Papyri.info

sign in

Trismegistos 66091 = LDAB 7337 = michigan.apis.4603



DCLP transcription: 66091 [xml]

r
-- -- -- -- -- -- -- -- -- --
1[ὣς ἔφαθ’, αἳ δ’ ἐ]π̣έ̣μ̣υ̣ξ̣αν Ἀ̣θ̣η̣[ναίη τε καὶ Ἥρη·]
[ἤτοι Ἀθηναίη] ἀκέων ἦν οὐδέ τ[ι εἶπε]
[σκυζομένη] Διὶ(*) πατρί, χόλος δέ μι[ν ἄγριος ᾕρει·]
[Ἥρῃ δ’ οὐκ ἔχαδε σ]τῆθος χόλον, ἀλλὰ [προσηύδα·]
5[αἰνότατε Κρον]ίδη π̣ο̣ῖ̣ον τὸν μῦθ[ον ἔειπες.]
[εὖ νυ καὶ ἡμεῖς ἴ]δμεν ὅ̣ τοι σθ̣[ένος οὐκ ἀλαπαδνόν·]
[ἀλλ’ ἔμπης Δα]ναῶν ὀλοφυρόμε̣[θ’ αἰχμητάων,]
[οἵ κεν δὴ κ]ακὸν ο̣ἶ̣τον̣ ἀ̣ν̣απλήσ[αντες ὄλωνται.]
[τὴν δ’ ἀπαμε]ιβόμ̣ε̣νος προσέφη νεφ̣[εληγερέτα Ζεύς·]
10[ἠοῦς δὴ καὶ] μᾶλλο̣ν̣ ὑπερμενέα Κρ̣[ονίωνα]
[ὄψεαι, αἴ κ’ ἐ]θέλῃσθ̣α̣ β̣ο̣ῶ̣π̣ι̣ς πότν[ια Ἥρη]
[ὀλλύντ’ Ἀργεί]ων πουλὺν στρατὸν [αἰχμητάων·]
[οὐ γὰρ πρ]ὶν πολέμου ἀποπαύσ[εται ὄβριμος Ἕκτωρ]
[πρὶν ὄρθαι παρ]ὰ̣ ν̣α̣ῦ̣φι ποδώκεα Πη[λεΐωνα,]
15[ἤματι τῷ ὅτ’ ἂ]ν̣ οἳ μὲν ἐπὶ πρύμνῃσ̣[ι μάχωνται]
[στείνει ἐν αἰνο]τάτῳ περὶ Πατρόκλο[ιο θανόντος·]
[ὣς γὰρ θέσφατόν ἐστι· σέθεν] δ̣’ ἐ̣γ̣[ὼ οὐκ ἀλεγίζω]
[χωομένης, οὐδ’ εἴ κε τὰ νεί]α̣τ̣α̣ π̣[είραθ’ ἵκηαι]
-- -- -- -- -- -- -- -- -- --
v
-- -- -- -- -- -- -- -- -- --
1[ἐν καθαρῷ ὅθι δὴ νε]κύων διεφαίν[ετο χῶρος.]
[ἐξ ἵππων δ’ ἀποβάντες] ἐπὶ χθόνα μῦ[θον ἄκουον]
[τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διῒ φ]ίλος· ἐν δ’ ἄ̣[ρα χειρὶ]
[ἔγχος ἔχ’ ἑνδεκάπηχυ·] π̣ά̣ροιθε δὲ λάμ[πετο δουρὸς]
5[αἰχμὴ χαλκείη, περὶ] δὲ χρύσεος θέε [πόρκης,]
[τῷ ὅ γ’ ἐρεισάμενος ἔπ]εα πτερόεντα προσή[υδα]
[κέκλυτέ μευ Τρῶε]ς καὶ Δάρδανοι ἠδ’ ἐ[πίκουροι·]
[νῦν ἐφάμην νῆ]ά̣ς τ’ ὀλέσας καὶ πάντας Ἀ̣[χαιοὺς]
[ἂψ ἀπονοστήσειν] προτὶ Ἴ(*)λιον ἠνεμόεσσα[ν·]
10[ἀλλὰ πρὶν κνέφα]ς ἦλθε, τὸ νῦν ἐσάωσ[ε μάλιστα]
[Ἀργείους καὶ νῆας] ἐ̣πὶ ῥιγμῆνι(*) θαλάσση̣[ς.]
[ἀλλ’ ἤτοι νῦν μὲν π]ειθώμεθα νυκτὶ μ[ελαίνῃ]
[δόρπά τ’ ἐφοπλ]ισόμεσθα ἀτὰρ καλλίτ[ριχας ἵππους]
[λύσαθ’ ὑπὲξ ὀχέω]ν̣, παρὰ δέ σφισι βάλλ[ετ’ ἐδωδήν·]
15[ἐκ πόλιος δ’ ἄξεσθ]ε̣ β[όας] κ̣α̣ὶ̣ [ἴφια μ]ῆ̣[λα]
[καρπαλίμως, οἶνο]ν δὲ μ[ελίφρονα οἰνίζεσθε]
[σῖτόν τ’ ἐκ μεγάρων,] ἐ̣π̣[ὶ δὲ ξύλα πολλὰ λέγεσθε,]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ r.3. διϊ papyrus
^ v.9. ϊλιον papyrus
^ v.11. l. ῥιγμῖνι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

Notes

  • 1-2.

    Scribe omitted line 458.

  • 8-9.

    Scribe omitted lines 466-468.