ’ ὧν κρατ̣εῖσθαι τὴν ψ[υ]χ̣ὴ̣ν̣ [α]ἰσχρὸν τού-
τ̣ω̣ν̣ ἐγκράτειαν ἄσ[κει] ἁπ̣[άν]τ̣ων κέρδου<ς>
column 2Imaged 2010-2015 by [unidentified responsible individual]

ὀρ[γῆς ἡδονῆς] λύπης ἔσῃ δὲ τοιοῦτ̣ο̣ς̣ ἐὰν
κέ̣ρ̣[δη μὲ]ν εἶναι νομίσῃς δι’ ὧν εὐδοκιμή-
σει̣ς ἀλ̣[λὰ] μ̣ὴ δι’ ὧν εὐπορήσεις τῇ δὲ ὀργῆι πα-
35ραπλησίως ἔχε πρ̣ὸς τοὺς ἁμαρτάνοντας ὥσπερ
ἂν αὐτὸν ἁμαρτ[ά]νοντα τοὺς ἄ̣λ̣λ̣ους ἕξ̣ε̣ι̣ν̣ ἐν
δὲ τοῖς τε[ρ]πνοῖς αἰσχρὸν ὑπολάβε τῶν μὲν οἰ-
κετῶν ἄρχειν ταῖς δ’ ἡδοναῖς δουλε̣ύειν ἐν
δὲ τ̣[ο]ῖ̣[ς λ]υ̣π̣η̣ρ̣ο̣ῖ̣ς̣ τὰς ἄλλ̣ων ἀτυχίας ἐ̣πιβλέπῃ\ς/
40καὶ σαυτὸν ἄνθρωπον ὑπομιμνήσκῃς μᾶλ- -
——
λον διατηρεῖ τὰς τῶν λόγων ἢ τὰς τῶν χρημά-
των παρακαταθή̣κας δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄν-
δρας τρόπον ὅρ̣κου πιστότερον άποδεικνύναι
προσήκειν ἡγ̣ο̣ῦ τοῖς πονηροῖς ἀπιστ̣εῖν ὥσ-
45περ τ̣ο̣ῖ̣ς̣ χ̣ρ̣η̣σ̣τοῖς πιστεύειν περὶ τῶν ἀπορ-
ρήτων μηθενὶ λέγε πλὴν̣ οἷς ἂν ὁμ̣ῶ̣ς συμ-
φέρῃ σιωπᾶσθαι τὰς πράξεις σοί τε [τ]ῶι λέ-
[γο]ντ̣ι [κἀκ]ε̣[ίνοις τοῖς] ἀ̣κ̣ούουσιν ὅρκ̣ον ἐπάρα-
τ̣[ον προσδέχου διὰ δύο π]ροφάσ̣[ε]ι̣ς̣ ἢ̣ σ̣α̣υ̣τ̣ὸ̣[ν]
50[αἰτίας αἰσχρᾶς ἀπολύων ἢ] τοὺς φί̣λ̣ο̣υς ἐκ
[μεγάλων κινδύνων ἕνεκα] χρημάτ̣ω̣ν̣ μη-
δ̣[ένα θεῶν ὀμόσῃς μηδ’ ἂν ε]ὐ̣ορκεῖν μ̣έ̣λλῃς
[δόξεις γὰρ τοῖς] μ̣ὲν ἐπιορ̣κε̣ῖ̣ν τοῖς δ̣ὲ̣ φιλο-
[χρημάτως ἔχει]ν̣ ⁦ vac. 1-2⁩ μηδένα φίλον π̣[ο]ι̣ο̣ῦ̣ πρὶν
55[ἂν ἐξετάσῃς πῶ]ς κέχρηται τοῖς πρ̣οτ̣έροις
[φίλοις ἔλπιζε γὰ]ρ αὐτὸν καὶ̣ περὶ σὲ γ̣ε̣νέσθαι
[τοιοῦτον οἷος] καὶ περὶ ἐκείνους ἐγ̣έ̣νετο
[βραδέως μὲν φίλος γίγν]ο̣υ γε̣νόμεν[ο]ς δὲ
[πειρῶ διαμένειν ὁμοίως γὰ]ρ αἰσχρὸν μηδέ-
60ν̣[α φίλον ἔχειν καὶ πολλο]ὺ̣ς̣ ἑταίρους̣ μεταλ-
λάσ[σειν μήτε πειρῶ μεταβλ]άβης τῶν φίλω̣ν̣ μή-
τε ἄ̣[πειρος εἶναι θέλ]ε̣ τ̣ῶ̣ν ἑταίρων τοῦτο δὲ
column 3Imaged 2010-2015 by [unidentified responsible individual]

ποιήσεις ἐὰν μὴ δεόμενος δεῖσθαι προσποιῆι καὶ
περὶ τῶν ῥητῶν ὡς̣ ἀπορρήτων ἀνακοινοῦ μὴ τυ-
