DCLP transcription: 92236 [xml]
r
δεσμεύω σαι(*) δεσμοῖς ἀλοίτοις(*) Μοῖρε χθόνιοι καὶ τὴν κραταιὰν Ἀνάγκην(*), ὅτι ἐξορκίζω
ὑμᾶς, δέμονες(*), τοὺς ἐνθάδε κιμένους(*) καὶ ἐνθάδε διατραφομένους(*) καὶ ἐνθάδε δια-
τρίβοντες(*) καὶ τοὺς ἐνθάδε κούρους ἀώρους. ἐξορκίζω ὑμᾶς κατὰ τοῦ ἀνικήτο-
υ(*) θεοῦ Ϊαω∶ Βαρβαθια̣ω̣∶ βριμιαω∶ χερμαρι∶ ἐγείρεσθαι δέμονες(*), οἱ ἐνθάδε
5κίμενοι(*), καὶ ζητήσατε Εὐφημίαν, ἣν ἔτεκεν Δωροθέα, Θέων<ι>, ᾧ ἔτεκεν Προεχία·
δι’ ὅλης νυκτὸς ὕπνω(*) μὴ δυνη̣θ̣ῇ̣ τυχῖν(*), ἀλλὰ ἄξατε αὐτήν, ἕως ἔλθῃ εἰς πόδας
αὐτοῦ ἐρῶσα ἔρωτα μανιώδη καὶ στοργὶν(*) καὶ συνουσία<ν>. ἔδησα γὰρ αὐτῆς
τὸν ἐγκέφαλον καὶ τὰς χῖρας(*) καὶ τὰ ὑποχόνδρια καὶ τὴν φύσιν καὶ τὴν
καρδίαν πρὸς φιλίαν ἐμοῦ Θέωνος. ἐὰν δὲ παρακούσητε καὶ μὴ ταχέ-
10ως τελέσηται(*) ὃ λέγω ὑμῖν, οὐ δύνετε(*) ὁ ἥλιος ὑπὸ γῆν, οὔτε ὁ Ἅδης(*)
οὔτε ὁ κόσμος οὐκ ἔστιν. ἐὰν δὲ ἄξηταί(*) μοι Εὐφημίαν, ἣν ἔτεκεν Δω-
ροθήα(*), ἐμοὶ Θέωνι, ᾧ ἔτεκεν Προεχία, δώσω ὑμῖν Ὄσιριν Νοφριωθ∶
τὸν ἀδελφὸν τῆς Ἴσιδος, καὶ ἔρι(*) τὸ ψυχρὸν ὕδωρ καὶ ἀναπαύσηται(*)
ὑμῶν τὰς ψυχάς. ἐ[ὰ]ν δέ μοι μὴ τελέσητε ἃ λέγω ὑμῖν, κατακαύση(*) ὑμᾶς
15ὁ Εωνεβυωθ∶ ἐξορκίζω ὑμᾶς, δέμονες(*), οἱ ἐνθάδε κίμενοι(*) ιεω∶
ιιιιαϊα∶ ηϊα∶ ϊαω∶ ιαη∶ ιαω∶ αλιλαμψ∶ κατατίθημι ὑμῖν εἰς τὴν γῆν
τῶν κυνῶν· Εὐφημίαν πρὸς φιλίαν ἐμοῦ Θέωνος δεσμεύσατε,
(added at left: δέ)μονες(*)· ἐναρῶ ὑμῖν εἰς τῆν τῶν θεῶν στήλην, ἐναρῶ ὑμῖν κατὰ τῶν ἐν ἀδύ-
τῳ<ν>, ἐναρῶ ὑμῖν κατὰ τὼν ὀνομάτων τοῦ παντεπόπτου θέοῦ ϊα∶ ϊα∶
20α∶ ϊω∶ ϊω∶ ϊω∶ ϊε∶ ϊε∶ ϊε∶ ουωα∶ Αδωναι. ἐξορκίζω τὸν ἐν ωαπ εὐ-|δοκήσας(*) καὶ τὸ αἷμα, ὃ ἔλαβεν ὁ μέγας θεὸς Ϊωθαθ∶ ἐξορκίζω ὑμᾶς κα-
τὰ τοῦ καθημένου ἐπὶ τῶν τεσσάρων κέντρων(*) <τῶν(?)>(*) ἀνέμων. μή μου παρα-
