Papyri.info

sign in

basp.48.84 = HGV BASP 48 (2011) S. 84 = Trismegistos 132139 = duke.apis.31194640



DDbDP transcription: basp.48.84 [xml]

-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣[  ̣]  ̣  ̣  ̣[- ca.5 - μετὰ τὴν]
ἐμὴν τελευτὴ̣ν κρατεῖν καὶ κυριεύειν καὶ δ̣ε̣σ̣πόζειν διὰ παντὸς τοῦ αὐτοῦ̣ τρίτου μέρους μοναστηρίου ὁλοκλήρου μετὰ̣ παντ̣ὸς̣
αὐτοῦ τοῦ̣ δικαίου καθὼς προγέγραπται καὶ χρῆσθαί σε καὶ οἰκονομεῖν καὶ διοικεῖ<ν> καὶ οἰκεῖν καὶ ἀνῳκοδομεῖν(*) καὶ ἐκμ̣ι̣σ̣θοῦν
καὶ νέμεσθε(*) ἐντεῦθεν ἤδη καὶ πάντα πράττειν καὶ ποιεῖν περὶ αὐτοῦ καθ’ ὃν ἐὰν αἱρῇς̣(*) τρόπον ἀκωλύτως καὶ ἀνεγκλήτ̣ω̣ς̣
5μετὰ τὴν ἐμὴν τελευτὴν καὶ παραπέμψαι εἴς τε υ(*)ἱοὺς καὶ ἐγγόνους καὶ ἑξῆς μεταπαραλημψομένους κληρονόμους
καὶ διαδόχους καὶ διακατόχους̣ εἰς τὸν ἅπαντα χρόνον μετὰ τὴν ἐμὴν τελευτὴν καὶ μὴ ἀντιποιήσασθαι μηδ’ ἄλλον τινὰ
ὑ̈πὲρ ἐμοῦ μήθ’ υ(*)ἱοὺ̣ς μήτε κληρονόμους μήτε διαδόχους μήτε διακατόχους τούτου τρόπῳ μηδενὶ παρευρέσει μ̣η̣δ̣εμιᾷ
ἀλλὰ καὶ βεβαιώσει<ν> μέ σοι ταύτην τὴν δωρεὰν πάσῃ βεβαιώσει ἀπὸ παντὸ διὰ παντὸς ἁπαξαπλῶς τοῦ ἀντιποιησομ̣[έ-]
νου ἢ(*) ἐπελευσομένου σοι περὶ τούτου ἢ μέρους̣ τούτου καθ’ ὁνδηποτοῦν τρόπον διὰ παντὸς ἐπάναγκες μέντοι γε
10σοῦ μὴ δ̣υ̣ν̣α̣μένου μήτε δυνηθησομένου ἐκβαλ̣εῖν με ἀπὸ τοῦ σου συνοικεσίου εἰς ὅλον
τὸν χρόνον τῆς ἐμῆς ζωῆς ἄχ̣ρ̣ι τῆς̣ ἐ̣μ̣ῆ̣ς̣ τ̣ε̣λ̣ε̣υ̣τ̣ῆς, εἰ δὲ ἐθέλησας ἐ̣κβαλεῖν με ἀπὸ τοῦ σου συνοικεσίου
πρὸ τῆς ἐμῆς τελευτῆς χωρὶς νομίμου ἐτίας(*) ἤτοι πορνίας(*) ἐπὶ τῷ ταύτην μου τὴν δωρεὰν ἄκυρον
εἶναι καὶ ἀνίσχυρον ἁπανταχοῦ προφ̣ερομένην(*). ἐπομνυμένην περὶ τούτου τόν τε παντοκράτορα θεὸν
καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ τὰ πάντα νικῶντος δεσπότου τῆς οἰκουμένης Φλαυ(*)ίου{ου(*)}(*) Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου
15 Αὐτοκράτορος ταῦθ’ οὕτως ἔχειν καὶ μηδὲν διεψεῦ<σ>θαι καὶ πρὸς <σ>ην ἀσφάλει̣α̣ν ταύτην σοι ἐθέμην τὴν δω̣ρε̣άν.

Apparatus


^ 3. l. ἀνοικοδομεῖν
^ 4. l. νέμεσθαι
^ 4. l. αἱρῇ
^ 5. ϋιουσ papyrus
^ 7. ϋιου̣σ papyrus
^ 9. corr. ex σ
^ 12. l. αἰτίας
^ 12. l. πορνείας
^ 13. corr. ex φροφ̣ερομενην
^ 14. corr. ex
^ 14. οϋ papyrus
^ 14. σϋ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.