65χὼν μὲν πὰρ οὐδὲν βλαβήσηι τυχὼν δὲ μᾶλλον
αὐτῶν τὸν τρόπον ἐπιστήσηι δοκίμαζε τοὺς φίλους
ἔκ τῆς περὶ τὸν βίον ἀτυχίας καὶ̣ τῆς ἐν τοῖς κιν-
δύνοις κοινωνίας τὸ μὲν γὰρ χρυσίον τῷ πυρὶ βασα-
νίζομεν τοὺς δὲ φίλους ἐν ταῖς ἀτυ̣χίαις γεινώσκο-
70μεν οὕτως τε ἄριστα χρήσει τοῖς φίλοις ἐὰν μὴ
προσμένῃς τὰς παρ’ ἐκείνων δεήσεις ἀλλ’ αὐ̣τεπ-
άγγελτο̣ς αὐτο\ῖ/ς ἐν τοῖς καιροῖς βοηθῇς ὁμοί̣ως γὰρ
αἰσχρὸ̣ν̣ εἶναι νόμιζε ὑπὸ τῶν ἐχθρῶν νικᾶ̣σ̣θ̣αι
ταῖς κακοπαθίαις καὶ ὑπὸ τῶν φίλων ἡττᾶσθαι ταῖς
75εὐεργεσίαις ἀποδέχου τῶν ἑταίρων μὴ μόνον [το]ὺ̣ς
ἐπὶ̣ τοῖς καιροῖς δυσχεραίνοντας ἀλλὰ καὶ τοὺς [ἐπ]ὶ
τ̣οῖς ἀγ̣αθοῖς μὴ φθονοῦντας πολλοὶ γὰρ ἀτυχ[οῦ-]
σιν μ̣ὲν συνάχθονται ⁦ vac. 1-2⁩ καλῶς δ̣ὲ̣ π̣ρ̣ά̣τ̣τουσι [φ]θ[ον]ο̣ῦ̣-
σ̣[ι]ν̣ τ̣ῶν ἀ̣πόντων̣ φίλων μέ̣μ̣νησο̣ [π]ρὸς το̣ὺς παρ-
80όντας ἵνα δοκῇς μη̣δὲ τῶν παρό̣[ν]τ̣ων ὀλιγώρω\ς/
ἔχ̣ε̣ι̣ν̣ εἶ̣ναι β̣ούλο̣υ τ̣[ὰ π]ε̣ρὶ̣ τ̣ὴν ἐσθῆτα φιλόκαλος
μὴ καλλωπιστ̣ής ⁦ vac. 1-2⁩ ἔστι δ̣ὲ̣ φιλοκάλου μ̣ὲν̣ τ̣ὸ̣ με-
γ[α]λοπ̣ρεπὲς καλλωπιστοῦ δὲ τὸ περίε̣ργον ἀγάπα δὲ
[τῶ]ν ὑπ̣αρχόν̣τ̣ων̣ μὴ τὴν ὑπερβάλλουσαν κτῆσιν
85[ἀ]λ̣λὰ τὴ̣ν μετρίαν ἀ̣π̣[όλ]αυσιν ⁦ vac. 1-2⁩ καταφρόνει τῶν
π̣[ερ]ὶ τὸν πλοῦτον [σ]π̣ουδαζόντων ⁦ vac. 1-2⁩ χρῆσθαι
δ̣[ὲ] τ̣οῖς̣ ὑπάρχουσ̣ιν ὥσ̣π̣ερ ἵππον κ̣τ̣ή̣σαιτό τις κα-
[λὸ]ν̣ κακῶς ἱππεύειν ἐπιστάμενος̣ πειρῶ τὸν
χ̣ρήματα καὶ κτήματα παρασκευάζει̣ν ἔστιν δὲ
90[χ]ρ̣ή̣ματα μὲν τοῖς ἀπολαύειν δυναμένοι̣ς κτήμα-
τ̣α̣ δ̣ὲ τοῖς χρῆσθαι κατὰ τρόπον δυναμ̣ένοις τίμα
τ̣ὴ̣ν̣ ὑπάρχουσαν οὐσίαν δύειν ἕνεκα τοῦ τε
ζη̣μ̣ίαν μεγάλην ῥᾳδίως ὑπενεγκε̣ῖν καὶ φίλωι
column 4Imaged 2010-2015 by [unidentified responsible individual]

σπουδαίωι δυστυχοῦντι [β]οηθῆσαι πρὸς δὲ τὸν
95ἄ̣λλον βίον μηθὲν ὑπερβ[α]λ̣λόντως ἀλλὰ μετρίως
αὐτὴν ἀγάπα ⁦ vac. 1-2⁩ στέργε μὲ̣ν̣ τὰ παρόντα ζήτει δὲ
τὰ βελτείωι μηθενὶ σ[υμ]φορὰν ὀνιδίσῃς κοιν̣ὴ̣
γὰρ ἡ τύχηι καὶ τὸ μέλλ[ον ἀ]όρατον ἀγαθοὺς εὖ π̣[οίε]ι