κούσηται(*), ἀλλὰ τάχιον ποιήσατε, ὅτι ἐπιτάσσει ὑμῖν Ακραμμαχαμαρι∶
Βουλομενθορεβ(*)∶ Γενι̣ο̣μουθιγ∶ Δημ̣ογενηδ∶ Ἐνκύκλιε(*)∶ Ζηνοβιωθιζ∶
25Ησκωθωρη∶ Θωθουθωθ∶ Ιαεουωϊ∶ Κορκουνοωκ∶ Λουλοενηλ∶
Μοροθοηπναμ∶ Νερξιαρξιν∶ Ξονοφοηναξ∶ Ορνεοφαο∶ Πυροβορυπ∶
Ρερουτοηρ∶ Σεσενμεν̣ουρες∶ Ταυροπολιτ∶ Υπεφενουρυ∶ Φιμεμα-
μεφ∶ Χεννεοφεοχ∶ Ψυχοπομποιαψ∶ Ὠρίων ἀληθινέ∶ μὴ
πάλιν ἀναγκασθῶ τὰ αὐτὰ λέγιν(*) ιωη∶ ιωη∶ ἄξατε Εὐφημίαν, ἣν ἔτεκεν
30Δωροθήα(*), Θέωνι, ᾧ ἔτεκεν μήτηρ Προεχία, φιλοῦσάν με ἔρωτι καὶ πό-
θῳ καὶ στοργῇ καὶ συνουσίᾳ, ἔρωτι μανιώδη(*)· καύσατε αὐτῆς τὰ μέλη,
τὸ ἧπαρ, τὸ γυνεκῖον(*) σῶμα, ἕως ἔλθῃ πρὸς ἐμέ, φιλοῦσά με καὶ μὴ παρα-
κούουσά{ν} μου. ὅτι ἐξορκίζω ὑμᾶς κατὰ τῆς κρατεᾶς(*) Ἀνάγκης Μασκελ-
λι Μασκελλω Φνουκενταβαωθ ορεοβαζαγρα ῥηξίχθων
35ἱππόχθων πυρίχθων πυριπηγανυξ λεπεταν λεπεταν μαντουνοβοηλ∶
εἵνα(*) καταδήσατέ μοι Εὐφημίαν, ἐμοὶ Θέωνι, φιλίᾳ καὶ ἔρωτι καὶ πόθῳ ἐπὶ
χρόνων(*) μηνῶν δέκα ἀπὸ σήμερον, ἥτις ἐστὶν Ἁθὺρ κε β <ἰ>νδικ(τίωνος)
καὶ πάλιν ἐξορκίζω ὑμᾶς κατὰ τοῦ βασιλεύοντος ὑμῶν, εἵνα(*) μή μου
παρακούσητε· καὶ πάλιν ἐξορκίζω ὑμᾶς κατὰ τοῦ ἔχοντος τὸν ἀέρα· καὶ
40πάλιν ἐξορκίζω ὑμᾶς κατὰ τῶν ἑπτὰ θρόνων αχλαλ∶ λαλαφενουφρεν<∶>
βαλεω∶ βολβεω∶ βολβεσρω∶ νυφθω∶ καὶ κατὰ τοῦ ἀπαρετή-
του(*) θεοῦ Χμουωρ∶ Αβρασαξ∶ ιψενθανχουχαϊνχουχεωχ∶ συνλάβε-
τε(*) Εὐφημίαν καὶ ἄξατέ μοι αὐτήν, ἐμοὶ Θέωνι, φιλοῦσαν ἔρωτι μανιώδη·(*)
καὶ καταδήσατε αὐτὴν δεσμοῖς ἀλύτοις, ἰσχυρῦς(*), ἀδαμαντίνοις πρὸς
45φιλίαν ἐμοῦ, Θέωνος, καὶ μὴ ἐάσητε αὐτὴν φαγῖν(*), μὴ πῖν(*) μηδὲ ὕπνου
τυχῖν(*) μηδὲ πε͂ξε(*) μηδὲ γελάσαι, ἀλλὰ ποιήσατε αὐτῆν ἐκπηδῆσαι ἀπὸ
παντὸς τόπου καὶ πάσης οἰκίας καὶ καταλῖψε(*) πατέρα, μητέρα, ἀδελφούς,
ἀδελφάς, ἕως ἔλθῃ πρὸς ἐμέ, Θέωνα, φιλοῦσά{ν} με, ἐρῶσά{ν} με θῖον(*)