καλὸς γὰρ θησαυρὸς πα[ρ’ ἀ]ν̣δρὶ σπουδαίωι χάρ[ις ὀ]φει-
100λομένηι κακοὺς ὠφε[λῶ]ν ὅμοια πείσῃ τοῖς τ[ὰς]
ἀλλοτρίας κύνας ἐρεθί̣[ζ]ουσι ⁦ vac. 1-2⁩ κεῖνα γὰρ τοὺς δι[δό]ν-
τας ὥσπερ τοὺς βλάπτον[τ]α̣ς ἀδικοῦσι μί̣σ̣ει τοὺ̣ς
κολακεύοντας ὥσπερ τ[οὺ]ς ἐξαπατῶ̣ν̣τα̣ς̣ [ἀμφ]ό-
τεροι γ[ὰρ] πιστευθέντες [το]ὺς πιστεύοντας ἀ̣δι[κ]οῦ-
105σιν ἐὰ̣[ν] δὲ ἀποδέχῃ τῶν̣ φίλων τοὺς πρὸς̣ τ̣ὰ̣ς φα̣υ-
λοτάτα[ς] χαριζομένους ο̣ὐ̣χ ἕξεις ἐ[ν] τῷ βίωι πρὸ̣ς
τ[ο]ὺ̣ς [τὰ βέλ]τ̣ιστα ἀποφαιν[ο]μέν̣ο̣υ̣ς̣ [γ]είνο̣υ πρὸς̣
τ[οὺς πλησι]άζοντας ὁμ[ήλ]ι̣κ̣α̣ς ἀ̣λ̣λ̣[ὰ μὴ σ]ε̣μ̣νός
[τὸν μὲν γὰρ τ]ῶν ὑπεροπτι[κ]ῶν ὄγ̣κ̣ο̣ν̣ μόλ[ι]ς τις̣ ἂν
110[ὑπομείνει]εν τὸν δὲ τῶν̣ ὁμηλίκων τρόπον
ἅ̣π̣α̣[ντες ἡδ]έως ὑποφέ[ρ]ο̣υσιν ⁦ vac. 1-2⁩ ὁμιλητικὸς
δ’ ἔσῃ [μὴ δ]ύσερις ὢν [μη]δ[ὲ] δυσάρεστος μη-
δὲ πρ̣[ὸς πά]ντα φιλόνικ̣ο̣ς̣ μηδὲ πρὸς τὰς τῶν
πλησ̣[ιαζ]όντων ὀργὰς τ̣ραχ̣έως ἀπαντῶν
115μηδὲν ἀδίκως ὀργίζου ἀλλὰ θυμουμένους
μὲν αὐτοῖς εἴκων παυομ̣ένοις δὲ τῆς ὀργῆς ἐπι-
πλήττων μηδὲ παρὰ σ̣π̣ο̣υδαία τοῖς γελοίοις
χαίρων τὸ γὰρ ἄκαιρον παν̣ταχοῦ λυπηρόν μη-
δὲ τὰς χάριτας ἀχαρίστου̣ς χαριζό̣μενος ὅπερ
120πάσχουσι οἱ πολλοὶ ποιοῦν̣τ̣ες μὲν ἡδέως δὲ τοῖς
φίλοις ὑπουργοῦντες μηδὲ φιλαίτιος ὢν βαθὺ
γὰρ μηδὲ φιλεπιτιμητὴς παροξυντικὸν γάρ
εὐλαβοῦ τὰς ἐν τοῖς πόθοι[ς] σ̣υνουσίας ἐὰν δέ
column 5Imaged 2010-2015 by [unidentified responsible individual]

ποτὲ τοιοῦτόν τι̣ συμβῆι ⁦ vac. 1-2⁩ ἐξανίστασο πρὸ μέθης
125ὅταν γὰρ ὁ νοῦς ὑπ’ οἴνου διαφθαρῆι τὸ αὐτὸ πάσχει
τοῖς ἅρμασι τοῖς τοὺς ἡνιόχους ἀποβαλοῦσι ⁦ vac. 1-2⁩ κεῖνά
τε γ̣ὰρ ἀτάκτ̣ως φέρεται̣ διαμαρτάνοντα τῶν εὐθυ-
νόν̣των ⁦ vac. 1-2⁩ ἥ τε ψυχὴι πολλὰ σφάλλεται διαφθαρεί-
σης τῆς διανοίας ⁦ vac. 1-2⁩ ἀθάνατ̣α μὲν φρ̣όνει τῶι μεγα-
130λόψυχος εἶναι θνητὰ δ̣ὲ̣ τῶι συμμέτρως ἀπολαύ-
ειν τῶν ὑπαρχόν̣τ̣ων ⁦ vac. 1-2⁩ ἡγοῦ τὴν παιδείαν τοσού-
τωι̣ μεῖζον ἀγαθ̣ὸ̣ν̣ ε̣ἶναι τῆς ἀπαιδευσίας ⁦ vac. 1-2⁩ ὅσωι
τὰ μὲν ἄλλα μοχθηρὰ πάντα κερσαίνοντες πράτ-
τουσιν ⁦ vac. 1-2⁩ αὕτη̣ δὲ̣ μό̣νηι τῶν μοχθηρῶν καὶ προσ-
135εζημί̣ωσε τοὺς ἔχοντας ⁦ vac. 1-2⁩ πολλάκις γὰρ τοῖς λόγοις
ἐλοίπησαν τού̣τ̣ο̣υ̣ς ὧν τοῖς ἔργοις τὴν τειμω-
ρίαν ἔδοσαν ⁦ vac. 1-2⁩ οὓς ἐὰν βούληι̣ ποιήσασθαι φίλους
ἀγαθόν τι λέγε πρὸς τοὺς ἀπα̣γγέλλοντας ⁦ vac. 1-2⁩ ἀρχὴ
γὰ̣ρ̣ φιλίας μὲν ἔπαινος ⁦ vac. 1-2⁩ ἔχθρας δὲ ψόγος
140βου̣λευόμενος παραδεί̣γματα ποιοῦ τὰ παρε-
ληλυθότα τῶ̣ν μελλόντων τὸ γὰρ ἀφανὲς
ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει διάγνωσιν βου-
λεύου μὲν βραδέως ποιεῖ δὲ ταχέως τὰ δο-
θέντα ἡγοῦ κράτιστα ⁦ vac. 1-2⁩ παρὰ μὲν̣ τῶν θ̣ε̣ῶ̣ν
145εὐτυχί̣αν παρὰ δ’ ἡμῶν αὐτῶν εὐβο̣υλίαν
——
περὶ ὧν ἐὰν αἰσχύνηι παρρησιάσασθ̣αι ⁦ vac. 1-2⁩ βούλ\ῃ/
δέ τιν̣ι τῶ̣ν φίλων ἀνακοινώσασθαι ⁦ vac. 1-2⁩ χρῶι τοῖς
λόγοις ὡς περὶ ἀλλοτρίου του πράγματος ⁦ vac. 1-2⁩ οὕτ̣ωι
γὰρ τήν τε ἐκείνου γνώμην αἰσθήσηι ⁦ vac. 1-2⁩ καὶ σ̣\ε/-
150αυ̣τὸν οὐ καταφανῆι ποιήσεις ⁦ vac. 1-2⁩ ὅταν ὑπὲρ σ\ε/-
αυτοῦ τινι μέλλῃς συμβουλεύεσθαι ⁦ vac. 1-2⁩ σκό̣π̣ει
πρῶτο̣ν πῶς ὑπὲρ̣ τῶν διῴκηκ̣εν
ὁ γὰρ κακῶ̣ς διανοη̣θεὶ[ς] ὑπὲρ τῶν οἰκείων
οὐδέποτε κα̣λ̣ῶς β̣ουλεύσεται περὶ τῶν̣
155ἀλλοτ̣ρίων ⁦ vac. 1-2⁩ οὕτως δ’ ἂν μάλιστα παροξυνθ̣είης
column 6Imaged 2010-2015 by [unidentified responsible individual]

εἰ τὰς σ̣υ̣μφο̣ρὰς̣ τὰς ἐκ τῆς συμβουλίαις
ἐπιβλέψειας ⁦ vac. 1-2⁩ ὥ̣σ̣περ γὰρ καὶ τῆς ὑγεαίας
ἐπιμέλειαν̣ π̣λείστην ἔχομεν ⁦ vac. 1-2⁩ οὕτωι καὶ
τὸν ἔχοντα τὰς λύπας τὰς ἐκ τῆς ἀρρω-
160στίας ⁦ vac. 1-2⁩ ἀνα̣μιμ̣νῄσκωμεν ⁦ vac. 1-2⁩ μειμοῦ τὰ
τῶν βασιλέ̣ω̣ν̣ [ἤ]θηι καὶ δίωκε τἀκείν̣ω̣\ν/
[- ca.12 -] δόξεις γὰρ αὐτοὺς ἀποδέ-
χεσθαι καὶ ζ̣ηλοῦ τὰς ἐκείνων ὥστε σοι̣
συμβήσετα[ι] ⁦ vac. 1-2⁩ π̣αρὰ μ̣ὲν τῷ πλήθει εὐδο-
165κιμεῖν̣ καὶ τ̣ὴ̣ν παρ’ ἐκείνων εὔνοιαν
βεβαι̣οτ̣ά̣την ἔ̣χ̣ειν ⁦ vac. 1-2⁩ πείθου μὲν καὶ τοῖς
νόμο̣ις τ̣οῖς ὑπ̣ὸ̣ τ̣ῶν βασιλέων κειμένοις