ἔρωτα ἀκατάπαυστον καὶ φιλίαν μανικήν· εἰ δὲ καὶ ἕτερο[ν] ἔχι(*) ἐν κόλ-
50ποις, ἐκῖνον(*) μὲν ὑπερθέσθω(*) καὶ {καὶ} ἐπιλαθέσθω καὶ μισήσῃ, ἐμὲ δὲ
φιλήσῃ καὶ ἀγαπήσῃ καὶ στοργήσῃ, καὶ τὰ αὐτῆς ἐμοι χαρίσητε(*), καὶ μη-
δὲν παρὰ ἐμὴν{ν} γνώμην πράξῃ. τὰ ἅγια ὀνόματα ταῦτα καὶ ἑ δυνάμις(*)
αὗται ἐπισ{σ}χυρήσατε(*) καὶ τελῖτε τελίαν(*) τῆν ἐπαυδήν(*), ἤδη ἤδη, ταχὺ ταχύ.
^ r.1. l. σε
^ r.1. l. ἀλύτοις
^ r.1. l. Μοίρας χθονίου καὶ τῆς κραταιᾶς Ἀνάγκης (corr)
^ r.2. l. δαίμονες
^ r.2. l. κειμένους
^ r.2. l. διατρεφομένους
^ r.2-3. l. διατρίβοντας
^ r.3-4. ἀνικάτου Wortmann
^ r.4. l. δαίμονες
^ r.5. l. κείμενοι
^ r.6. l. ὕπνου
^ r.6. l. τυχεῖν, δύνη̣τ̣α̣ι̣ ἐ̣ν̣τυχῖν Wortmann
^ r.7. l. στοργὴν
^ r.8. l. χεῖρας
^ r.10. l. τελέσητε
^ r.10. l. δύνεται
^ r.10. l. Ἅιδης
^ r.11. l. ἄξητέ
^ r.11-12. l. Δωροθέα
^ r.13. l. αἴρει
^ r.13. l. ἀναπαύσεται
^ r.14. l. κατακαύσει
^ r.15. l. δαίμονες
^ r.15. l. κείμενοι
^ r.18. l. (added at left: δάι)μονες
^ r.20-21. l. εὐδοκήσαντα (corr)
^ r.22. corr. ex
^ r.22. <τῶν> Wortmann
^ r.22-23. l. παρακούσητε
^ r.24. Βουλομεντορεβ Wortmann
^ r.24. l. Ἐγκύκλιε
^ r.29. l. λέγειν
^ r.30. l. Δωροθέα
^ r.31. l. μανιώδει
^ r.32. l. γυναικεῖον
^ r.33. l. κραταιᾶς
^ r.36. l. ἵνα
^ r.37. l. χρόνον
^ r.38. l. ἵνα
^ r.41-42. l. ἀπαραιτήτου
^ r.42-43. l. συλλάβετε
^ r.43. l. μανιώδει
^ r.44. l. ἰσχυροῖς
^ r.45. l. φαγεῖν
^ r.45. l. πεῖν
^ r.46. l. τυχεῖν
^ r.46. l. παῖξαι
^ r.47. l. καταλεῖψαι
^ r.48. l. θεῖον
^ r.49. l. ἔχει
^ r.50. l. ἐκεῖνον
^ r.50. ὑπεκθέσθω Wortmann
^ r.51. l. χαρίσηται
^ r.52. l. αἱ δυνάμεις
^ r.53. l. ἐπισχυρίσατε
^ r.53. l. τελεῖτε τελείαν
^ r.53. l. ἐπαοιδήν

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.