ἰσχυ̣ρότ̣ατον̣ δ̣ὲ̣ τοῦ νόμου ⁦ vac. 1-2⁩ ἡγοῦ τὸν
ἐκε̣ίνων τρ̣ό̣πον̣ τῶν ἄλλων ⁦ vac. 1-2⁩ ὥσπερ
170γ̣ὰ̣ρ̣ τ̣ὸ̣ν̣ ἐν δη̣μοκρα̣τίᾳ π̣ισ̣τ̣ε̣υ̣ό̣μ̣εν[ο]ν̣
τὸ πλῆθος δε̣ῖ θεραπεύειν ⁦ vac. 1-2⁩ οὕτως καὶ
τὸ̣ν ἐ̣ν μονα̣ρχ̣ίᾳ κατοικοῦντα βασιλέα
προσή̣κει θαυμάζειν ⁦ vac. 1-2⁩ εἰς ἀρχὴν κατ̣α-
σταθεὶ̣ς̣ μηθεν̣ὶ χρῶι πονηρῶι πρὸς τ̣ὰς
175διοική̣σεις ⁦ vac. 1-2⁩ ὧν [γ]ὰρ ἂ̣ν̣ ἐκεῖν̣ος ἁ̣μ̣άρτῃ
σοὶ τὰς αἰτ̣ίας ἀναθήσουσιν ⁦ vac. 1-2⁩ ἐκ τῶν
κοινῶν ἐπιμελ̣ειῶν ἀπαλλάττου μὴι
πλουσιώτερος ἀλλ’ ἐνδοξότερος πολ-
λῶν γὰρ χρημάτων̣ κρείττων ὁ παρὰ το̣ῦ
180πλήθους ἔπαινος ⁦ vac. 1-2⁩ μηθενὶ πονηρῶι
πράγματι συνη̣γό̣ρει ⁦ vac. 1-2⁩ δό̣ξεις γὰρ καὶ αὐ-
τὸς τοιοῦτος εἶναι οἷόσπερ καὶ τοῖς ἄλλοις̣
π̣ρ̣ά̣τ̣τ̣ο̣υ̣σιν ἐὰν βοηθῆις ⁦ vac. 1-2⁩ παρασκεύα-
ζ̣ε ἐσαυτὸν πλέον ἔχειν ⁦ vac. 1-2⁩ δυνάμενος
185ἀ̣νέχ̣ου δ̣ὲ̣ τὸ ἴσον̣ ἔχων ⁦ vac. 1-2⁩ ἵνα δοκῇς
ὀρέγεσθ̣αι τῆς δικαιοσύνης μὴ δι’
column 7Imaged 2010-2015 by [unidentified responsible individual]

ἀσθένει̣α̣ν ἀλλὰ δ’ ἐπε[ί]κειαν ⁦ vac. 1-2⁩ ἀνέχου δι-
καίαν πενί̣α̣ν ἢ πλοῦτον̣ ἄ̣δικον τοσούτῳ
τε̣ κρείττωι δικαιοσύνη χ̣ρημάτων ὅσῳ τοὺς
190μὲν ζῶντας ὠφέλεια̣ν̣ τ̣ὸ δὲ καὶ τελ̣ευτή-
σα̣σ[ι] δόξαν παρασκευάζει καὶ ἐκείνων μὲν
το̣ῖς̣ σπουδαίοις μέτεστι το̣ύ̣[τ]ω̣ν δὲ τ̣οῖς μο-
χ̣θ̣ηροῖς ἀδύνατ̣ο̣ν μεταλ̣α̣β̣εῖν ⁦ vac. 1-2⁩ μηδέ̣ν̣α
ζήλου τῶν ἐξ ἀδικία[ς] κ̣ε̣ρδ̣αινόντ̣ω̣ν
195ἀλλ̣ὰ̣ μ̣ᾶ̣λλον̣ ἀπ̣οδέχου̣ τ̣οὺς ἀπὸ δικαιοσύ-
ν̣η̣ς ἀποζημιωθέ̣ντας ⁦ vac. 1-2⁩ οἱ γ̣ὰ̣ρ δίκαιοι τῶν̣
ἀδίκων ἄλλων π̣λεονεκ̣τ̣οῦσιν ἀλλ’ οὖν
ἐλπ̣ίσι γε σπουδαία̣ις προέ̣χουσι ⁦ vac. 1-2⁩ πάντων
μὲν ἐπιπολ̣ὺ̣ τῶν περὶ τὸν̣ βίον ⁦ vac. 1-2⁩ μάλιστα̣ δὲ
200τὴν αὐτοῦ φρόνησιν ἀσ̣κ̣εῖ̣ν̣ ⁦ vac. 1-2⁩ μέγιστον̣ γὰρ
ἐλ[α]χ̣ίστ̣ω̣ι̣ ν̣ο̣ῦ̣ς̣ ἀ̣γαθ̣ὸς̣ [ἐν ἀν]θ̣ρ̣ώ̣π̣ου σώματι
——
[π]ει̣ρῶι τὸ μὲν σῶμα εἶνα̣ι̣ φιλόσοφον̣ ⁦ vac. 1-2⁩ ἵνα
τ̣ῷ̣ μ̣ὲν ἐπιτελεῖν δύνηι τὰ̣ δόξαντα ⁦ vac. 1-2⁩ τῇ δὲ φρ̣ο̣-
νε[ῖ]ν δύνηι τὰ συ̣μ̣φέρο̣ν̣[τα] ⁦ vac. 1-2⁩ πᾶν ὅ τι ἂν μέλ-
205λῃ[ς] λέγε̣ιν ἐπισκόπει πρό̣τ̣ε̣ρ̣[ό]ν τις ἡ γνώμηι πολ-
λο[ῖ]ς̣ γὰρ ἡ γλῶττ̣α προτρέ̣χ̣ε̣ι τῆς διανοίας ⁦ vac. 1-2⁩ νό-
μ̣ιζ̣ε τῶν ἀνθρωπίνων μηδὲν εἶναι βέβαιον
οὕτω̣ γὰρ οὔτ’ εὐτυχῶν ἔσηι περιχαρὴς οὔτ’ ἀτυ-
χῶν περίλοιπος ⁦ vac. 1-2⁩ δύο ποι̣οῦ καιροὺς τοῦ λέγειν
210ὑπὲρ ὧ̣ν οἶσθας σαφῶς ἢ περὶ ὧν ἦν ἀναγκαῖον
εἰπεῖν ⁦ vac. 1-2⁩ ἐν τούτοις γὰρ μόνο̣ν̣ λόγον στήσας
κρείττων ⁦ vac. 1-2⁩ ἐν δὲ τοῖς ἄλλ̣οις ἄμεινον σειγᾶν
ἢ λέ̣γειν ⁦ vac. 1-2⁩ χαῖρε μὲν̣ ἐπὶ τοῖς συμβαίνουσιν τῶ\ν/
ἀγαθῶν ⁦ vac. 1-2⁩ λυποῦ δὲ με̣τρίως τοῖς γινομένοις
215τῶν κακῶν ⁦ vac. 1-2⁩ γείνου δ’ ἐν τοῖς̣ ἄλλοις μηδ’ ἐν ἑτέ-
ροις αὐτῶν διάδηλος ⁦ vac. 1-2⁩ ἄτοπο̣ν̣ γὰρ τὴν μὲν οὐ-
σίαν κρύπτειν ⁦ vac. 1-2⁩ ταῖς οἰκήσεσι ⁦ vac. 1-2⁩ τὴν δὲ διάνοιαν
column 8Imaged 2010-2015 by [unidentified responsible individual]

φα̣νερὰν ἔχοντας περιπατεῖν ⁦ vac. 1-2⁩ μᾶλλον ε[ὐ]λα-
βοῦ ψόγον ἢ κίνδυνον δεῖ γὰρ εἶναι φοβερ  ̣[τ]οῖς
220μὲν φα̣ύ̣λ̣οις τὴν τοῦ βίου τελευτὴν τοῖς δὲ
σπουδ̣[α]ίοις τὴν ἐν τῶι ζῆν ἀδοξίαν ⁦ vac. 1-2⁩ μά-
λιστ̣[α] πε̣[ι]ρῶι ζῆν κατ’ ἀσφάλειαν ἐὰν δέ πού σοι
συμβ̣ῆ̣ι κ̣[ι]νδυνεύειν ζήτει τὴν [ἐ]κ̣ τοῦ πολ̣έμου
σωτηρίαν μετὰ δόξης ἀλλὰ μὴ μετ’ αἰσχρᾶς φή̣-
225μης τὸ μὲν γὰρ τελευτῆσαι πάντων ἡ πεπρω-
μένη κ̣α̣τ̣έκρινε τὸ δὲ καλῶς ἀποθανεῖν
ἴδιον   ̣  ̣ τοῖς σπουδαίοι̣ς ἀπονέμειν ⁦ vac. 1-2⁩ καὶ μὴι
θαυμ̣α̣ζ̣έ̣τ̣ω εἰ πολλὰ τῶν εἰρημένων οὐ
πρέπει σ̣ο̣ι̣ πρὸς τὴν παροῦσαν ἡλικίαν οὐ γὰρ
230ἐμὲ τοῦ[τ]ο διέλαθεν ἀλλὰ προειλόμην σοι διὰ
τῆς αὐτ̣ῆ̣ς πραγματείας ἅμα τοῦ τε παρόντος
βίου [σ]υ̣μ̣βουλίαν ἔχοντ’ εἰπεῖν καὶ τοῦ μέλλον-
τος χ̣ρ̣ό̣ν̣ο̣υ̣ παραγγέλματα καταλιπεῖν τὴν μὲν
γὰρ το̣ύτω̣ν̣ χρείαν ῥᾳδίως εἰδήσεις τὸν δὲ συμ-
235βουλ̣εύσ̣ο̣ντα μετ’ ε[ὐ]ν̣οίας χαλεπῶς εὑρήσ̣ει̣ς̣
ὅπως σὺν̣ τὰ λοιπὰ μὴ παρ’ ἑτέρων ζητῇς
ἀλλ’ ἐντ[ε]ῦθεν ὥσπερ ἐκ ταμιείου λαμβάνῃς
ᾤμην δεῖν μηθὲν παραλειπεῖν ὧν εἶχόν σοι
συμβου̣[λε]ύ̣ειν ⁦ vac. 1-2⁩ πολλὴν δ’ ἐν τοῖς θεοῖς
240χάριν [σ]χ̣[ο]ί̣ην ἔχων περὶ σοῦ τυγχάνω ⁦ vac. 1-2⁩ τῶν
γὰρ ἄλλ̣ω[ν] τ̣οὺς πλείσ[τ]ους εὑρήσομεν ὥσπερ
τῶν σι̣τ̣ί̣ω̣ν̣ τοῖς ὕδασι μᾶ̣λ̣λον ἢ τοῖς ὑγ̣ι̣ε̣ι̣ν̣ο̣ῖ̣ς̣
χαίρον[τας] οὕτως καὶ τῶν φίλων τοῖς̣ σ̣[υν-]
εξαμαρ[τά]ν̣ουσι μᾶλλον ἢ τοῖς νουθετο̣ῦ̣[σι]
245πλ̣ησ[ι]άζ̣[ο]ν̣τας ⁦ vac. 1-2⁩ σὲ δὲ νομίζωι τοὐνα̣ν̣[τίον]
[- ca.15 -] τεκμηρίωι χρώμενος [τῆι]
περὶ τὴν ἄλλην παιδείαν φιλοπονεί[αι]
column 9Imaged 2010-2015 by [unidentified responsible individual]

{νια} μόνωι ⁦ vac. 1-2⁩ τὸν γὰρ αὑτῶι τὰ βέ[λ]τιστα̣ [π]ράττ̣ε̣ι̣ν̣
ἐπιτάσσοντα τοῦτον εἰκὸς κα[ὶ] τῶν [ἄλλ]ων τ̣ο̣ὺ̣ς̣
250ἐπὶ τὴν ἀρετὴν παρακαλο[ῦ]ντας ἀπ̣[οδέ]χ̣εσθ̣αι
μᾶλλον δ’ ἂν ὀρεχθῇς παρ[οξ]υνθῆνα[ι τ]ῶν [κ]α-
λῶν εἰ καταμάθοις ὅτι καὶ [ἡ]δονὰς ἐ[κ τ]ούτ̣ω̣ν
μόνον γνησίως ἔ̣χ̣ο̣μ̣ε̣[ν] ἐ̣κ τοῦ γὰ[ρ ῥ]ᾳ̣θυμε̣[ῖ]ν
ἢ τὰς πλησμονὰς ἀγαπᾶν εὐθέως [αἱ λῦ]π̣αι τ̣α̣ῖ̣ς̣
255ἡδοναῖς παραπεπήγασιν τὸ δὲ περὶ̣ [τὴ]ν ἀρε-
τὴν φιλόπονον καὶ σω̣φ̣ρ̣όνως τὸ̣[ν] αὑτ̣ο̣[ῦ]
βίον οἰκονομεῖν ἀεὶ τὰς τέρψε̣ις ε̣[ἰλ]ι̣κρ̣ινεῖς
καὶ βεβαίας ἀποδίδωσι ⁦ vac. 1-2⁩ κἀκε̣[ῖ]θε[ν] μ̣ὲν πρό-
τερον ἡσθέντες ὕστερον ἐλυπ̣ήθημ̣εν ἐν-
260τεῦθεν δὲ μετὰ τὰς λ̣ύ̣π̣α̣ς̣ ἡ̣δ̣ονὰς̣ ἔ̣χομεν
ἅπασι δὲ τοῖς ἔργοι[ς] οὐχ οὕτως τῆς [ἀ]ρχῆς
μνημονεύομεν ὡ̣ς̣ [α]ὐ̣τῆς τε̣λε[ιοτ]ά̣την
τὴν αἴσθησιν λαμβάν[ο]μεν ⁦ vac. 1-2⁩ τὰ ⁦ vac. 1-2⁩ γὰρ
π̣λ̣ε̣ῖ̣σ̣τ̣α̣ τ̣ῶ̣ν̣ περὶ τ̣ὸ̣[ν βίον οὐ - ca.5 -] τ̣ὰ πρά-
265γματα ἀπόλλυμεν [ἀλλὰ τῶν] ἀ̣π̣[οβα]ινόν-
των ἕνεκα διαπον[οῦμεν] ⁦ vac. 1-2⁩ ἐνθ̣[υμοῦ δ]ὲ
διότι τοῖς μὲν φαύλοι̣[ς] ἐ̣ν̣δέχε̣τ̣α̣ι̣ π̣ά̣ν̣[τα]
τὰ δοθέντα πράττειν εὐθ̣ὺς γὰρ το̣[ι]αύ̣[τ]ην τὴν
τοῦ βίου πεποίηνται ὑπόθεσιν ⁦ vac. 1-2⁩ τοῖ̣[ς] δὲ σπου-
270δαίοις οὐχ οἷόν τε τ̣ῆ̣ς̣ ἀ̣ρετῆς ἀμε̣λ̣ε̣ῖν διὰ
τὸ π̣ολλοὺς ἔχειν τ̣ο̣ὺ̣ς̣ [ἐ]πιπλήξα̣ντας ⁦ vac. 1-2⁩ πάν-
τες γὰρ ἦ μεισοῦσιν οὐχ̣ οὕ[τ]ως τοὺς̣ ἐξαμαρ-
τ̣άνοντας ὡς τ̣[οὺς] ἐ̣[πιεικ]εῖς μὲν ἐν[  ̣  ̣  ̣]αι
φ[ή]σαντας μη[δὲν δὲ τῶν τυχ]όντ̣ω̣ν δια-
275φέροντας εἰκό[τως] ⁦ vac. 1-2⁩ [ὅπου γὰρ τοὺς] λόγωι μόνον
ψευδομένους̣ ἀ̣π̣ο̣[δο]κ̣ι̣μ̣ά̣ζ̣ο̣μ̣ε̣[ν] ⁦ vac. 1-2⁩ ἦ πού
column 10Imaged 2010-2015 by [unidentified responsible individual]

γ̣ε̣ τοὺς τῶι βίωι κατὰ πᾶν ἐλαττουμέ[νους οὐ]
φα̣ύλους εἶναι νομίζομεν ⁦ vac. 1-2⁩ δικαίως̣ [δ’ ἂν τοὺς]
τ[ο]ιούτους ὑπολάβοιμεν μ̣ὴ̣ μόνον εἰ̣ς̣ [αὑ-]
280[το]ὺς ἁμαρτάνειν ἀλλὰ καὶ τῆς τύχης α[ὑτοὺς]
πρ̣οδότας ὑπάρχειν ⁦ vac. 1-2⁩ ἡμεῖν γὰρ αὐτοῖς [καὶ]
φ[ί]λους καὶ δόξαν καὶ χρήματα ἐνεχείρ[ισεν]
ο̣ἱ̣ δὲ φαυς(*) αὐτοὺς ἀναξίους τῆς ὑπα[ρχού-]
[σ]ης εὐδαιμονίας κατέστησαν ⁦ vac. 1-2⁩ εἰ δ[ὲ δεῖ]
285τοῦτον ὄντα τῆς τῶν θεῶν στοχάσα[σθαι]
διανοίας ἡγοῦμαι καὶ ἐκείνους ἐπὶ τ̣[οῖς]
ο̣ἰ̣κ̣ε̣ι̣[ο]τάτοις ζηλώσε[ι]ν πῶς ἔχ[ο]υ̣σ[ι πρὸς]
τοὺς σπουδαίους κα[ὶ φαύλου]ς τῶν ἀνθ[ρώπων]
——
ζεὺς γὰρ̣ ἡρ̣[α]κ̣λέα καὶ [τάντα]λ̣ον γεν̣ν̣[ήσας]
290ὡς οἱ μῦθοι [λέγουσι]ν̣ [καὶ πά]ντες ἱσ[τοροῦσι]
τὸν μὲν διὰ [τὴν ἀρετὴν ἀθάνα]τ̣ο̣ν̣ ἐπ[οίησεν]
τὸν δὲ δι̣ὰ̣ τὴν κακίαν ταῖς μεγίσταις [τιμω-]
ρίαις ἐκόλασεν ο[ἷ]ς χρῆ σε παραδείγμ[ασιν χρώ-]
μενον ὀρέγεσθαι τῆς καλοκαγαθ̣ί̣α̣[ς καὶ μὴ]
295μόνον τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἐ̣[μμένειν]
ἀλλὰ καὶ τῶν ποιη̣τῶν τὰ βέλτιστα [μανθά-]
νειν καὶ τῶν ἄλλων σοφιστῶν εἴ τ[ι χρήσιμον]
εἰρήκασιν ἀναγεινώ̣σ̣κ̣[ει]ν̣ ⁦ vac. 1-2⁩ ὥ[σπερ γὰρ τὴν]
μέλιτταν ὁρῶμεν ἐφ’ ἅπαντ[α] μ̣[ὲν τὰ βλαστή-]
300ματα καθιζάνουσαν ἀφ’ ἑκ[άστου δὲ τὰ]
χρήσιμα λαμβάν[ο]υ̣σ̣α̣ν̣ ⁦ vac. 1-2⁩ [οὕτω δεῖ καὶ τοὺς]
πα[ι]δ̣είας ὀρεγομέ[νο]υς μ[ηδ]εν[ὸς μὲν ἀπείρως]
ἔχ[ει]ν πάντοθε̣[ν δ]ὲ τὰ χ̣ρ̣ή̣σ̣ι̣[μα συλλέγειν]
μ[άλισ]τα γὰρ ἄν τις [ἐκ] ταύτ[ης τ]ῆ̣ς̣ ἐ̣[πιμελείας]
305τὰς τῆς φύσεως [ἁμ]αρτίας ἐπ̣[ικρατήσειεν]
——
ἰ[σοκ]ρ̣άτ̣ους [πρὸς]
[δ]η[μ]ό̣ν̣[ι]κον
[π]α̣ρ̣α̣ίνε[σις]

Apparatus


^ 1.10.283. l. σφᾶς (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.